- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:62.21-63.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对《尼各马可伦理学》第五卷第九章,阐明了无知作出判决的裁判官与获得较多者是否行不正,以及出于恶意分配者所获得的不正之份,进而论证:尽管德性与恶习取决于我们自身,但状态的获得需要时间与操练,并非只要意欲就能立刻成为公正或不公正的人。
τί δὲ ἔχει; τὴν τοῦ θελήματος ἀποπλήρωσιν καὶ τῆς βουλῆς τὸ τέλος· βουλόμενος γὰρ ἀμύνεσθαι ἠμύνατο. δείξας οὖν διὰ τούτων ἄδικον ἐκεῖνον εἶναι τὸν ἑκόντα ἀνίσως νείμαντα ἢ κρίναντα, οὐ μὴν τὸν δι’ ἄγνοιαν τοῦτο πεποιηκότα, συναπέδειξε μὴ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται.1 ἀδικεῖ μὲν γὰρ ὁ τὸ πλέον ἔχων, ὅταν ἐπὶ δόσει ἀργυρίου τοῦτο λήψεται· ὅταν δὲ δι’ ἄγνοιαν τοῦ κρίναντος, οὐκ ἀδικεῖ. ἡ μὲν σύμπασα τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν τὴν καὶ ὁ διὰ ταῦτα κρίνας ἀδίκως πλέον ἔχει τὸ πλέον ἔχει ταὐτόν ἐστι τῷ πλεονεκτεῖ. οἱ δ’ ἄνθρωποι ἐφ’ ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν. ὅτι μὲν ἡ δικαιοσύνη καὶ ἀδικία ἐν τοῖς ἑκουσίοις καὶ ἐφ’ ἡμῖν ἐστι (τοιαῦτα γὰρ τὰ κατὰ προαίρεσιν), διὰ πάντων τῶν προειρημένων ἱκανῶς δέδεικται· δοκεῖ δὲ διὰ τῶν προκειμένων λέγειν μὴ εἶναι ἐφ’ ἡμῖν τὸ δικαίοις ἢ ἀδίκοις εἶναι. παντὸς γὰρ μᾶλλον ἐφ’ ἡμῖν αἱ ἀρεταὶ καὶ αἱ κακίαι. δοκεῖ μὲν οὖν τοῦτο λέγειν, οὐ τοῦτο δὲ δείκνυσιν, ἀλλὰ τὸ δεικνύμενόν ἐστιν ὅτι οὐχ ὅτε θέλομεν οὐδ’ ὁπηνίκα βουληθῶμεν, δίκαιοι ἢ ἄδικοί ἐσμεν. ἐνεδείξατο δὲ τοῦτο διὰ τοῦ προσθεῖναι διὸ καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον ἡγοῦνται. ὥσπερ τὸ τύραννον ἀνελεῖν ἐφ’ ἡμῖν μὲν κεῖται καὶ ἔστιν, οὐχ ὅτε δὲ θέλομεν τοῦτο ποιεῖν, οἷοί τέ ἐσμεν, οὕτως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ κακιῶν· ἐφ’ ἡμῖν γάρ ἐστι τὸ δικαίοις ἢ ἀδίκοις εἶναι ἀλλ’ οὐχ ὅτε θέλομεν τοῦτο δυνατόν ἐστι. διὰ τί; διότι αἱ κακίαι ἕξεις εἰσί, τὰς δ’ ἕξεις ἔχειν εὐθὺς τῷ βουληθῆναι ἀδύνατον· δεόμεθα γὰρ πρὸς τὴν κτῆσιν αὐτῶν ὡς καὶ πρὸς τὴν τῶν ἐπιστημῶν καὶ ἐθῶν καὶ ἀσκήσεως καὶ διδασκαλίας· ὥστε οὐχ ὅτε θέλομεν ἢ ἅμα τῷ θελῆσαι καὶ δίκαιοι ἢ ἄδικοί ἐσμεν. ὡς γὰρ τὸ τὴν ἰατρικὴν ἢ τὴν γεωμετρίαν ἐφ’ ἡμῖν ἐστι μαθεῖν, οὐ μὴν ὅτε θέλομεν ἔχομεν αὐτὰς ἢ ἀποβάλλομεν ὅτε θέλομεν ἔχοντες αὐτάς, οὕτω καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει καὶ κακιῶν· χρόνου γὰρ χρεία καὶ συνασκήσεως καὶ μαθήσεως πρὸς τὴν τῶν ἕξεων κτῆσιν. τὸ μὲν οὖν