← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§71.1-72.27

行不义与受不义的比较及灵魂内部的正义

米海尔注解了《尼各马可伦理学》卷五末尾段落(1138a28–1138b5),阐明施行不义与蒙受不义虽因偏离中道而皆属恶,但前者因直接源于恶德而更为恶劣;同时解释了灵魂各部分之间的“正义”仅是比喻性的,类似于家政或主人的统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75

" Φανερὸν δὲ καὶ ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν." Ἀμφότερα, φησί, φαῦλά εἰσιν, ἀλλὰ μᾶλλον τὸ ἀδικεῖν φαυλότερον τοῦ ἀδικεῖσθαι. ἀλλὰ πῶς καὶ τὸ ἀδικεῖσθαι φαῦλον; ἢ ὡς ἐκπεπτωκὸς τοῦ ἴσου καὶ μέσου·1 εἰ γὰρ τὸ ἴσον ἀγαθόν, τὸ ἔλαττον, ὅ ἐστι τὸ ἀδικεῖσθαι, φαῦλον, ἀλλ’ οὐχ ὡς τὸ ἀδικεῖν. μᾶλλον γὰρ τὸ ἀδικεῖν φαῦλον, ὅτι ἀπὸ πονηρίας καὶ κακίας, ἡ δὲ κακία ψεκτὸν καὶ τὸ ἀδικεῖν. εἰπὼν δὲ ἀμφότερα κακά, καὶ τὸ ἀδικεῖν καὶ τὸ ἀδικεῖσθαι, πῶς ἀμφότερα κακά, διὰ τῶν παραδειγμάτων συνέστησεν. ὡς γὰρ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ, ὅ ἐστιν ἐν συμμετρίᾳ τινῶν, ἀγαθόν, τὸ δὲ πλέον καὶ ἔλαττον ὡς ἐκπεπτωκὸς τοῦ συμμέτρου οὐκ ἀγαθόν, ὁμοίως καὶ τὸ εὐεκτικὸν τὸ ἐν γυμναστικῇ τὸ σύμμετρον ἀγαθόν, τὸ δὲ πλέον καὶ ἔλαττον οὐ τοιοῦτον, οὕτως ἔχει καὶ ἐπὶ τοῦ μέσου καὶ ἴσου, ὅπερ ἐστὶ τὸ δίκαιον. καὶ κακίας ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ σύνεγγυς.2 τὸ ἀδικεῖν, φησί, μᾶλλόν ἐστι κακὸν τοῦ ἀδικεῖσθαι, διότι μετὰ κακίας ἢ τῆς ἁπλῶς ἢ σύνεγγυς, λέγων νῦν κακίαν ἁπλῶς τὴν μετὰ προαιρέσεως, ὅτι τὸ ἑκούσιον ἔχει, σύνεγγυς δὲ τὴν δίχα προαιρέσεως. ὅτι δὲ σύνεγγυς τὴν δίχα προαιρέσεως γινομένην εἶπεν, σαφηνίζων ἐπήνεγκεν οὐ γὰρ πᾶν τὸ ἑκούσιον μετὰ ἀδικίας, διότι οὐδὲ μετὰ προαιρέσεως πᾶν ἑκούσιον. οἱ γὰρ ὀργιζόμενοι, ὡς εἶπε πρότερον, ἑκόντες πράττουσιν, οὐ μὴν ἐκ προαιρέσεως· τὸ γὰρ ἑκούσιον καὶ τοῦ βούλεσθαι καὶ τοῦ θέλειν. καθ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον φαῦλον, κατὰ συμβεβηκὸς δὲ οὐδὲν κωλύει εἶναι μεῖζον κακόν. γενήσεταί ποτε κατὰ συμβεβηκὸς τὸ ἀδικεῖσθαι μεῖζον κακὸν τοῦ ἀδικεῖν οὕτω πως· ἀδικηθεὶς γάρ τις ὑπό τινος καὶ ἀμυνόμενος ἀνῆψε τὴν τοῦ ἀδικήσαντος οἰκίαν, εἶτ’ ἔκ τινος τύχης λαμπροῦ πνεύσαντος ἀνέμου κατεκαύθη πᾶσα ἡ πόλις, καὶ γέγονε μεῖζον κακὸν τὸ ἀδικηθῆναι τοῦ ἀδικῆσαι. ἢ καὶ ὑπερλυπηθεὶς ὁ ἀδικηθεὶς ἀπέσφαξεν ἑαυτόν. ὅμως, φησίν, εἰ καὶ συμβαίνει ποτὲ μεῖζον γίνεσθαι κακὸν τοῦ ἀδικεῖν, ἀλλ’ οὖν μεῖζόν ἐστι φαῦλον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἐπεὶ καὶ πρόσπταισμα γένοιτ’ ἂν μεῖζον κακὸν πλευρίτιδος, ἀλλ’ οὐ μέλει τῷ ἰατρῷ, ἀλλά φασιν ὅτι μεῖζον κακὸν ἡ πλευρῖτις τοῦ πταίσματος, πρὸς τὴν φύσιν ἀποβλέποντες ἑκατέρου.3 γέγονε δὲ μεῖζον κακὸν τὸ πρόσπταισμα πλευρίτιδος ἐπὶ τοῦ προσπταίσαντος ἐν τῷ φεύγειν τοὺς πολεμίους καὶ καταπεσόντος· πεσὼν γὰρ ἐλήφθη παρὰ τῶν πολεμίων καὶ ἀνῃρέθη.

