← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§68.21-69.28

公道者的定义与对自身行不义的不可能

米海尔解释了宜人者的定义(不执泥于字面而甘愿少取者),继而注解亚里士多德关于人能否对自身行不义的探讨,借由自杀者的例证表明,在普遍的不正中,自杀所侵犯的是城邦而非自身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.72

" Τί μὲν οὖν τὸ ἐπιεικές, καὶ τί τὸ δίκαιον, καὶ τίνος βέλτιον δικαίου." Δηλαδὴ τοῦ νομίμου δικαίου καὶ διὰ τὸ καθόλου ἡμαρτημένου ἀλλ’ οὐ διὰ τὸ κακῶς κεῖσθαι. τοῦ τοιούτου δὴ δικαίου βέλτιον τὸ ἐπιεικές, ἀλλ’ οὐ τοῦ ἁπλῶς δικαίου καὶ κατὰ φύσιν. ὁ γὰρ τῶν τοιούτων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον.1 ἐπὶ τὸ χεῖρόν ἐστιν ἀκριβοδίκαιος ὁ τὰ γεγραμμένα ἐν τοῖς νόμοις πάντα φυλάσσειν βουλόμενος κατὰ τὸ ῥητὸν καὶ ἐπὶ τὸ χεῖρον ἐξηγούμενος. ὁ δ’ ἐπιεικὴς οὐ τοιοῦτος ἀλλ’ ἐλαττωτικός· τρέπει γὰρ τὰς κολάσεις καὶ τὰς εὐθύνας ἐπὶ τὸ ἔλαττον. οὐ γὰρ πικρῶς ἐπεξιέναι βούλεται τὰ πεπραγμένα οὐδὲ τῷ ῥητῷ ἐγκάθηται, ἀλλὰ τῇ διανοίᾳ χρῆται τοῦ νομοθέτου, κἂν τὸν νόμον ἤτοι τὸ ῥητὸν ἔχῃ βοηθοῦντα αὐτῷ πρὸς τὸ πικρῶς κολάζειν. πότερον ἐνδέχεται ἑαυτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ τῶν εἰρημένων. ζητήσας πρότερον περὶ τοῦ ἀκρατοῦς, εἰ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν, καὶ δείξας ὅτι οὐκ ἐνδέχεται (ἑκὼν γὰρ ἀποσυλᾶται ὑπὸ τῆς ἐρωμένης) νυνὶ καθόλου ζητεῖ προηγουμένως, εἰ ἐνδέχεται ἑαυτὸν ἀδικεῖν. τὰ μὲν γάρ ἐστι τῶν δικαίων κατὰ πᾶσαν ἀρετὴν ὑπὸ τοῦ νόμου τεταγμένα. ὅτι μὲν ἡ δικαιοσύνη ἡ μέν ἐστιν ἡ ὡς νομιμότης λεγομένη, ἣ ἐστι πάσης ἀρετῆς περιεκτική, ἡ δέ τις ὡς μερική, ὁμοίως καὶ ἀδικία ἡ μὲν καθόλου, ἡ δὲ ὡς μερική, εἴρηται καὶ δέδεικται· ὑπομιμνήσκει δὲ καὶ νῦν τὸ διττὸν καὶ δείκνυσιν ὅτι κατὰ μηδετέραν μήτε τὴν καθόλου ἀδικίαν μήτε τὴν κατὰ μέρος ἐνδέχεται ἑαυτὸν ἀδικεῖν, καὶ πρῶτόν γε ὅτι μὴ κατὰ τὴν καθόλου. ἐπιχειρεῖ δὲ πρότερον εἰς τὸ ἐναντίον πειρώμενος συνάγειν ὅτι ἀδικεῖ ἑαυτὸν κατὰ τὴν δικαιοσύνην ἐκείνην καὶ πᾶν τὸ κατὰ νόμον τὸ καθ’ ἡντιναοῦν ἀρετὴν γινόμενον. οὐ κελεύει γάρ, φησίν, ὁ νόμος ἀποκτιννύναι ἑαυτόν· ὁ δὴ ἀποκτείνας ἑαυτὸν παρανομεῖ, παρανομῶν δὲ ἀδικεῖ· ὁ ἀποκτείνας ἄρα ἑαυτὸν ἀδικεῖ. ἐπεὶ δὲ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, καὶ ὁ ἀποκτείνας ἑαυτὸν καὶ διὰ τοῦτο ἀδικήσας τινὰ ἠδίκησεν. τίνα οὖν; ἢ δῆλον ὅτι ἑαυτόν; ἔστιν οὖν ἑαυτὸν ἀδικεῖν. ἠδίκησε δὲ οὐκ ἄκων παρανομήσας ἀλλ’ ἑκών, καὶ οὐ μόνον ἑκὼν ἀλλὰ καὶ εἰδὼς ὃν καὶ ᾧ. ἀντιβλάπτει δὲ ὁ ἀμυνόμενός τινα ὑβρίσαντα ἤ τι κακὸν δράσαντα εἰς αὐτόν. ἀλλὰ τίνα; ἢ τὴν πόλιν, ἑαυτὸν δ’ οὔ; ἀναιρεῖ διὰ τούτου τὸν δοκοῦντα συνάγειν λόγον ὅτι ἔστιν ἀδικεῖν ἑαυτόν, λέγων ὅτι ὁ ἀνελὼν ἑαυτὸν ἀδικεῖ, ἀλλ’ οὐχ ἑαυτόν. ἑκὼν γὰρ ἑαυτὸν ἀνεῖλε, δέδεικται δὲ ὅτι ἑκὼν οὐδεὶς ἀδικεῖται· ὥστε ἑαυτὸν μὲν οὐκ ἀδικεῖ, ἀδικεῖ δέ τινα, ἤτοι τὴν πόλιν. ἀδικεῖ δὲ τὴν πόλιν, καθὸ ἀφαιρεῖται αὐτὴν στρατηγὸν ἢ στρατιώτην2 ἢ τεχνίτην ἤ τινα τοιοῦτον. ὁ γὰρ ἑαυτὸν ἀναιρήσας ἢ ἄρχων ἦν ἢ στρατιώτης ἢ τεχνίτης ἢ ἄλλο τι τῶν ἐκ τῆς πόλεως μερῶν· ὥστε ζημιώσας τὴν πόλιν πολίτου ἀδικεῖ τὴν πόλιν. διὸ καὶ ὡς τὴν πόλιν ἀδικήσαντα ζημιοῖ αὐτὸν ἡ πόλις. τίς δὲ ἡ ζημία τῷ ἑαυτὸν ἀποκτείναντι καὶ μηκέτι ὄντι; τὸ μὴ συγχωρεῖν ἐν μνήματι τεθῆναι· ἄταφον γὰρ κελεύουσιν οἱ πολῖται ῥίπτεσθαι· ἢ ἄλλην τινὰ τοιαύτην τιμωρίαν ὁρίζουσιν οἱ νόμοι κατ’ αὐτῶν.

