- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:63.21-65.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对知晓公正与不正之事无须智慧的流行观点(1137a9),米海尔区分了自身与偶性的认识,并类比医术论证了获得状态之不易;随后针对公正之人同样甚至更能行不正的看法(1137a17),依凭出于品性状态而行动的本质进行了驳斥。
" Ὁμοίως δὲ καὶ τὸ γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν οἴονται σοφὸν εἶναι." Ὡς οὖν τὸ δίκαιον εἶναι ῥᾴδιόν ἐστιν, φασὶν οἱ ἄνθρωποι, διότι καὶ τὸ τὰ δίκαια πράττειν εὐπετὲς καὶ ἕτοιμον, οὕτω καὶ τὸ γνῶναι τὰ δίκαια οὐδὲν χαλεπόν. λέγουσι γὰρ οἱ νόμοι περὶ δικαίων καὶ ἀδίκων, τὸ δὲ γνῶναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα οὐδὲν σπουδαῖον, ὥστε τὸ εἰδέναι τὰ δίκαια καὶ ἄδικα ῥᾴδιον καὶ οὐ χαλεπόν· οὐ γὰρ χαλεπὸν συνιέναι τὰ ὑπὸ τῶν νόμων λεγόμενα. λέγει δὲ πρὸς ταῦτα ὁ Ἀριστοτέλης· οὐκ ἔστι τοῖς δικαίοις τὸ δικαίοις εἶναι ἐν τῷ ἐξ ἀκοῆς γινώσκεσθαι1 ὅτι μὴ δεῖ τὴν παρακαταθήκην κατέχειν ἢ οὐ δεῖ κλέπτειν. τὸ γὰρ δίκαιον καὶ τὸ ἄδικον εἶναι τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός.2 κατὰ συμβεβηκὸς γὰρ δίκαιόν ἐστι τό τε ἐξ ἀκοῆς γινωσκόμενον ὅτι δίκαιόν ἐστι, καὶ τὸ πραττόμενον δι’ ἀπάτην. τὸ γὰρ τὴν παρακαταθήκην δοῦναι ἐπιβούλως ὑπὲρ τοῦ αὖθις πλέον τι λαβεῖν καὶ μὴ ἀποδοῦναι δίκαιον μέν, ἀλλὰ κατὰ συμβεβηκός, καθὸ νόμιμον καὶ διηγορευμένον τῷ νόμῳ. καθ’ αὑτὸ δὲ δίκαιόν ἐστι τὸ πραττόμενον ἀπὸ ἕξεως τῆς δικαιοσύνης, καὶ ἐκεῖνος οἶδε κυρίως τὸ δίκαιον ὁ πράττων ἀπὸ τῆς ἕξεως. εἰ δὲ τὸ κυρίως εἰδέναι τὸ δίκαιόν ἐστι τὸ ἀπὸ ἕξεως πράττειν, τὰς δὲ ἕξεις ἐπικτᾶσθαι χαλεπόν, οὐδὲ τὸ τὰ δίκαια ἄρα εἰδέναι ῥᾴδιον ἀλλὰ χαλεπόν, καὶ πλέον, φησίν, ἔργον καὶ χαλεπώτερον πρᾶγμά ἐστιν ἡ τῶν δικαίων εἴδησις τῆς τῶν ὑγιεινῶν γνώσεως, ὅσῳ καὶ τὸ δίκαιον εἶναι τοῦ ἰατρὸν εἶναι χαλεπώτερον. ὡς γὰρ ἐπ’ ἐκείνων τὰ μὲν οἷς χρῆται ὁ ἰατρὸς πρὸς ὑγείαν ῥᾴδιον εἰδέναι, οἷον οἶνον, σῖτον, ἐλλέβορον, καῦσιν, τομήν, οὐ μὴν καὶ τὸ ταῦτα εἰδέναι ἐστὶ τὸ εἰδέναι τὰ ὑγιεινά, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλὰ τὸ εἰδέναι ὅτι ταῦτά ἐστιν ὑγιεινὰ ἐν τῷ χρῆσθαί ἐστιν αὐτοῖς ἀπὸ ἕξεως ἰατρικῆς, τοῦτο δέ ἐστι τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου προσφέρειν, ὃ οὐ ῥᾴδιον, διότι μηδὲ τὴν ἰατρικὴν κτήσασθαι ῥᾴδιον. ὅσον δὴ ἔργον ἐστὶ καὶ δύσκολον τὸ ἰατρὸν γενέσθαι, τοσοῦτον καὶ τὴν προσήκουσαν χρῆσιν αὐτῶν εἰδέναι.