“显而易见,两者皆是恶劣的,不论蒙受不义还是施行不义”。 他说,两者皆是恶劣的,但施行不义比蒙受不义更为恶劣。然而蒙受不义又如何是恶劣的呢?岂不是由于背离了均等与中道吗?因为如果均等的是善,那么较少者即蒙受不义便是恶劣的,但并不像施行不义那样恶劣。因为施行不义更为恶劣,乃因它源自奸恶与恶德,而恶德是应受谴责的,施行不义亦然。他说施行不义与蒙受不义两者皆是恶,并通过诸实例确立了两者如何皆是恶。因为正如医学中的健康事物,即处于某些事物的均称之中的事物,是善,而过多与过少作为背离均称者则不是善;同样,在体操运动中使身体状态良好且均称的事物是善,而过多与过少则非如此;在属于公正的中道与均等之事上亦复如是。“且伴随着恶德,或完全且绝对的恶德,或相近的恶德”。他说,施行不义比蒙受不义更是恶,因为它伴随着绝对的恶德或相近的恶德;他此处将伴随选择的恶德称为绝对的恶德,因为它具有自愿性,而将不伴随选择的恶德称为相近的恶德。至于他将不伴随选择而生成的恶德称为相近的恶德,他通过补充“因为并非一切自愿之事皆伴随不义”阐明了这一点,因为并非一切自愿之事皆伴随选择。因为发怒者如他先前所言,乃是自愿行动的,却决非出于选择;因为自愿之事亦属于意愿与希求。因此就自身而言,蒙受不义较少恶劣,但在偶性上并不妨碍它成为更大的恶。在偶性上,蒙受不义有时会大致如下这般成为比施行不义更大的恶:某人因被某人行了不义,在自卫反击中点燃了行不义者的房屋,随后因某种机缘刮起大风,整座城邦被烧毁,蒙受不义遂成了比施行不义更大的恶。抑或蒙受不义者因过度悲痛而自刎。他说:“尽管如此,即便[蒙受不义]有时碰巧成为比施行不义更大的恶,施行不义终究是比蒙受不义更大的恶劣;因为绊倒亦可能成为比胸膜炎更大的恶,然而这不关医生的事,他们反而着眼于两者的本性,说胸膜炎是比绊倒更大的恶”。而绊倒成为比胸膜炎更大的恶,乃发生于在逃避敌人时绊倒并摔下的人身上;因为跌倒后他被敌人俘获并处死了。

