← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§61.1-62.21

行动的多重含义与法官因无知所行的不正

米海尔注解了《尼各马可伦理学》卷五第11章1136b29–1136b32,探讨了“行事”的多重含义(自愿与非自愿、偶性上的)如何传递给承受者,并阐述了审判者若出于对自然正义或法定正义的无知而作出不均等判决时,为何仅属于偶性上的行不正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66

" Ἔτι ἐπεὶ πολλαχῶς τὸ ποιεῖν λέγεται." Ἐπεί, φησί, τὸ ποιεῖν πολλαχῶς λέγεται, καὶ οὐ πᾶς ὁ ποιῶν τὸ ἄδικον ἀδικεῖν λέγεται ἁπλῶς, ὡς εἴρηται, καὶ ὁ διανέμων ἀνίσως, ἂν μὲν ἑκὼν τοῦτο ποιήσῃ, ἁπλῶς ἀδικήσει1 καὶ ἄδικος ἔσται, ἂν δὲ μὴ ἑκών, κατὰ συμβεβηκὸς ἀδικήσει (οὕτω γὰρ καὶ τὰ ἄψυχα λέγεται κτείνειν καὶ ἀδικεῖν καὶ ἡ χείρ, ὡς εἴρηται, καὶ ὁ κελευθεὶς οἰκέτης κατὰ συμβεβηκὸς καὶ οὐχ ὡς ἁπλῶς, ὅτι μηδὲ προαιρούμενος), ὡς οὖν τὸ ποιεῖν πολλαχῶς, τό τε ἑκουσίως καὶ μετὰ προαιρέσεως, καὶ τὸ ἀκουσίως καὶ ἀπροαιρέτως, οὕτω καὶ τὸ πλέον ἔχειν κατὰ συμβεβηκὸς ἀδικεῖν ἐστιν, ὅταν οὐκ ἐκ προαιρέσεως οὐδὲ ἑκουσίως. ἁπλῶς δὲ καὶ κυρίως ἀδικεῖ ὁ ἑκὼν βλάπτων τινὰ ἄκοντα καὶ παρὰ τὴν προαίρεσιν, ἀδικεῖται δὲ κυρίως ὁ παρὰ τὴν βούλησιν καὶ ἄκων ὑπὸ ἑκόντος βλαπτόμενος τῷ τὸ ἔλαττον καὶ ἄνισον ἔχειν· κατὰ συμβεβηκὸς δὲ ἀδικεῖ ὁ ἄκων ἑκόντα βλάπτων, καὶ κατὰ συμβεβηκὸς ἀδικεῖται ὁ ἑκὼν ὑπὸ τοῦ ἄκοντος βλαπτόμενος.

“此外,既然行事有多种说法。” 他说,既然“行事”有多种说法,而且并非每一个做出不正之事的人都被断然称为行不正,正如所说过的,那么不均等分配之人,若自愿做出此事,便将是断然行不正且是不公正的,但若非自愿,他将是偶性上行不正(因为如所说过的,无生命之物和手亦被说成杀害与行不正,而被差遣的奴仆亦是偶性上而非断然如此,因为他亦非出于选择)。因此,正如行事有多种说法——既有自愿且伴随选择,亦有非自愿且无选择——同样,持有较多亦是在偶性上行不正,只要其既非出于选择亦非自愿。而断然且本真地行不正者,乃是自愿伤害非自愿之人且违背其选择者;而本真地遭受不正者,乃是由自愿之人违背其意愿且非自愿地因持有较少和不均等之物而受伤害者。另一方面,非自愿地伤害自愿之人者是在偶性上行不正,而自愿地被非自愿行事之人伤害者则是在偶性上遭受不正。

