← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§65.3-66.9

公正的适用范围与诸神中无公正

米海尔疏明了亚里士多德的文句,阐释了公正适用的领域仅限于可能产生过度与不足的工具性善物(如财富与荣誉)的分配;由此说明了为何诸神与无可救药的恶人均无公正可言,并论及了柏拉图关于神之德性的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.70

" Ἔστι δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν." Ἦν ἂν σαφεστέρα ἡ λέξις, εἰ οὕτως πως εἶχεν· τῶν δικαίων τὸ μὲν ὡς εἴρηται διανεμητικὸν τὸ δ’ ἐπανορθωτικόν, ταῦτα δὲ τὸ διανεμητικὸν καὶ τὸ ἐπανορθωτικὸν ἐν τούτοις ἐστὶ τοῖς μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, ἐν οἷς ἐστι καὶ ἡ εὐδαιμονία. ἁπλῶς δὲ ἀγαθά ἐστι κυρίως μὲν τὰ τῇ ἑαυτῶν φύσει ἀγαθά, οἷον αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, δεύτερον δὲ ἁπλῶς ἀγαθὰ τὰ ὀργανικὰ καὶ αἱ δυνάμεις, ἀγαθὰ ὄντα τοῖς κατὰ φύσιν ἔχουσιν, οὐ τοῖς παρὰ φύσιν. τίνα δέ ἐστι τὰ ὀργανικὰ ἀγαθὰ καὶ αἱ δυνάμεις σαφηνίζων ἐπήγαγεν ἐν οἷς ἐστιν1 ὑπερβολὴ καὶ ἔλλειψις, ὡς πλοῦτος, τιμαί, δυναστεία πολιτική. ἐν τούτοις γὰρ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ οὐκ ἐν τοῖς ἁπλῶς ἀγαθοῖς ταῖς ἀρεταῖς· ἐν γὰρ ταῖς ἀρεταῖς ὡρισμέναις οὔσαις καὶ μεσότησιν, ὡς δέδεικται, ὑπερβολὴ καὶ ἔλλειψις οὐκ ἔστιν. ἐν οἷς δ’ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἐν τούτοις καὶ τὸ πλεονεκτεῖν καὶ μειονεκτεῖν, κατ’ ἀρετὴν δὲ οὐ γίνεται πλεονεξία. οὐ γὰρ οἷόν τέ τινος ἀρετὴν λαβεῖν βιασάμενον τὸν ἔχοντα, ὡς ἐπὶ τῶν χρημάτων καὶ κτημάτων γίνεται. ἐν γὰρ τούτοις καθ’ ὥραν ἀφαιρεῖται βίᾳ ὅδε τοῦδε τὸ χωρίον, τὴν ἄμπελον, τὸ νόμισμα, τὰ λοιπά· τὴν ἀνδρίαν δὲ τοῦ ἀνδρείου ἀφελέσθαι ἢ τὴν ἐπιστήμην τοῦ ἐπιστήμονος βίᾳ οὐδεὶς δύναται. ὧν οὖν ἔχουσιν οἱ ἄνθρωποι ὑπερβολὴν καὶ ἔλλειψιν, ἐν τούτοις τὰ δίκαια· τῷ γὰρ δύνασθαι τούτων τῶν ἀγαθῶν καὶ πλέον τινὰ ἔχειν καὶ ἔλαττον, περὶ τὴν τούτου νομὴν καὶ ἐπανίσωσιν τὰ δίκαιά ἐστιν, ἐπεὶ οἷς γε μηδέν ἐστι τῶν τοιούτων ἀγαθῶν, τούτοις οὐδ’ ὑπερβολὴ τῶν τοιούτων οὐδ’ ἔλλειψίς ἐστιν, εἰ δὲ μὴ αὗται, οὐδὲ τὸ ἐπανορθωτικὸν ἢ τὸ διανεμητικὸν δίκαιον. ἐν μὲν οὖν τοῖς θεοῖς ἐν οἷς οὐ πλοῦτος, οὐ δόξα, οὐ τιμή, οὐκ ἀρχή, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἀγαθῶν, οὐδὲ δίκαιον οὔτε τὸ διανεμητικὸν οὔτε τὸ ἐπανορθωτικὸν ὑπάρχει. ἀλλ’ οὐδὲ οἷς ἔστιν, οὖσι δὲ ἀνιάτοις ὑπὸ τρυφῆς καὶ ἀκολασίας καὶ πάσης ἀσελγείας, οὐδ’ ἐν τούτοις ἐστὶν δίκαιόν τι τῶν εἰρημένων.2 ἐν γὰρ ἀγαθοῦ τινος ἢ ὠφελίμου νομῇ ἴσῃ κατὰ ἀναλογίαν τὸ ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, εἴ γε ἐπανισοῖ τὸν πλεονεκτοῦντα καὶ τὸν πλεονεκτούμενον· οἷς δὲ εἴσοδον τὸ ἀγαθὸν καὶ ὠφέλιμον οὐκ ἔχει οὐδὲ πολιτεύεσθαι δύναται, ἐν τούτοις οὐδὲ δίκαιόν τί ἐστιν. ἀλλὰ τοῖς μὲν ἀνιάτοις οὐδὲν τῶν τοιούτων ἀγαθῶν ὠφέλιμον, τισὶ δὲ μέχρι τινός εἰσιν ὠφέλιμα, τοῖς μεταξὺ οὖσι καὶ τοῖς μὴ πάντῃ διεστραμμένοις καὶ τοῖς νόμοις καὶ ἔθεσι μὴ φαύλοις πολιτευομένοις. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· ἐν δὲ τῇ λέξει τῇ οἷον ἴσως τοῖς θεοῖς τὸ ἴσως πρόσκειται διὰ τὸν Πλάτωνα λέγοντα ὅτι ἔστιν ἀρετὴ θεοῦ, ὥστε εἰ ἔχει ἀρετὴν ὁ θεός, ἔσται καὶ δίκαιόν τι ἐν αὐτῷ, εἰ δὲ τοῦτο, καὶ χρήματα. ὁ μὲν οὖν Πλάτων λέγει ἀρετὴν εἶναι ἐν τοῖς θεοῖς, Ἀριστοτέλης δὲ οὐκ ἀποδέχεται τὸ δόγμα φάσκων ἐν ἄλλοις, ἐὰν ἡ ἀρετὴ μετρῇ τε καὶ τάττῃ τὰ πάθη, ἔστι δὲ ἐν τοῖς θεοῖς ἀρετή, ἔσονται ἐν αὐτοῖς καὶ τὰ πάθη.

