- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:67.14-68.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了普遍法律在具体特殊情形下(如为诛杀僭主而通奸或异邦人登上城墙卫城)必然产生过失的原因,以及宜人之事在此处所起的纠正作用。在辨析了“端底地”与“本性”等用语的含义之后,他通过莱斯沃斯式建筑中柔性铅尺的比喻,说明了为何对于因时而变的不确定事务须使用决议而非僵硬的法律。
τὸν γὰρ τυράννου γυναῖκα διαφθείραντα καὶ διὰ τὴν τοιαύτην μοιχείαν δυνηθέντα ἀνελεῖν τὸν τύραννον καὶ ἐλευθερώσαντα τὴν πόλιν ἕλκειν εἰς εὐθύνας πῶς οὐκ ἄν τις διημαρτημένως δίκαιον εἴποι;1 ἀλλὰ καὶ τὸ πολεμίων ἐπικειμένων ἀνελθόντα τὸν ξένον εἰς τὸ τεῖχος καὶ ἀριστεύσαντα ἀναιρεῖν σπεύδειν πόσης ἁμαρτίας γέμει; τοῦ δὴ νόμου καθόλου ἀγορεύοντος ἀλλοτρίας ἀπέχεσθαι γυναικός, καὶ διὰ τοῦτο εἰς εὐθύνας ἑλκομένου τοῦ τὸν τύραννον ἀνελόντος, ὁ ἐπιεικὴς ἐπανορθοῖ τὸ ἐλλειφθέν. εἰ γὰρ ᾔδει τοῦτο ὁ νομοθέτης ὅτι γενήσεται, προσέγραψεν ἂν τῷ νόμῳ τοῦτο, καὶ εἶχεν ἂν ὁ νόμος οὕτως· δεῖ πάσης ἀλλοτρίας γυναικὸς ἀπέχεσθαι πλὴν τῆς τοῦ τυράννου, εἰ μέλλει διὰ τῆς τοιαύτης μίξεως ἡ πόλις ἐλευθεροῦσθαι· καὶ δεῖ πάντα ξένον ἀνελθόντα ἐν πολέμῳ εἰς τὸ τεῖχος ἀναιρεῖσθαι πλὴν τοῦ ἀριστεύσαντος. ἐν οἷς οὖν μὴ οἷόν τε περὶ πάντων ὀρθῶς νομοθετῆσαι, κατὰ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων τοὺς νόμους τίθενται· ὡς ἐπὶ τὸ πολὺ γὰρ κακὸν τὸ μοιχεύειν καὶ τὸ ξένον ἐπὶ τὸ τεῖχος ἀνέρχεσθαι καὶ τὴν παρακαταθήκην μὴ διδόναι, οὐ μὴν ἀεί, ὡς εἴρηται. καὶ δῆλον ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν (δίκαιον γὰρ μὴ ἀποθανεῖν τὸν ἀριστεύσαντα μηδὲ τὸν ἀνελόντα τὸν τύραννον) καὶ βέλτιον τοῦ κατὰ νόμον δικαίου, ἀλλ’ οὐ τοῦ ἁπλῶς. λέγει δὲ ἁπλῶς δίκαιον τὸ κατὰ φύσιν, καὶ εἴη ἂν ἐν μὲν τῇ λέξει τῇ καὶ ἥμαρτεν ἁπλῶς εἰπὼν τὸ ἁπλῶς εἰρηκὼς ἀντὶ τοῦ καθόλου, ἐνταῦθα δὲ φύσει καὶ κατὰ φύσιν. ἐν δὲ αὖ τῇ λεγούσῃ καὶ ἔστιν αὕτη φύσις ἡ τοῦ ἐπιεικοῦς τὸ φύσις ἀντὶ τοῦ οὐσία καὶ τὸ εἶναι αὐτοῦ. ἔστιν οὖν ἡ φύσις ἡ τοῦ ὡς δευτέρου ἐπιεικοῦς, ἐξ οὗ καὶ ὁ ἐπιεικὴς παρωνόμασται, ἐπανόρθωμα τοῦ ἐλλείποντος ἐν τῷ νόμῳ, ὅπερ ἐλλεῖπον, εἰ παρῆν, ὁ νομοθέτης προσέθηκεν ἂν τῷ νόμῳ. τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα κατὰ νόμον εἶναι. τοῦ διαμαρτάνειν τοὺς νόμους τὸ τῶν πραγμάτων ἀόριστον καὶ ἄλλοτε ἄλλως ἔχειν ἐστὶν αἴτιον, καὶ τὸ μὴ πάντων νόμους τίθεσθαι μηδὲ περὶ πάντων νομοθετεῖν. ὅσα γὰρ ἄλλοτε ἄλλως ἔχει καὶ πρὸς τοὺς καιροὺς μεταπίπτει, περὶ τούτων ἀδυνατοῦσι νόμους τιθέναι, ἀλλὰ πρὸς τὰ τοιαῦτα ψηφίσμασι χρῶνται, οἷον τίσι δεῖ συμμαχεῖν καὶ πότε μετοικίας καὶ ποῦ ποιεῖσθαι, καὶ πότε ἐξαγωγὴν καὶ πότε μὴ τῶν ἐν τῇ χώρᾳ γενομένων ποιεῖσθαι. οἱ γὰρ καιροὶ καὶ αἱ χρεῖαι ἕκαστον τῶν τοιούτων μηνύουσιν· ὧν ἀορίστων ὄντων ἀδύνατον καθόλου νόμῳ τινὶ καὶ κανόνι τὴν περίληψιν ποιεῖσθαι. τὸ γὰρ ὁρίζον τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον καὶ τῇ τοῦ ὁριζομένου φύσει συμμεταπίπτει.2 τοῦ δὲ τῶν ἀορίστων τοὺς κανόνας ἀορίστους εἶναι καὶ συμμεταβάλλειν τοῖς ὁριζομένοις σημεῖον παρέθετο τὸν μολίβδινον κανόνα τῆς Λεσβίας οἰκοδομῆς. οὐ γὰρ ἐκ λείων λίθων καὶ ἴσως συντεθειμένων καὶ ἀπευθυσμένων ἡ καλουμένη Λέσβιος οἰκοδομὴ ᾠκοδόμηται. Λεσβία δὲ λέγεται οἰκοδομή, ὅτι ἐκείνοις ἐν συνηθείᾳ τοῦτο· εἰσοχὰς γὰρ καὶ ἐξοχὰς ἔχοντας τοὺς λίθους ᾠκοδόμουν. ὡς οὖν ἐκεῖνος ὁ μολίβδινος κανὼν ἐσχηματίζετο ταῖς τῶν οἰκοδομουμένων λίθων ἀνωμαλίαις, οὕτω δὴ καὶ τὰ ψηφίσματα ταῖς τῶν πραγμάτων ἄλλοτε ἄλλως χρείαις συμμεταβάλλεται. εἰπὼν δὲ τί ἐστιν ἐπιείκεια, λέγει ὅτι ἐκ ταύτης φανερὸν καὶ τίς ὁ ἐπιεικής.