§1.76

"Κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητά ἐστιν οὐκ αὐτῷ πρὸς αὑτὸν δίκαιον, ἀλλὰ τῶν αὑτοῦ τισιν.4" Τοῦ Πλάτωνος ὁρίζοντος τὴν δικαιοσύνην ἐν τῇ ἰδιοπραγίᾳ τῶν τῆς ψυχῆς μερῶν,5 ἐπεὶ ἅπαξ ὁ Ἀριστοτέλης περὶ πάσης δικαιοσύνης εἰπεῖν προέθετο, μνημονεύει καὶ περὶ τοῦ τοιούτου δικαίου τοῦ τῶν μερῶν τῆς ψυχῆς. λέγει δὲ πρῶτον ὅτι τὸ τοιοῦτον δίκαιον κατὰ μεταφορὰν λέγεται δίκαιον, τουτέστιν οὐ κυρίως. οὐ πᾶν δὲ δίκαιόν ἐστι τῶν αὑτοῦ τισιν· οὐ γὰρ τὸ πολιτικὸν καὶ κυρίως λεγόμενον δίκαιον (τοῦτο δὲ ἦν τὸ ἐπίσης ἀνὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι) ἀλλὰ τὸ δεσποτικόν, ὃ οὐ κυρίως ἐν τοῖς δικαίοις ἠριθμεῖτο· οὐ γὰρ ἔστι τι δίκαιον δούλου πρὸς δεσπότην, ὡς πρότερον δέδεικται. ἐν τούτοις γὰρ τοῖς λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλογον. ὃν λόγον ἔχει ὁ δοῦλος πρὸς τὸν δεσπότην, τὸν αὐτὸν καὶ τὸ ἄλογον μέρος τῆς ψυχῆς πρὸς τὸ λογιζόμενον. τοιαύτην γὰρ διέστηκε ταῦτα διάστασιν ἀπ’ ἀλλήλων, ὡς εἶναι τὸ μὲν ἄρχον, τὸ δ’ ἀρχόμενον· τοῦτο δὲ τὸ δίκαιον, φησίν, ἢ οἰκονομικόν ἐστιν ἢ δεσποτικόν. εἰς γὰρ ταῦτα ἀποβλέποντές φαμεν εἶναι τῶν αὑτοῦ τισι δίκαιον ἢ ἄδικον, δίκαιον μέν, ὅταν τὸ πεφυκὸς ἐν αὐτῷ ἄρχειν ἄρχῃ, τὸ δ’ ἄρχεσθαι ἄρχηται, ὅταν δ’ ἔμπαλιν γένηται καὶ ἄρχῃ μὲν τὸ ἄλογον, ἄρχηται δὲ τὸ λόγον ἔχον, ἀδικία. ὥσπερ ἂν ὁ δοῦλος ἄρχῃ τοῦ δεσπότου, ἄρχει μὲν ἐν τῷ ἀκρατεῖ ἢ καὶ ἀκολάστῳ τὸ ἄλογον, ἄρχεται δὲ τὸ λογικόν· ἐν δὲ τῷ ἐγκρατεῖ καὶ σώφρονι ἔμπαλιν ὁ λόγος ἄρχει, τὸ δ’ ἄλογον ἄρχεται. ὡς οὖν ἄρχοντι καὶ ἀρχομένῳ ἐστὶ πρὸς ἄλληλα δίκαιον. καὶ εἴρηται περὶ αὐτῶν πολλάκις τί τὸ τοιοῦτον, ὅτι τῷ μὲν ἀρχομένῳ τὸ ὑπείκειν, τῷ δ’ ἄρχοντι τὰ συμφέροντα ζητεῖν καὶ σκοπεῖσθαι τῷ ἀρχομένῳ· καὶ σωτηρία οὕτω καὶ ἐν τούτοις.