“同样,他们亦认为知晓公正之事与不公正之事绝非什么智慧。” 因此,正如人们所说,做公正的人是容易的,因为施行公正之事亦是轻而易举且随时可行的,同样,知晓公正之事亦绝非难事。因为法律论及公正与不公正之事,而知晓法律所言之事绝非什么要紧的难事,以致知晓公正与不公正之事是容易而非困难的;因为理解法律所言之事并非难事。然而亚里士多德针对这些看法说道:对于公正之人而言,成为公正之人并不在于凭道听途说得知不应扣留寄托物或不应偷窃。因为公正与不公正,一种是就自身而言的,另一种则是偶性的。因为凭道听途说而得知其为公正之事,以及出于欺瞒所做之事,乃是偶性上的公正。因为居心叵测地交还寄托物,以便日后索取更多且不再奉还,固然是公正的,但只是偶性上的,仅在于它是合法的且为法律所明文规定。而就自身而言的公正,则是出于正义的状态所行之事,且唯有出于该状态而行动的人才真正知晓何为公正。如果真正知晓何为公正就是出于状态而行动,而获得诸状态是困难的,那么知晓公正之事亦就绝非容易而是困难的;而且他说,对公正之事的认识比起对健康之事的认识是一件更重大的工作和更困难的事,正如做公正之人比做医生更为困难一样。因为正如在那些事物中,医生为了健康所使用的手段,例如酒、谷物、嚏根草、灼烧、切割,固然容易知晓,但知晓这些并不等于知晓健康之事,除非是偶性上的;相反,知晓这些乃是健康之事,存在于出于医术的状态来使用它们之中,而这乃是指何时、如何以及施用到何种程度,这绝非容易,因为获得医术亦非容易。确实,成为医生是多么繁重而困难的一项工作,知晓它们的合宜用法亦同样是多么繁重而困难。
"Δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν ἧττον τὸ ἀδικεῖν." Δι’ ἣν αἰτίαν οἴονται οἱ ἄνθρωποι ῥᾴδιον εἶναι τὸ εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα (οἴονται δὲ ῥᾴδιον εἶναι διὰ τὸ οἴεσθαι δίκαιον καὶ ἄδικόν τινα 〈εἶναι〉, ὅτε θέλει, ἐπ’ αὐτῷ εἶναι), διὰ ταύτην τὴν αἰτίαν ἡγοῦνται καὶ τοῦ δικαίου μηδὲν ἧττον εἶναι τὰ ἄδικα ποιεῖν ἢ τοῦ ἀδίκου, ἀλλὰ καὶ μᾶλλον· μᾶλλον γάρ φασι τὸν δίκαιον δύνασθαι ποιεῖν τὰ ἄδικα τοῦ ἀδίκου καὶ ἁπλῶς τῶν πολλῶν καὶ τυχόντων (μᾶλλον γὰρ ὁ δίκαιος τοῦ τυχόντος δύναται συγγενέσθαι γυναικὶ καὶ πατάξαι τὸν γείτονα) καὶ τὸν ἀνδρεῖον μᾶλλον τοῦ δειλοῦ ἀφεῖναι τὴν ἀσπίδα ἐν τῷ πολέμῳ καὶ φυγεῖν. μᾶλλον δέ φασιν οἱ πολλοὶ δύνασθαι τούτους ταῦτα, καθ’ ὅσον αὐτὰ ἴσασι μᾶλλον· τοῦ γὰρ τὸ ἐναντίον εἰδότος καὶ τὸ ἐναντίον εἰδέναι.3 ταῦτα δὲ λέγουσι διὰ τὸ οἴεσθαι τὸ τὸν ἄδικόν τι ποιήσαντα εὐθὺς καὶ ἄδικον εἶναι, ἀλλὰ μὴν τὸ ποιεῖν τὸ ἄδικον ῥᾴδιον, ὁμοίως καὶ τὸ δίκαιον, καὶ τὸ ἄδικον ἄρα καὶ δίκαιον εἶναι ῥᾴδιον. οὐκ ἔστι δὲ ἀληθὲς τὸ τὸν δίκαιον ἢ ἄδικον ποιοῦντα εὐθὺς καὶ δίκαιον ἢ ἄδικον εἶναι, οὐδὲ τὸν τὴν ἀσπίδα ῥίψαντα δειλὸν εἶναι. ἀλλὰ τὸ ὡδὶ ἔχοντι ταῦτα ποιεῖν,4 οἷον ἀπὸ κακίας· δειλὸς γὰρ ὁ διὰ δειλίαν τὴν ἀσπίδα ῥίψας καὶ ἄδικος ὁ δι’ ἀδικίαν πλεονεκτῶν καὶ ὅλως ὁ καθ’ ἕξιν τι ποιῶν ἀγαθὴν ἢ φαύλην ἀγαθὸς ἢ φαῦλός ἐστιν. εἰ δὲ τὸ ἀπὸ ἕξεως ἀδίκου τὰ ἄδικα ποιεῖν τὸ ἀδικεῖν ἐστιν, οὐ μόνον οὐ ῥᾴδιον τῷ δικαίῳ τὸ ἀδικεῖν, ἀλλὰ καὶ ἀδύνατον· ὡς γὰρ εἶπεν ἀρχόμενος τοῦδε τοῦ βιβλίου, αἱ μὲν ἐπιστῆμαι τῶν ἐναντίων εἰσίν, οὐκέτι δὲ καὶ αἱ ἕξεις.