ποιῆσαι ἄδικόν τι ἢ δίκαιον, οἷον μοιχεῦσαι ἢ πατάξαι, ἐφ’ ἡμῖν καὶ ῥᾴδιον, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτε ἐπ’ αὐτοῖς,2 τουτέστιν ἀλλὰ τὸ ἀπὸ τῆς ἕξεως τῆς δικαιοσύνης ἢ τῆς ἀδικίας ταῦτα ποιεῖν οὐ ῥᾴδιον, ἀλλ’ ὡς εἴρηται χρόνου δεῖται καὶ μαθήσεως καὶ ἔθους, ἐπεὶ καὶ τὸ τεμεῖν ἢ καῦσαι ἢ φάρμακον καθαῖρον δοῦναι, ῥᾴδιον καὶ ἐφ’ ἡμῖν ποιῆσαι, ὅταν βουληθῶμεν, τὸ δὲ ἀπὸ ἕξεως ἰατρικῆς οὐ ῥᾴδιον. ἀπὸ ἕξεως δέ ἐστι τὸ τεμεῖν ἢ καῦσαι ἢ φαρμακεῦσαι τῷ εἰδέναι πότε καὶ πρὸς τίνα καὶ πόσον ἕκαστον τούτων ποιητέον· τοῦτο γὰρ καὶ λόγου δεῖται καὶ πείρας πολλῆς, ἃ τὸν λόγον καὶ τὴν πεῖραν εὐθὺς ὁπηνίκα θελήσομεν ἔχειν ἀδύνατον.3
那么他拥有了什么呢?即他愿望的实现与决意的目的;因为他希望报复,便施行了报复。因此,通过这些论证表明了自愿进行不均等分配或判决的人是不公正的,而并非因无知而做出此事的人之后,他同时也证明了被分配较多者有时亦不曾行不正。因为持有较多者,若是以给予钱财为条件接受了此物,便是在行不正;但若是由于判决者的无知,他便并未行不正。所言之事的全部旨趣即是如此;而在“因这些缘故而不公正地作出判决的人亦持有较多”这一字句中,“持有较多”与“占便宜”是同一回事。 “然而人们认为行不正取决于他们自己。”正义与不正存在于自愿的事物中且取决于我们自身(因为出于选择之事正是如此),这通过前述所有讨论已得到了充分的表明;但在当下的论述中,他似乎在说做公正的人或不公正的人并不取决于我们自身。因为诸德性与恶习乃是最取决于我们自身的。因此,他虽然看似在说这一点,但所证明的并非此点,所证明的乃是:我们并非在我们想要之时,亦非在我们刚一决意之时,就是公正的或不公正的。而他是通过补上“因此他们亦认为做公正的人是容易的”这一句来表明这一点的。正如诛杀僭主固然取决于我们且在我们能力之内,但我们并非在我们想要做此事之时就能做到,在德性与恶习上亦是如此;因为做公正的人或不公正的人固然取决于我们,但这并非在我们想要之时就是可能的。何以故?因为恶习是状态,而刚一决意便立即拥有这些状态乃是不可能的;因为对于它们的获得,如同对于诸科学的获得一样,我们需要习惯、操练与教导;因此我们并非在我们想要之时,或刚一想要的同时,就是公正的或不公正的。因为正如学习医术或几何学取决于我们,但我们并非在我们想要之时就拥有它们,亦非拥有之后在我们想要之时便能抛弃它们,在德性与恶习上亦是如此;因为对于诸状态的获得,需要时间、共同操练与学习。因此,做出某件不公正或公正的事,例如通奸或击打,固然取决于我们且是容易的,但处于某种状态中做出这些事既非容易亦非取决于他们自己;也就是说,出于正义或不正的状态做出这些事并非容易,而是正如所说需要时间、学习与习惯。因为施行切割、灼烧或施以泻药,在我们决意之时去做固然容易且取决于我们,但出于医者的状态去做则非容易。出于状态去切割、灼烧或用药,乃在于知晓这每一项应当在何时、对何人施行多少;因为这既需要理论又需要丰富的经验,而想要刚一希冀就立即拥有这种理论与经验乃是不可能的。
- 1.67συναπέδειξε μὴ ἀδικεῖν ποτε καὶ ᾧ τὸ πλέον νέμεται
关系从句 ᾧ τὸ πλέον νέμεται (ᾧ 为 νέμεται 的与格间接宾语)省略了宾格先行词(相当于 [τοῦτον] ᾧ),充当不定式 ἀδικεῖν 的逻辑主语。καὶ ... ποτε 带有让步与限定的意味,意为“即便是被分配较多者有时亦不曾行不正”。
- 1.67ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτε ἐπ’ αὐτοῖς
宾格分词 ὡδὶ ἔχοντα 与带冠词不定式 τὸ ... ποιεῖν 所预设的一般泛指宾格主语相一致(“处于某种状态中做出这些事”)。随后的 οὔτε ἐπ’ αὐτοῖς 中的 αὐτοῖς 指代泛指的人类主体,意为“取决于他们自己”。
- 1.67ἃ τὸν λόγον καὶ τὴν πεῖραν εὐθὺς ὁπηνίκα θελήσομεν ἔχειν ἀδύνατον
关系代词 ἃ 承接前文的 λόγου καὶ πείρας πολλῆς,但紧随其后的宾格短语 τὸν λόγον καὶ τὴν πεῖραν 进行了复指与具象化,作为不定式 ἔχειν 的直接宾语,整体构成以 ἀδύνατόν [ἐστιν] 为谓语的非人称结构。