“然而依隐喻与相似,并非他对自己存在正义,而是他自身的某些部分之间存在正义”。 柏拉图将正义界定为灵魂各部分各司其职,而亚里士多德既然打算通论一切正义,便亦提及灵魂各部分的此类正义。他首先说,此类正义是依隐喻被称为正义的,亦即并非本义上的。但并非一切正义皆是他自身的某些部分之间的正义;因为这并非城邦的且按本义所说的正义(此正义本是平等地轮流统治与被统治),而是主人的正义,它在本义上并不列入诸正义之中;因为正如先前已表明的那样,奴隶对主人并无任何正义可言。因为在这些关系中,灵魂具有理性的部分有别于无理性的部分。奴隶对主人具有何种比例关系,灵魂的无理性部分对推理部分亦具有相同的关系。因为它们彼此之间具有这样一种分立,以致一者居于统治,一者受统治;他说,这种正义要么是家政的正义,要么是主人的正义。因为着眼于这些,我们才说在他自身的某些部分之间存在正义或不正:当他内在中本性当统治者施行统治,而本性当受统治者接受统治时,乃是正义;而当情况相反,无理性的部分施行统治,而具有理性的部分受统治时,则是不正。正如奴隶若统治主人那般,在不能自制者或放荡者之中,无理性的部分施行统治,而理知的部分受统治;但在自制者与节制者之中则相反,理性施行统治,而无理性的部分受统治。因此,作为统治者与受统治者,它们彼此之间存在正义。关于它们,此类正义究竟是什么亦已被屡次谈及:即受统治者应当顺从,而统治者应当为受统治者寻求并考量有利之事;在这些事物中,保全亦是如此得以实现的。

语法注5 条
  1. 1.75ἀλλὰ πῶς καὶ τὸ ἀδικεῖσθαι φαῦλον; ἢ ὡς ἐκπεπτωκὸς τοῦ ἴσου καὶ μέσου·

    疑问句后的 ἢ 引出自问自答(“抑或是因为……”)。ὡς 与中性主格完成时分词 ἐκπεπτωκός 连用,表示理由或根据:“作为背离了均等与中道者”。

  2. 1.75καὶ κακίας ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ σύνεγγυς

    引自亚里士多德原文(1138a35)的简缩引文。句法上 κακίας 为接续于省略的前置词 μετά 之后的属格,注释者随即用 τὸ ἀδικεῖν ... μετὰ κακίας 补足并解释了这一结构。

  3. 1.75ἀλλ’ οὐ μέλει τῷ ἰατρῷ, ἀλλά φασιν ὅτι μεῖζον κακὸν ἡ πλευρῖτις τοῦ πταίσματος, πρὸς τὴν φύσιν ἀποβλέποντες ἑκατέρου

    非人称结构 οὐ μέλει τῷ ἰατρῷ(“对医生而言无关紧要”)之后连用两个 ἀλλά,第二个 ἀλλά 引出积极的论断(“反而/而是说……”)。分词短语 πρὸς τὴν φύσιν ἀποβλέποντες 修饰复数动词 φασιν 的主语(泛指医生们)。

  4. 1.76ἀλλὰ τῶν αὑτοῦ τισιν

    引文中的 τῶν αὑτοῦ τισιν 由中性复数属格 τῶν αὑτοῦ(“他自身之物中的”)与与格 τισιν(“某些部分之间”)组合而成,指代灵魂各部分(有理性与无理性部分)之间的关系。

  5. 1.76Τοῦ Πλάτωνος ὁρίζοντος τὴν δικαιοσύνην ἐν τῇ ἰδιοπραγίᾳ τῶν τῆς ψυχῆς μερῶν

    独立属格结构(“由于/鉴于柏拉图将正义界定为灵魂各部分各司其职”),为主句主语 Ἀριστοτέλης 确立了对比性的讨论背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:71.1-72.27