“宜人之事是什么,公正之事是什么,以及它优于何种公正之事[均已述及]”。 显然,它优于依法律的公正,即因普遍性而产生过失、但绝非因制定不良而产生过失的公正。宜人之事诚然优于这种公正,但并非优于单纯的且依本性的公正。“因为选取并实行此类事物的人,以及不朝着更恶劣方向严求权利的人[乃是宜人者]”。“朝着更恶劣方向严求权利的人”,是指意图依照字面恪守法律中所写的一切、并朝着更恶劣方向进行解释的人。宜人者则不是这样的人,而是甘愿少取者;因为他将惩罚与问责转向较轻微的方向。因为他并不意欲苛刻地追究已行之事,亦不执着于字面,而是使用立法者的意图,哪怕法律(亦即字面)正协助他施行苛刻的惩罚。“能否对自身行不义,由已言及之事中显而易见”。在先前就不能自制者探讨了能否对自身行不义,并表明这是不可能的之后(因为他是自愿被心爱之人夺取财物),他如今普遍且从本题出发探讨能否对自身行不义。“因为在公正的事物中,有些是依照一切德性由法律所规定的”。正义一方面是被称作合法律性的正义,它包罗一切德性,另一方面则是某种部分的正义;同样,不正亦一方面是普遍的不正,另一方面是部分的不正,这些均已述及并得以证明。他如今亦提示了这种双重性,并表明无论依照哪一种不正——既非普遍的不正,亦非部分的不正——都不可能对自身行不义,且首先表明依照普遍的不正是不可能的。但他先从反面立论,试图推论出依照那种正义以及依任何德性而生成的合法律的一切事物,人都会对自己行不义。因为他说,法律并未命令人自杀;而自杀者违犯了法律,违犯法律者便行了不义;因此自杀者行了不义。然而,既然行不义者是对某人行不义,那么自杀并因此行了不义的人也就是对某人行了不义。那么是对谁呢?难道不显然是对他自己吗?因此,对自身行不义是可能的。而且他在违犯法律时并非非出于自愿,而是出于自愿,不仅出于自愿,而且知晓对象是谁、凭借何种手段。而抵御某个凌辱自己或向自己作恶之人的人,乃是以损害相回报。“然而又是对谁呢?难道是对城邦,而不是对自己吗?”借由此言,他驳斥了看似推导出可能对自身行不义的论证,说道自杀者固然行了不义,但并非对自己行不义。因为他是出于自愿自杀的,而业已证明无人出于自愿蒙受不义;是以他并没有对自己行不义,而是对某人、即对城邦行了不义。他之所以对城邦行了不义,乃在于他使城邦被夺去了将军、士兵、工匠或诸如此类的人。因为自杀者或是长官、或是士兵、或是工匠、或是属于城邦的其他组成部分;因此他使城邦遭受损失了一个公民的损害,便是对城邦行了不义。正因如此,城邦亦将他作为对城邦行不义者予以惩罚。然而,对于已经自杀且不复存在之人,惩罚又是什么呢?那便是不允许被安葬入坟墓;因为公民们命令将其不加埋葬地抛弃;抑或法律针对他们规定了某种其他类似的惩治。

语法注2 条
  1. 1.72ὁ γὰρ τῶν τοιούτων προαιρετικὸς καὶ πρακτικός, καὶ ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον

    此处摘引自《尼各马可伦理学》1137b34–1138a2(“……的人乃是宜人者”)。由于该句省略了后续的表语(ἐπιεικής,“宜人者”)与系动词(ἐστίν),仅保留作主语的一系列名词性词组,故在结构上补足系表关系理解为:“选取并实行此类事物的人,以及不朝着更恶劣方向严求权利的人[乃是宜人者]”。

  2. 1.72ἀφαιρεῖται αὐτὴν στρατηγὸν ἢ στρατιώτην

    此为动词 ἀφαιρέω(中动相,“夺去”)支配双宾格的结构,分别支配被剥夺的对象宾格(αὐτήν,指城邦)以及被夺去的人事宾格(στρατηγόν 等)。其中 αὐτήν 为阴性单数宾格代词,意为“从城邦那里剥夺了将军等”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:68.21-69.28