§1.67#1

"Ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν." Εἰπὼν ὅτι ἐπεὶ τὸ ποιεῖν πολλαχῶς λέγεται, ἀκολουθεῖ τὸν πάσχοντα πάσχειν ὡς ἂν ὁ ποιῶν ποιῇ, καὶ διὰ τούτων τὸ αὐτὸ κατασκευάζει. ἐπεὶ γὰρ ἐνδέχεται αὐτὸν πῇ μὲν δικαίως ποιεῖν, πῇ δὲ ἀδίκως, καὶ ὁ πάσχων κατά τι μὲν πάσχει δικαίως, κατά τι δὲ ἀδίκως. τοῦτο δὴ οὖν βουλόμενος δεῖξαι διαιρεῖ τὸ δίκαιον εἰς τὸ κατὰ νόμον καὶ εἰς τὸ φύσει, καὶ λέγει ὅτι ὁ ἄνισον νείμας ἢ τὸ φύσει δίκαιον ἀγνοήσας τοῦτο ἐποίησεν ἢ τὸ νόμιμον ἢ ἀμφότερα. εἰ μὲν ἀμφότερα ἀγνοήσας καὶ κρίνας τὸ ἄνισον διένειμεν, οὐκ ἀδικεῖ· οὐ γὰρ ἑκὼν τοῦτο πεποίηκεν. οὐδ’ ἂν κατὰ τὸ νόμιμον κρίνας ἔνειμε τὸ ἄνισον ἀγνοήσας τὸ φύσει ἀδικεῖ· κατὰ γὰρ νόμους ἔκρινε, τοὺς δὲ κατὰ νόμους κρίνοντας οὐκ ἐπιτιμῶμεν. ὁμοίως δὲ καὶ ὁ τὸν νόμον ἀγνοήσας, γνοὺς δὲ τὸ φύσει δίκαιον καὶ κρίνας κατ’ αὐτὸ οὐκ ἀδικεῖ· οὐδὲ γὰρ οἱ κατὰ τὸ φύσει δίκαιον κρίνοντες ἐπιτιμίαις ὑποβάλλονται. εἰ δ’ ἀμφότερα εἰδὼς καὶ τὸ νόμιμον καὶ τὸ φύσει δίκαιον δι’ ἐμπάθειάν τινα ἢ δῶρα τὸ ἄνισον ἔνειμεν, ἑκὼν ἀδικεῖ καὶ ἄδικός ἐστι, καὶ ὁ τὸ ἔλαττον ἔχων οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ καὶ κυρίως ἠδίκηται. ἀλλὰ κἂν τὸ φύσει γινώσκων δίκαιον, ἀγνοῶν δὲ τὸ νόμιμον διά τι πάθος τὸ ἄνισον ἔνειμεν παρὰ τὸ φύσει δίκαιον, κυρίως ἀδικεῖ· ὁμοίως δὲ καὶ ὁ τὸ φύσει ἀγνοῶν, τὸ δὲ νόμιμον εἰδώς, εἰ δι’ ἔχθραν ἢ δῶρα οὐκ ἔκρινεν ὡς ὁ νόμος διαγορεύει, κυρίως ἀδικεῖ καὶ ὁ τὸ ἄνισον ἔχων κυρίως ἀδικεῖται. ἐν τούτοις δὴ ὁ οἷον δή ποτ’ οὖν τῶν δικαίων ἀγνοήσας εἰ τὸ ἄδικον ἔκρινεν, οὐκ ἔστιν ἡ κρίσις αὕτη ἄδικος,2 ὅτι κατά τινα τῶν νόμων ὑπάρχει, ἢ τῶν φύσει ἢ τῶν γεγραμμένων, ἔστι μέντοι πως ἄδικος, ὅτι μὴ ταὐτὸν τὸ φύσει τῷ νομίμῳ δικαίῳ· καὶ ἔστι κατὰ μὲν τὸ νόμιμον δίκαιον, εἰ κατ’ αὐτὸ ἔκρινε, δικαία ἡ κρίσις, ὡς πρὸς τὸ φύσει δὲ ἄδικος, καὶ ἔμπαλιν πρὸς μὲν τὸ φύσει, εἰ κατ’ αὐτὸ ἡ κρίσις γέγονε, δικαία, πρὸς δὲ τὸ νόμιμον ἄδικος, καὶ διὰ τοῦτο καὶ ὁ κρίνας οὕτως κατὰ συμβεβηκὸς ἀδικεῖ· ὁμοίως καὶ ὁ τὸ ἄνισον λαβὼν κατὰ συμβεβηκὸς ἀδικεῖται. οὐκ ἔστι, φησί, ταὐτὸν τὸ νόμιμον δίκαιον καὶ τὸ πρῶτον, λέγων πρῶτον τὸ φύσει δίκαιον· ὥστε ὁ κρίνας, ὡς εἴρηται, οὐκ ἀδικεῖ οὐδ’ ἄδικος ἁπλῶς ἐστιν. ὁ δέ γε εἰδὼς ἢ ἀμφότερά ἢ θάτερον καὶ γνωρίζων καὶ κρίνων ἀνίσως πλεονεκτεῖ· λαβὼν γὰρ παρ’ ἐκείνου, ᾧ τὸ πλέον ἔνειμεν, ἢ χρυσὸν ἢ ὅλως χάριν τινὰ πλεονεκτεῖ. ἀλλὰ κἂν ἔλαττον νέμῃ τινὶ ἀμυνόμενος αὐτὸν καὶ τιμωρούμενος ὡς ἐχθρόν, καὶ οὕτω τρόπον τινὰ ἔλαβέ τι καὶ πλεονεκτεῖ· τρόπον γάρ τινα μοῖράν τινα ἔλαβε τοῦ ἀδικήματος. ὡς γὰρ ὁ ἐπὶ λήψει ἀργυρίου τὸν ἀγρὸν νείμας τῷ δεδωκότι τὸ ἀργύριον τοῦ ἀδικήματος τρόπον τινὰ μετέσχε (τὸ δὲ τρόπον τινὰ εἶπον, διότι οὐκ ἀγρὸν ἔλαβεν)3 οὕτω καὶ ὁ δι’ ἔχθραν τιμωρούμενος καὶ τὸ ἔλαττον νέμων ἀγρὸν μὲν οὐκ ἔλαβεν οὐδ’ ἀργύριον, ἀλλ’ ὅμως ἔχει τι τρόπον τινὰ τοῦ ἀδικήματος.

