- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:6.11-7.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德关于合法事物在某种意义上即是正义的论述(1129b11),探讨了合法事物为何在普遍德性意义上属于正义、伦理学与政治学的目的差异、幸福的构成部分,以及立法者对共同利益的导向。
" Ἐπεὶ δ’ ὁ παράνομος ἄδικος ὁ δὲ νόμιμος δίκαιος, δῆλον ὅτι πάντα τὰ νόμιμά ἐστί πως δίκαια." Δείξας τὸ ἄδικον ἄνισον, πιστούμενος ὅτι ὁ δίκαιος ἴσος ἐπὶ τὸ δεικνύναι τὴν διαφορὰν τοῦ δικαίου τοῦ τε ὡς νομίμου καὶ τοῦ ὡς ἴσου πρόεισι, καὶ τίς ἐστιν ὁ νόμιμος δίκαιος λέγει. τὸ μὲν οὖν ὅτι νόμιμός ἐστι λαμβάνει πάλιν ἐκ τοῦ καὶ τὸ ἄδικον παράνομον εἶναι. εἰ δὲ ὁ νόμιμος δίκαιος, δῆλον ὡς καὶ τὰ νόμιμα πάντα δίκαια ἂν εἴη. πρόσκειται δὲ τὸ πῶς δίκαια, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια, ἀλλὰ κατὰ τὴν κοινῶς.1 καθ’ ὅσον γὰρ τοῖς νόμοις πειθόμενός τις ταῦτα ποιεῖ, δίκαιός ἐστι, καὶ αὐτὰ δίκαια, αὐτὰ δὲ καθ’ αὑτὰ ἢ ἀνδρεῖά ἢ σωφρονικά εἰσιν, ἢ ἐξ οἵας ἂν εἴη ἀρετῆς. ἀλλὰ μὴν περὶ πάντων οἱ νόμοι ὁρίζουσι τῶν κατὰ τὰς ἀρετὰς καὶ προαγορεύουσι τὴν ἀναφορὰν ποιούμενοι αὐτῶν ἐπὶ σύστασιν τῆς καθεστώσης πολιτείας ἢ εὐδαιμονίαν καὶ σωτηρίαν, ἡ μὲν δημοκρατία, ὥς φησιν αὐτός, τοῦ κοινῇ συμφέροντος πᾶσι καταστοχαζομένη·2 ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν, τῆς ἀριστοκρατίας καὶ τιμοκρατίας καὶ τῶν λοιπῶν. ἡ γὰρ ἠθικὴ καὶ ἡ πολιτικὴ τῷ σκοπῷ διαφέρουσι μόνῳ, ἐπεὶ ἀμφοτέραις περὶ ἀρετῆς ἡ πραγματεία, ἀλλὰ τῇ μὲν ἠθικῇ ἑνὸς ἑκάστου διὰ τῶν ἀρετῶν ἡ εὐταξία καὶ εὐστάθεια σκοπός, τῇ δὲ πολιτικῇ ἡ τῆς πόλεως, ἣν οὐχ οἷόν τε διοικεῖσθαι καλῶς χωρὶς ἀρετῶν καὶ τῆς κατ’ αὐτὰς ἐνεργείας. ὁ δὴ τούτοις πειθόμενος νόμιμός τε καὶ δίκαιος, καὶ τὸ νόμιμον ἄρα δίκαιον. ἀλλὰ μὴν τὰ κατὰ τὰς ἀρετὰς πάντα ποιητικά τέ ἐστιν εὐδαιμονίας καὶ φυλακτικὰ τῶν μορίων αὐτῆς, μόρια δὲ εὐδαιμονίας αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι. καὶ τὸ δίκαιον ἄρα ποιητικόν τέ ἐστι καὶ φυλακτικὸν εὐδαιμονίας καὶ τῶν μορίων αὐτῆς. ἢ λέγοι ἂν μόρια εὐδαιμονίας τὰς ἀρετὰς πάσας τὰς ψυχικὰς καὶ σωματικὰς καὶ τὰ ἐκτός, ἅπερ ἐκτός εἰσι χρήματα, κτήματα, κτῆσις ἄλλη πᾶσα· ἐκ τούτων γὰρ πάντων τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν βούλεται συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν τὴν πολιτικήν, ἐπεὶ μὴ ὅτι ἐκ τούτου καὶ τὴν θεωρητικήν, ἐν τῷ Κ τῆσδε τῆς πραγματείας γνωσόμεθα.3 εἰπὼν δὲ ἕνα τρόπον δίκαια λέγεσθαι καὶ τὰ ποιητικὰ καὶ φυλακτικὰ εὐδαιμονίας καὶ τῶν μορίων αὐτῆς, ἐπήγαγε τῇ πολιτικῇ κοινωνίᾳ, διότι οἱ νομοθέται περὶ τῶν κατὰ τὰς ἀρετὰς διαγορεύουσιν οὐχ ἁπλῶς τὴν φύσιν τῶν ἀρετῶν σκοποῦντες, ἥτις ἐστὶν ἑκάστη αὐτῶν, καὶ τί τὸ 〈τί〉 ἦν εἶναί ἐστιν αὐτῶν καὶ ἡ οὐσία, ἀλλὰ στοχαζόμενοι τοῦ κοινῇ συμφέροντος καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι προστάττουσι τὰ κατὰ τὰς ἀρετὰς πράττειν. ἀπεσχεδιασμένον δὲ νόμον λέγει τὸν μὴ ἐκ πολλῆς μελέτης καὶ ἐξετάσεως τεθέντα, ἀλλ’ ἀθρόον καὶ ἀμελετήτως.