“公正之事存在于那些分享无条件之善的事物的人们之中。” 若文句大致作如下表述,当更为明晰:“在公正之事中,正如已言及的,一种是分配性的,另一种是纠正性的;而这分配性的与纠正性的公正,存在于那些分享无条件之善的事物的人们之中,幸福亦存在于这些人之中。”无条件之善的事物,在严格意义上是指按其自身本性即为善者,例如诸德性以及依德性的活动;第二种无条件之善则是工具性的善与诸权能,它们对于处于顺乎自然状态的人而言是善的,对于处于反乎自然状态的人而言则非善。他在阐明何为工具性的善与诸权能时接着补充道“在其中存在过度与不足”,例如财富、荣誉、政治支配权。因为在这些事物中存在过度与不足,但在作为无条件之善的诸德性中则不存在;因为正如业已表明的,诸德性作为被规定的且作为中道,其中并不存在过度与不足。而在凡是有过度与不足的事物中,在其中亦有占多与得少,但依照德性而言则不产生多得。因为不可能如在金钱与产业上发生的那样,通过强迫持有德性者来夺走其德性。因为在那些事物上,此人随时都在以暴力夺走彼人的土地、葡萄园、货币以及其余财物;然而要以暴力夺去勇敢者的勇敢或通晓者的知识,却无人能够做到。因此,在凡是人们能够对其有过度与不足的事物上,公正之事便存在于其中;因为由于可能将这些善物拥有得过多或过少,公正之事便关乎其分配与均等化;因为对于完全没有此类善物的人而言,此类事物既无过度亦无不足,而若无此二者,便既无纠正性公正亦无分配性公正。因此,在没有财富、没有声望、没有荣誉、没有统治权、亦无任何其他此类善物的诸神之中,既不存在分配性公正亦不存在纠正性公正。但对于那些虽拥有这些事物,却因奢靡、放荡及一切淫逸而已无可救药的人而言,在他们之中亦不存在上述的任何一种公正。因为如果纠正性与分配性公正确实均等化了多得者与少得者,那么它就存在于依比例对某种善的或有益之物的同等分配之中;而对于善的且有益之物无法进入亦无法在其中发挥政治功用的人们而言,在他们之中亦无任何公正。然而对于无可救药的人而言,此类善物没有一样是有益的;但对于某些人而言,它们在一定限度内是有益的——即对于那些处于中间状态、未完全败坏、且依循并非低劣的法律与习俗而过城邦生活的人们。所言之事大致如此;而在“例如或许对于诸神”这一语句中,附加“或许”一词乃是由于柏拉图曾说存在神的德性,因而如果神拥有德性,在他之中亦将存在某种公正,而若如此,亦将存在财富。柏拉图固然主张诸神之中存在德性,但亚里士多德并不赞同这一主张,他在其他著作中说道:如果德性衡量并规整诸情感,而诸神之中存在德性,那么诸神之中亦将存在诸情感。

语法注2 条
  1. 1.70οἷς δὲ εἴσοδον τὸ ἀγαθὸν καὶ ὠφέλιμον οὐκ ἔχει οὐδὲ πολιτεύεσθαι δύναται, ἐν τούτοις οὐδὲ δίκαιόν τί ἐστιν

    οἷς 为与格关系代词(“在那些人之中”)。其后并列从句 οὐδὲ πολιτεύεσθαι δύναται 的动词 δύναται 为第三人称单数,在语法上不能以复数的“那些人”(οἷς ... τούτοις)为主语,而是承接前述的中性单数主语 τὸ ἀγαθὸν καὶ ὠφέλιμον,作比喻性理解(“善与有益之物亦无法在城邦政治中发挥功用”)。

  2. 1.70ἀλλ’ οὐδὲ οἷς ἔστιν, οὖσι δὲ ἀνιάτοις ὑπὸ τρυφῆς καὶ ἀκολασίας καὶ πάσης ἀσελγείας, οὐδ’ ἐν τούτοις ἐστὶν δίκαιόν τι τῶν εἰρημένων

    句法骨架为 οἷς ἔστιν, οὖσι δὲ ἀνιάτοις... οὐδ' ἐν τούτοις ἐστὶν δίκαιόν τι,前置关系分句中的与格代词 οἷς(所属与格,“对于拥有它们的人而言”)及其分词 οὖσι,在主句中由介词短语 ἐν τούτοις 加以承接。此句与前文诸神的情况(诸神不具有外在善物)相对立,指那些“虽拥有外在善物(οἷς ἔστιν),但因奢靡等而不可救药者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:65.3-66.9