- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:69.29-70.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔疏解了亚里士多德的论证,表明无论从作为个别德性分支的贪婪不正之视角,还是根据不正与蒙受不义的定义(自愿性、选择、始元的在先性,以及不可能对自身施行具体不义行为),人在逻辑上都绝不可能对自己行不义。
" Ἔτι καθὸ ἄδικος ὁ μόνον ἀδικῶν καὶ μὴ ὅλως φαῦλος." Δείξας ὡς κατὰ τὴν κοινὴν καὶ καθόλου δικαιοσύνην μὴ οἷόν τέ τινα ἑαυτὸν ἀδικεῖν, μέτεισιν ἐπὶ τὴν ἑτέραν δικαιοσύνην, ἣ μία τῶν ἀρετῶν ἐστι, καὶ τὴν ἀντικειμένην αὐτῇ ἀδικίαν, ἥ ἐστι πλεονεξία. διὸ οὐ παράνομος ὁ πλεονέκτης· μόνον οὖν ἀδικοῦντα λέγει τὸν πλεονέκτην, ὅλως δὲ φαῦλον τὸν κατὰ τὴν καθόλου καὶ ὅλην ἀδικίαν ὁρώμενον. τοῦτο γάρ, φησίν, ἄλλο ἐκείνου, τουτέστι τοῦτο τὸ κατὰ πλεονεξίαν ἄδικον ἕτερόν ἐστιν ἐκείνου τοῦ καθόλου ἀδίκου. ἔστι γὰρ ὁ ἄδικος οὗτος ὁ πλεονέκτης πονηρὸς ὡς ὁ δειλός· ὡς γὰρ ὁ δειλὸς οὐχ ὅλην ἔχει τὴν πονηρίαν, ἀλλά τινα πονηρίαν τὴν δειλίαν, ἣ ἀντίκειται τῇ ἀνδρίᾳ, οὕτως καὶ ὁ πλεονέκτης οὐχ ὅλην ἔχει τὴν ἀδικίαν, ἀλλά τινα ἀδικίαν. ὥστε οὐδὲ κατὰ ταύτην ἀδικεῖ. οὐδὲ κατὰ τὴν μερικήν, φησί, δικαιοσύνην ἀδικεῖ ἑαυτόν τις. ἐπεὶ γὰρ ὁ ὡς πλεονέκτης ἄδικος ἄνισός ἐστιν, ὡς δέδεικται, ἄνισος δὲ ὡς τὸ πλέον ἔχων (τοῦτο γὰρ τοῦ πλεονέκτου τὸ ἔχειν τὸ πλέον τοῦ ἀγαθοῦ), εἰ ἀδικεῖ τις ἑαυτὸν κατὰ ταύτην τὴν ἀδικίαν, πλεονεκτοίη ἂν ἑαυτόν, καὶ ἔχοι ἂν ὡς πλεονέκτης τὸ πλέον, ὡς δὲ πλεονεκτούμενος τοὔλαττον, καὶ ὃ ἀφῄρηται1 ὡς ἀδικούμενος, τοῦτο ἕξει ὡς ἀδικῶν, καὶ ἔχοι ἂν ἅμα τὸ αὐτὸ καὶ οὐκ ἔχοι. ἀδύνατον δὲ τοῦτο, ὥστε καὶ τὸ ἀδικεῖν ἑαυτὸν ἀδύνατον.
“再者,就仅行不义而非全然恶劣者之所以为不义而言[亦不可能对自己行不义]”。 在表明依共同且普遍的正义任何人都不可能对自己行不义之后,他进而转向另一种正义,即诸德性之一的正义,以及与它相对立的不正,即贪婪。因此贪欲者并非违犯法律者;是以他称贪欲者为“仅行不义者”,而称依照普遍且全幅的不正而被看待者为“全然恶劣者”。因为他说,此者不同于彼者,亦即依贪婪的这种不义有别于彼种普遍的不义。因为作为贪欲者的这个不义之人,乃像懦怯者那样是恶劣的;因为正如懦怯者并非拥有全部的恶劣,而是拥有某种恶劣即与勇敢相对立的懦怯,贪欲者同样并非拥有全部的不正,而是拥有某种不正。因此依这种不正亦不〔对自身〕行不义。他说:“依部分的正义,亦无人对自己行不义”。因为既然作为贪欲者的不义之人是不平等的(正如已证明的那样),且因拥有更多而为不平等(因为拥有更多的善乃属于贪欲者),那么若有人依这种不正对自己行不义,他就会侵占自己,且作为贪欲者他将拥有更多,作为被侵占者则拥有更少,并且作为蒙受不义者被剥夺之物,他将作为行不义者而拥有它,从而同时拥有又不拥有同一事物。然而这是不可能的,是以对自己行不义亦是不可能的。