“而正因这一点,他们亦认为行不正丝毫不更少地属于公正之人。” 基于人们认为知晓公正与不公正之事是容易的这一原因(而他们之所以认为是容易的,是由于认为一个人只要想要便做公正与不公正的人取决于其自身),正基于这一原因,他们认为做出不公正之事属于公正之人亦丝毫不亚于属于不公正之人,反而甚至更属于他。因为他们声称,公正之人比不公正之人,且一般而言比芸芸众生和平常之人更能做出不公正之事(因为公正之人比平常之人更能与妇人私通以及击打邻人),而勇敢之人亦比懦夫更能于战阵中弃盾逃跑。大众声称这些人更能做出这些事,是由于他们对此更加知晓;因为知晓对立面,亦属于知晓对立面者。但他们之所以这样说,是因为认为做出了某件不公正之事的人立即就是不公正的人;然而,做出不公正之事固然容易,做出公正之事同样如此,因此做不公正的人与做公正的人亦是容易的。然而,做出公正或不公正之事的人立即就是公正或不公正的人并非属实,弃盾之人立即就是懦夫亦非属实;相反,乃在于处于某种特定状态中做出这些事,例如出于恶习。因为出于懦弱而弃盾者才是懦夫,出于不公正而占便宜者才是不公正的,总而言之,出于优良或低劣的状态而做事者才是善人或恶人。但如果出于不公正的状态做出不公正之事才是行不正,那么对于公正之人而言,行不正不仅不是容易的,反而是不可能的;因为正如他在本书开篇所言,科学固然关乎对立双方,但状态却不再如此。
- 1.68οὐκ ἔστι τοῖς δικαίοις τὸ δικαίοις εἶναι ἐν τῷ ἐξ ἀκοῆς γινώσκεσθαι
与格 τοῖς δικαίοις 位于句首,作为所有或判断主体的与格(“对于公正之人而言”),主语是带冠词的不定式短语 τὸ δικαίοις εἶναι(“作为公正之人”)。谓语为介词短语 ἐν τῷ ... γινώσκεσθαι,构成对本质规定的否定:“对于公正之人而言,作为公正之人并不在于……”。
- 1.68τὸ γὰρ τὴν παρακαταθήκην δοῦναι ἐπιβούλως ὑπὲρ τοῦ αὖθις πλέον τι λαβεῖν καὶ μὴ ἀποδοῦναι δίκαιον μέν, ἀλλὰ κατὰ συμβεβηκός
主语是由冠词 τὸ 统领的扩展不定式短语 τὸ ... δοῦναι ... καὶ μὴ ἀποδοῦναι,表语形容词 δίκαιον 之后省略了系动词 ἐστί。句子的基本骨架为:“[为了日后索取更多且不再归还而]交还寄托物,固然是公正的,但只是偶性上的”(λαβεῖν καὶ μὴ ἀποδοῦναι 受 ὑπὲρ τοῦ 支配)。
- 1.69τοῦ γὰρ τὸ ἐναντίον εἰδότος καὶ τὸ ἐναντίον εἰδέναι
属格分词短语 τοῦ ... εἰδότος 是省略了系动词 ἐστί 的所有/特征性质的表语属格,不定式 καὶ τὸ ἐναντίον εἰδέναι 为真正主语,结构意为:“因为知晓对立面,亦属于知晓对立面者”。
- 1.69ἀλλὰ τὸ ὡδὶ ἔχοντι ταῦτα ποιεῖν
承接前句 οὐκ ἔστι δὲ ἀληθὲς τὸ τὸν δίκαιον ἢ ἄδικον ποιοῦντα εὐθὺς καὶ δίκαιον ἢ ἄδικον εἶναι 的高度省略结构。此处默会了主节表语 ἀληθές [ἐστι] 或“使其成为公正/不公正之人”之意,骨架为:“相反,处于某种状态中做出这些事[才是真实的/才使人成为如此]”。
