← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§66.10-67.14

公允与正义的关系及对普遍法律的纠正

注解亚里士多德《尼各马可伦理学》卷五第十章开篇(1137a31),米海尔阐明了关于宜人(公允)与正义之间关系的疑难(即二者若相异则不能同受称赞,若相同则无优劣之分),并通过指出宜人并非在属上与正义相异、而是作为对法定正义的纠正而优于某种正义来化解该难题,同时阐述了由于具体情境的不确定性,普遍法律必然会产生例外性的过失。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.71#1

" Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνην." Ἐπειδὴ ἡ ἐπιείκεια καὶ τὸ ἐπιεικὲς περὶ τὸ ἐπανορθωτικὸν δίκαιον, ὡς μαθησόμεθα, καταγίνονται, εἰκότως εἰπὼν περὶ τοῦ τοιούτου δικαίου, τί ποτέ ἐστι, λέγει καὶ περὶ ἐπιεικείας. καὶ ἔστι τὸ ἐπιεικὲς οὔτε ἁπλῶς ταὐτὸν τῷ δικαίῳ οὔθ’ ἕτερον, καὶ ἔστι τινὸς δικαίου βέλτιον τοῦ νομίμου, ὡς καὶ τὸ φύσει δίκαιον· βέλτιον γὰρ καὶ τοῦτο τοῦ νομίμου. ἐνδεικνύμενος δὲ ὡς οὐ πάντῃ ταὐτὸν τῷ δικαίῳ τὸ ἐπιεικές, ἐπήγαγε λέγων ὁτὲ μὲν τὸ ἐπιεικὲς ἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον λέγοντες ὡς βελτίων ἐστὶ τοῦ δικαίου· λέγομεν δὲ τοῦτο δηλονότι ὡς ἕτερον ὑπολαμβάνοντες τὸν ἐπιεικῆ τοῦ δικαίου. ἀλλὰ καὶ ὅταν ἐπὶ τὰ ἄλλα οἷον ἀνδρίαν ἢ σωφροσύνην ἢ τέχνην μεταφέροντες λέγωμεν ὅτι ὁ σώφρων, εἰ τύχοι, ἐπιεικέστερος τοῦ ἀνδρείου ἢ οὗτος τοῦ σώφρονος, ἢ ὁ οἰκοδόμος τοῦ γεωργοῦ ἢ οὗτος τοῦ οἰκοδόμου, ὅταν οὖν μεταφέροντες οὕτω λέγωμεν, δῆλον ὅτι τῷ ἐπιεικέστερος χρώμεθα1 οὐχ ὡς τῷ δικαιότερος ἀλλ’ ὡς τῷ κρείττων καὶ βελτίων ὁ ἀνδρεῖος τοῦ σώφρονος ἢ οὗτος ἐκείνου. ἕτερος ἄρα ὁ ἐπιεικὴς ἐκ τούτου φαίνεται τοῦ δικαίου καὶ τὸ ἐπιεικὲς τοῦ δικαίου. πάλιν δέ, φησίν, ἀκολουθοῦσι τῷ λόγῳ2 ἄτοπον ἂν δόξειεν εἶναι, εἰ τὸ ἐπιεικὲς ἕτερον ὂν τοῦ δικαίου ἐπαινετόν ἐστιν. εἰ γὰρ ἕτερον ὂν ἐπαινετόν ἐστι, τὸ δίκαιον οὐ σπουδαῖον οὐδ’ ἐπαινετόν· εἰ δὲ τὸ δίκαιον ἐπαινετόν, τὸ ἐπιεικὲς οὐκ ἐπαινετόν. οὕτως οὖν ἀπορήσας λέγει μηδὲν ὑπεναντίον ἔχειν τοὺς λόγους, ἀλλ’ ἀληθεύειν καὶ τὸν λέγοντα ὅτι ἕτερον ἐστι καὶ τὸν λέγοντα μὴ εἶναι ἕτερον, καὶ ὁμοίως τὸν λέγοντα ὅτι τὸ ἐπιεικὲς βέλτιον τοῦ δικαίου καὶ τὸν λέγοντα μὴ εἶναι βέλτιον. ἔστι γάρ τινος δικαίου κρεῖττον, οὐ μὴν παντός, καὶ οὐχ ὡς ἄλλο τι ὂν κατὰ γένος κρεῖττόν ἐστι τοῦ δικαίου, ἀλλὰ δίκαιον ὂν ἔστι τινος δικαίου κρεῖττον. καὶ ἀμφοῖν σπουδαίοιν ὄντοιν κρεῖττον τὸ ἐπιεικές, οὐ παντὸς δικαίου, ὡς εἴρηται, λέγων τὸ ἐπιεικὲς εἶναι κρεῖττον,3 εἴ γε καὶ αὐτὸ δίκαιον, ὡς εἶπεν (εἰ γάρ ἐστι τὸ ἐπιεικὲς δίκαιόν τι, ἔστι δὲ παντὸς δικαίου κρεῖττον, εἴη ἂν καὶ ἑαυτοῦ κρεῖττον· τὸ δὲ κρεῖττον χείρονος κρεῖττον, ὥστε εἴη ἂν ἑαυτοῦ χεῖρον καὶ κρεῖττον), ἀλλ’ ἔστι κρεῖττον δικαίου τοῦ κατὰ συνθήκην καὶ νόμον· ἐπανόρθωμα γάρ ἐστιν, ὡς ἐρεῖ, τοῦ τοιούτου δικαίου τὸ ἐπιεικές. ἀμφοῖν δή, φησί, τοῦ τε κατὰ συνθήκην καὶ νόμον δικαίου καὶ τοῦ ἐπιεικοῦς ὄντοιν σπουδαίοιν, κρεῖττον τὸ ἐπιεικές. εἰπὼν δὲ ὅτι τὸ ἐπιεικὲς ἐπανόρθωμα νομίμου δικαίου (τὸ γὰρ ἁμαρτηθὲν αὐτοῦ ἐπανορθοῦται) δείκνυσιν ὅτι ἀναγκαῖόν ἐστιν ἁμαρτεῖν τὸν κατὰ συνθήκην νόμον διὰ τὴν τῶν πραγμάτων ἀοριστίαν καὶ τὸ ἄλλοτε ἄλλως ἐπισυμβαίνειν. ὁ μὲν γὰρ νόμος καθόλου κελεύει τὸν μὴ ἀποδιδόντα τὴν παρακαταθήκην ἄτιμον εἶναι, τὸν ξένον, εἰ ἐπὶ τὸ τεῖχος ἀνέλθοι ἀναιρεῖσθαι ὑπὸ τῶν πολιτῶν, τὸν τῇ ἀλλοτρίᾳ μιγνύμενον εὐθύνεσθαι, καὶ ἔστιν ἕκαστον τούτων ἡ ἀτιμία καὶ ἡ ἀναίρεσις καὶ τὸ εὐθύνεσθαι δίκαια, συμβαίνει δέ ποτε μὴ εἶναι δίκαια, ἀλλ’ ἡμαρτημένα.