"Ἔτι δὲ ἑκούσιον καὶ ἐκ προαιρέσεως καὶ πρότερον." Εἰ οὖν ὁ ἀδικούμενος ἄκων ἀδικεῖται, αὐτὸς δὲ ἑαυτὸν οὐκ ἄκων βλάπτει, οὐκ ἀδικεῖ ἑαυτόν· ἀδικεῖσθαι γὰρ ἦν τὸ ἀκουσίως βλάπτεσθαι. τὸ δὲ καὶ πρότερον ταὐτόν ἐστι τῷ τὴν ἀρχὴν τοῦ ἀδικοῦντος ἐν ἑαυτῷ ἔχοντος2 καὶ τοῦ ἀρχομένου. ὁ γὰρ ἀρχόμενος τοῦ βλάπτειν οὗτος ἀδικεῖ, ὁ δὲ ἀμυνόμενος καὶ ἀντιδρῶν οὐ δοκεῖ ἀδικεῖν· οὐ γὰρ ἄρχεται τοῦ βλάπτειν, ἀλλὰ βλαβεὶς ἐπιτίθεται. εἰ δὴ δεῖ τὴν ἀρχὴν τῆς βλάβης ἐν τῷ ἀδικοῦντι εἶναι καὶ οὐκ ἐν τῷ ἀδικουμένῳ, καὶ δεῖ ἄλλον εἶναι τὸν ἐν ᾧ ἡ ἀρχὴ τῆς βλάβης παρὰ τὸν ἀδικούμενον, ἀδύνατον δέ τινα αὐτὸν ἑαυτοῦ ἄλλον εἶναι, ἀδύνατον καὶ τὸ ἑαυτὸν ἀδικεῖν. ἔτι, φησίν, εἰ ἀδικεῖ ἑαυτόν τις, εἴη ἂν ἑκόντα ἀδικεῖσθαι· οὐδεὶς δὲ ἑκὼν ἀδικεῖται. ἀλλὰ καὶ τὰ αὐτὰ ἅμα πάσχει, εἰ ἀδικεῖ τις ἑαυτόν, ἃ καὶ ποιεῖ, καὶ ἅμα ἂν πλεονεκτοίη καὶ πλεονεκτοῖτο, καὶ ἔμπαλιν πλεονεκτοῖτο καὶ πλεονεκτοίη. πρὸς δὲ τούτοις ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων οὐδεὶς ἀδικεῖ. εἰ τὸ ἀδικεῖν ἐνεργεῖν ἐστι περὶ τὰ καθ’ ἕκαστα, εἴη ἂν τὸ ἀδικεῖν ἐν τοῖς κατὰ μέρος ἀδικήμασι γινόμενον· κατὰ μέρος δέ εἰσι μοιχεία, κλοπή, ὕβρις, τὰ ὅμοια. οὐδεὶς δὲ τὴν ἑαυτοῦ γυναῖκα μοιχεύει οὐδὲ τὸν ἑαυτοῦ τοῖχον τοιχωρυχεῖ οὐδὲ τὸ ἑαυτοῦ ἱμάτιον κλέπτει. εἰ οὖν τῶν κατὰ μέρος ἀδικημάτων μὴ οἷόν τέ τι πρὸς ἑαυτὸν παρ’ ἑαυτοῦ γίνεσθαι, οὐδ’ ἄρα ἑαυτὸν ἀδικεῖν οἷόν τε. ὅλως δέ, φησί, λύεται τὸ ζητεῖν εἰ οἷόν τε ἑαυτὸν ἀδικεῖν κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖσθαι. εἰ γὰρ ἀδικούμενός ἐστιν ὁ παρὰ τὴν ἑαυτοῦ βούλησιν βλαπτόμενος, οὐχ οἷόν τε δὲ παρὰ τὴν ἑαυτοῦ βούλησιν ἀδικεῖσθαι τὸν αὐτὸν ὑφ’ ἑαυτοῦ ἀδικούμενον, οὐκ ἂν εἴη ἀδικεῖν ἑαυτόν.
“再者,[行不义乃是]出于自愿的、出于选择的且在先的”。 因此,若蒙受不义者乃违背意愿而蒙受不义,而他自己并非违背意愿伤害自己,他便没有对自己行不义;因为蒙受不义本是违背意愿受到伤害。而“在先”等同于行不义者将始元寓于自身且作为发起者。因为发起伤害者才行了不义,而自卫并实行反击者并不被认为行不义;因为他并非发起伤害,而是在受害之后进行袭击。因此,如果伤害的始元必须在行不义者之内而不在蒙受不义者之内,且伤害的始元所在之人必须有别于蒙受不义者,而任何人都不可能不同于自身,那么对自己行不义亦是不可能的。他说:“再者,若有人对自己行不义,便可能出于自愿蒙受不义;然而没有人出于自愿蒙受不义”。不仅如此,若有人对自己行不义,他便会在施行的同时遭受相同的事物,且同时侵占并被侵占,反过来被侵占并侵占。除这些之外,没有具体的个别不义之举,便无人行不义。若行不义是关乎个别事物的活动,那么行不义便当生成于各个具体的不义之举中;而具体的不义之举包括通奸、盗窃、侮辱暴行及诸如此类者。然而没有人与自己的妻子通奸,亦没有人凿穿自己的墙壁侵入,也没有人偷窃自己的外衣。因此,若具体的不义之举中没有任何一种可能由自身向自身施行,那么对自己行不义亦同样是不可能的。他说:“总之,关于能否对自己行不义的探究,依蒙受不义的界定得以解决”。因为如果蒙受不义者乃违背自身意愿受到伤害之人,而被自身行不义的同一人不可能违背自身意愿蒙受不义,那么对自己行不义便是不可能的。
- 1.73ὃ ἀφῄρηται
关系代词 ὃ 是动词 ἀφαιρέω(主动语态接双宾格)的被动完成时(ἀφῄρηται)所保留的宾格,指代“他被剥夺之物”,由主句中的指示代词 τοῦτο 所承接。
- 1.74τῷ τὴν ἀρχὴν τοῦ ἀδικοῦντος ἐν ἑαυτῷ ἔχοντος
紧随 ταὐτόν ἐστι 之后的定冠词与格 τῷ 统辖了属格分词短语 τοῦ ἀδικοῦντος ... ἔχοντος。此处以属格分词结构代替了通常预期的带定冠词对格不定词结构(τῷ τὸν ἀδικοῦντα ... ἔχειν),表达“行不义者将始元寓于自身”这一事实。