“此外,如果他是出于无知而作出判决。” 在指出既然行事有多种说法,因而受事者如何承受便取决于行事者如何行事之后,他通过这些文句亦确立了同样的论点。因为既然行事者有可能在某一方面公正地行事,而在另一方面不公正地行事,那么受事者亦在某种程度上公正地承受,而在某种程度上不公正地承受。正因欲表明这一点,他把正义区分为合法的与依自然的,并指出不均等地进行分配之人,或是出于不知依自然的正义而做出此事,或是出于不知合法的正义,或是对两者皆不知。如果他因对两者皆不知而在判决后分配了不均等之物,他并未行不正;因为他并未自愿做出此事。如果他依照合法的正义作出判决,却因不知依自然的正义而分配了不均等之物,他亦未行不正;因为他是依照法律作出判决的,而我们并不责难依照法律作出判决的人。同样,不知法律但认识依自然的正义并依其作出判决之人,亦未行不正;因为依照依自然的正义作出判决的人亦不遭受责罚。但如果他兼知合法的与依自然的正义,却由于某种私情或贿赂而分配了不均等之物,他便是自愿行不正且是不公正的,而持有较少之人并非在偶性上而是在其自身且本真地遭受了不正。然而,即使认识依自然的正义,但不知合法的正义,若是由于某种情感违背依自然的正义而分配了不均等之物,他便是在本真意义上行不正;同样,不知依自然的正义而深知合法的正义之人,若是由于仇怨或贿赂而未按照法律所规定的作出判决,他便是在本真意义上行不正,而持有不均等之物者亦是在本真意义上遭受不正。因此在这些情况中,若是无论对哪一种正义处于无知而作出了不正的判决,这一判决并非不公正,因为它依照某种法律——无论是自然的还是成文的——而存在;然而它在某种程度上是不公正的,因为依自然的正义与合法的正义并不相同。而且,如果他是依照合法的正义作出判决,该判决就合法的正义而言是公正的,但相对于依自然的正义而言是不公正的;反之,如果判决是依照依自然的正义作出的,它相对于依自然的正义而言是公正的,但相对于合法的正义而言是不公正的;正因如此,这样作出判决之人亦是在偶性上行不正;同样,接受了不均等之物的人亦是在偶性上遭受不正。他说,合法的正义与第一正义并不相同,他称依自然的正义为“第一”;因此正如所说过的,作出判决之人并未行不正,亦非断然不公正。然而,深知且认得两者或其中之一,却不均等地作出判决之人,乃是在占便宜;因为从他向其分配较多的那人那里接受了黄金或总归是某种恩惠,他占了便宜。然而,即使他是为了报复并惩罚某人而作为仇敌向其分配较少,即使如此他亦在某种方式上接受了某物并占了便宜;因为他在某种方式上接受了不正行为的某份分额。因为正如为了收钱而把田地分配给给钱之人的人,在某种方式上分有了不正行为(我说“在某种方式上”,乃是因为他接受的并不是田地),同样,由于仇怨而进行惩罚并分配较少之人,虽然既未接受田地亦未接受金钱,但终究在某种方式上拥有了不正行为的某种东西。

语法注3 条
  1. 1.66ἂν μὲν ἑκὼν τοῦτο ποιήσῃ, ἁπλῶς ἀδικήσει καὶ ἄδικος ἔσται, ἂν δὲ μὴ ἑκών, κατὰ συμβεβηκὸς ἀδικήσει

    在条件对比结构 ἂν μὲν ... ἂν δὲ ... 中,插入了较长的括号性解释(οὕτω γὰρ καὶ τὰ ἄψυχα...),而后由 ὡς οὖν τὸ ποιεῖν πολλαχῶς... 承接结论。其句法骨架确立了:行为若是自愿的则属于断然的不正,若非自愿则属于偶性上的(κατὰ συμβεβηκός)不正。

  2. 1.67ἐν τούτοις δὴ ὁ οἷον δή ποτ’ οὖν τῶν δικαίων ἀγνοήσας εἰ τὸ ἄδικον ἔκρινεν, οὐκ ἔστιν ἡ κρίσις αὕτη ἄδικος

    分词短语 ὁ ... ἀγνοήσας 作为逻辑上的主语/行为者,被前置于条件连词 εἰ τὸ ἄδικον ἔκρινεν 之前,构成悬垂/预取结构,整句意为:“如果某人不知哪一种正义而作出了不正的判决,这判决本身并非不公正”。

  3. 1.67τὸ δὲ τρόπον τινὰ εἶπον, διότι οὐκ ἀγγρὸν ἔλαβεν

    短语 τὸ δὲ τρόπον τινὰ 是带定冠词的中性单数宾格,直接指代该表达本身(“我之所以说‘在某种方式上’”),后续的 διότι 引导的分句则说明了如此表述的理由(“因为他接受的并不是田地”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:61.1-62.21