“关于宜人与宜人之事,宜人对正义具有怎样的关系。” 既然正如我们将要获知的,宜人与宜人之事乃是关于纠正性正义的,那么在谈论了此类正义究竟是什么之后,他亦谈论宜人便是合情合理的。宜人之事既非与公正之事截然同一,亦非截然相异,且它优于某种公正之事,即法定之公正,正如本性上之公正一样;因为后者亦优于法定之公正。他在指明宜人之事并非在各方面皆与公正之事同一时,接着说道,有时我们称赞宜人之事以及这样的人,说他优于公正之人;显而易见,我们如此说,乃是将宜人者理解为不同于公正者。不仅如此,当我们将其引申并转用到其他事物上,例如勇敢、节制或技艺,说道譬如节制者比勇敢者更宜人,或后者比节制者更宜人,抑或建筑师比农夫更宜人,农夫比建筑师更宜人时——当我们如此转用而述说时,显然我们使用“更宜人”并不是作为“更公正”,而是作为勇敢者比节制者、或后者比前者“更优良且更好”。由此可见,宜人者便显现为不同于公正者,而宜人之事亦显现为不同于公正之事。但他又说,对于依循此论证者而言,若宜人之事在不同于公正之事的同时却是值得称赞的,这似乎会显得荒谬。因为如果它作为相异者是值得称赞的,那么公正之事便并非优良的,亦非值得称赞的;但若公正之事是值得称赞的,那么宜人之事便不是值得称赞的。在他如此提出疑难之后,便说这些论证并无任何相悖之处,而是无论主张它是相异者的,抑或主张它并非相异者的,皆在言说真理;同样,无论主张宜人之事优于公正之事的,抑或主张它并非优于公正之事的,亦皆在言说真理。因为它确实优于某种公正之事,而非优于一切公正之事;且它并非作为属上的另一事物而优于公正之事,而是在自身即为公正的同时,优于某种公正之事。并且在二者皆为优良之物时,宜人之事更为优良,但正如已言及的,说宜人之事更为优良,并不是指它优于一切公正之事——倘若它自身亦如他所说的那样是公正的(因为如果宜人之事是某种公正之事,却又优于一切公正之事,它便亦将优于自身;而更优者乃是相对于更劣者而言的更优者,以致于它将既劣于自身又优于自身);相反,它是优于依照约定与法律的公正之事;因为正如他将要指出的,宜人之事正是对此类公正之事的纠正。因此他说,在依约定与法律的公正之事和宜人之事二者皆为优良之物时,宜人之事更为优良。在指明宜人之事乃是法定公正的纠正之后(因为纠正的是其产生过失之处),他便指明:由于具体事务的不确定性以及在不同时候以不同方式附加发生,依约定的法律产生过失是不可避免的。因为法律普遍地规定:不归还寄托物者当被剥夺公权;异邦人若登上城墙当被公民处死;与他人之妇私通者当受惩处;而这些处置中的每一项——剥夺公权、处死以及受惩处——原本都是公正的,但有时却恰好不是公正的,而是产生了过失。

语法注3 条
  1. 1.71τῷ ἐπιεικέστερος χρώμεθα

    中性单数与格定冠词 τῷ 引号式地将主格比较级形容词 ἐπιεικέστερος 实词化,作为支配与格的动词 χρώμεθα 的宾语,表示“我们使用‘更宜人’[这一语词]”。

  2. 1.71ἀκολουθοῦσι τῷ λόγῳ

    阳性复数与格分词,在非人称潜在构式 ἄτοπον ἂν δόξειεν εἶναι 中充当判断主体与格(关涉与格),意为“对于依循该论证的人们而言[似乎是荒谬的]”。

  3. 1.71λέγων τὸ ἐπιεικὲς εἶναι κρεῖττον

    阳性单数主格分词 λέγων 与主语(亚里士多德)一致,构成解释性分词短语,对前面的命题进行限制说明:“正如已言及的,说宜人之事更为优良,并不是指它优于一切公正之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:66.10-67.14