“既然不法的人是不正义的,而守法的人是正义的,显然所有合法的事物在某种意义上都是正义的。” 在表明了不正义的事物是不平等的,并证实了正义的人是平等的之后,他进而去阐明作为合法的正义与作为平等的正义之间的区别,并说明谁是守法而正义的人。〔正义的人〕是守法的这一点,他又从不正义的事物也是不法的这一事实中得出。而如果守法的人是正义的,显然一切合法的事物也都会是正义的。加上“在某种意义上是正义的”,是因为并非所有合法的事物都是按照特称意义上的正义而是按照普遍意义上的正义而言是正义的。因为只要有人服从法律而做这些事,他就是正义的,这些事本身也就是正义的,但它们就其自身而言,要么是勇敢的,要么是节制的,或者属于无论何种德性。然而,法律规定并要求一切合乎德性的行为,使它们指向既定政体的确立或其幸福与稳固——正如他自己所说,民主政体旨在追求对所有人共同有益的事物;其他政体如贵族政体、财阀政体及其他政体亦是如此。因为伦理学和政治学仅在目的上有所不同,既然两者的研究对象都是德性,但伦理学的目的是通过诸德性实现每个个体的井然秩序与稳定,而政治学的目的则是城邦的秩序与稳定,若没有诸德性及其相应的活动,城邦便不可能得到良好的治理。因此,服从这些法律的人既是守法的又是正义的,从而合法的事物也是正义的。再者,一切合乎德性的行为既能产生幸福,又能维护幸福的组成部分,而幸福的组成部分就是诸德性及其相应的活动。因此,正义的事物也能产生并维护幸福及其组成部分。或者,他也可以将所有灵魂的德性、身体的德性以及外在事物称为幸福的组成部分,所谓外在事物即金钱、地产及所有其他财产;因为他主张政治的幸福是由所有这些灵魂与身体的德性以及外在善事物构成的,至于理论的幸福并非也由此构成,我们将在本研究的第十卷中知晓。而在说了在一种意义上产生并维护幸福及其组成部分的事物也被称为正义的之后,他补充了“对于政治共同体而言”,这是因为立法者在就合乎德性的行为作出规定时,并不是单纯考察诸德性的本性,即它们各自是什么、它们的本质与实体是什么,而是着眼于共同的利益并使之指向该利益,从而命令人们践行合乎德性的行为。而所谓“即兴制定的法律”,他指的是并非经过长久钻研与审视而设立、而是仓促且欠缺考虑而制定的法律。
- 1.5πρόσκειται δὲ τὸ πῶς δίκαια, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια, ἀλλὰ κατὰ τὴν κοινῶς.
引用短语 τὸ πῶς δίκαια 作为动词 πρόσκειται 的主语。接续的 ὅτι 引导原因从句,说明为何加上修饰语 πῶς;从句中省略了系动词 ἐστί(即 πάντα τὰ νόμιμα [ἐστὶ] δίκαια)。
- 1.5ἡ μὲν δημοκρατία, ὥς φησιν αὐτός, τοῦ κοινῇ συμφέροντος πᾶσι καταστοχαζομένη
偏离了主句的主谓结构(περὶ πάντων οἱ νόμοι ὁρίζουσι),主格分词短语 ἡ μὲν δημοκρατία... καταστοχαζομένη 作为一个例示性的插入结构(略带破格语法的主格悬挂或松散同格)出现,与后文的 ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν 相互呼应,说明各政体中立法的指向。
- 1.5ἐπεὶ μὴ ὅτι ἐκ τούτου καὶ τὴν θεωρητικήν, ἐν τῷ Κ τῆσδε τῆς πραγματείας γνωσόμεθα
连词 ἐπεί 之后,否定词 μή 前置于引导 γνωσόμεθα 宾语从句的连词 ὅτι 之前(即 ὅτι μή),承前省略了动词(βούλεται συγκεκροτῆσθαι)。句子的骨干结构表明:至于理论的幸福并非由此构成,读者将在本研究的第十卷(Κ)中获知。