因为诱惑了僭主之妻,并借由这种通奸得以诛杀僭主而解放城邦之人,若将他拉去追究责任,谁会不说这是一种产生过失的正义呢?不仅如此,在敌人逼近时登上城墙并立下战功的异邦人,若急于将他处死,这又充满了何等巨大的过失!在法律普遍规定须远避他人之妇,并因此将诛杀僭主之人拉去追究责任之时,宜人者便纠正了遗漏之处。因为立法者若知晓此事将会发生,便会将其补写入法律之中,而法律亦将作如下表述:“除城邦将借由此种苟合而得解放之情形外,须远避一切他人之妇”;以及“除立下战功者外,战时一切登上城墙之异邦人皆当处死”。因此,在无法就一切情况正确立法的事物中,人们便依照绝大多数情形制定法律;因为正如已言及的,通奸、异邦人登上城墙以及不归还寄托物,大体上是恶的,却并非始终如此。显然,宜人之事固然是公正的(因为立下战功者与诛杀僭主者不被处死乃是公正的),且优于依法律的公正之事,但并非优于端底的公正之事。他将依照本性的公正称为端底的公正;在“因端底地言说而产生过失”这一语句中,他使用“端底地”大概是用以指代“普遍地”,而在此处则是指“依本性”与“按照本性”。又在“这便是宜人之事的本性”这一语句中,“本性”是用以指代“本质”与其“存在”。因此,在第二种意义上的宜人之事——宜人者亦是由此得名——的本性,乃是对法律所遗漏之处的纠正;这遗漏之处,倘若立法者亲临其境,本是会将其添入法律中的。因为这也是并非一切事物皆能依法律而行的原因所在。法律产生过失的原因,在于具体事务的不确定性与因时而异的变动,以及未能对一切事物制定法律、亦未能就一切事物完成立法。因为凡是因时而异并依时机而变迁者,人们便无法就其制定法律,而是对这类事物使用决议,例如应当与何人结盟、何时在何地进行殖民、以及何时出口与何时不出口本地所产之物。因为时机与需要昭示了此类事物中的每一项;而在这些事物处于不确定之时,绝不可能通过某种普遍的法律与尺度将其囊括其中。因为规定因时而异者之尺度本身乃是不确定的,并且会随着被规定者的本性一同变迁。至于不确定之物的尺度亦是不确定的且随着被规定者一同改变,对此他举出了莱斯沃斯式建筑的铅尺作为例证。因为所谓莱斯沃斯式建筑,并非是由平滑且拼合规整、削切平直的石块构筑而成的。它被称为莱斯沃斯式建筑,是因为这在那些人中乃是惯习;他们是用具有凹陷与凸出的石块进行构筑的。因此,正如那柄铅尺是随着被砌筑石块的参差不齐而塑形,决议亦同样随着具体事务因时而异的需要而一同改变。在说明了何为宜人之后,他说道,由此亦清楚可知何为宜人者。
- 1.71διημαρτημένως δίκαιον εἴποι
副词 διημαρτημένως(错误地、处于过失之中)修饰 δίκαιον εἴποι 结构(或者修饰动词 εἴποι 并与述谓形容词 δίκαιον 结合,意为“错误地称之为公正”或“称之为包含过失的正义”)。不定代词 τις 为全句主语,不定式短语 ἕλκειν εἰς εὐθύνας 等充当 εἴποι 的宾语。
- 1.71τὸ γὰρ ὁρίζον τὸ ἄλλοτε ἄλλως ἔχον ἀόριστον καὶ τῇ τοῦ ὁριζομένου φύσει συμμεταπίπτει
本句主语为实质化分词短语 τὸ ὁρίζον(规定者/尺度),其宾语为 τὸ ἄλλοτε ἄλλως ἔχον(因时而异者)。谓语部分由省略系动词 ἐστί 的形容词 ἀόριστον(是不确定的)与由 καί 连接的限定动词 συμμεταπίπτει(一同变迁)构成的复合谓语组成。
