← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§59.26-60.37

分配中不正行为的主体与无法对自己行不正

米海尔阐明了亚里士多德提出的两个遗留疑难(究竟是分配者还是接受者行不正,以及是否可能对自己行不正),阐释了公道的分配合者甘居劣势亦未对自己行不正的理由,并论证了拥有行为始原的分配者才是真正行不正之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65

" Ἔτι δ’ ὧν προειλόμεθα δύο ἔστιν εἰπεῖν,1 πότερόν ποτε ἀδικεῖ." Περὶ τῶν δύο ἀποριῶν ἃς προτίθησιν οὐδαμοῦ μνείαν ἐν τοῖς ἔμπροσθεν πεποίηκε, κἂν δοκῇ ὅσον ἐπὶ τῇ λέξει προειρηκέναι περὶ αὐτῶν. εἴη δ’ ἂν λέγων ὅτι τῆς προθέσεως ἡμῖν περὶ δικαιοσύνης εἰπεῖν οὔσης, ἐπεὶ ὁ περὶ αὐτῆς λόγος πεπλήρωται, ὑπόλοιπόν ἐστι περὶ δύο τινῶν εἰπεῖν. ἔστι δὲ τὰ δύο, ἃ τίθησιν ὡς ἀπορεῖσθαι δυνάμενα καὶ δεόμενα προσδιορισμοῦ τινος, ἓν μὲν τίς ἐστιν ὁ ἀδικῶν, ὁ παρὰ τὴν ἀξίαν νέμων τὸ πλέον ἢ ὁ λαβὼν παρὰ τοῦ νείμαντος τὸ πλέον καὶ ἔχων, ἕτερον δὲ εἰ ἔστιν ἑαυτὸν ἀδικεῖν. ἤρτηται δὲ αὕτη ἡ ἀπορία τῆς προτέρας, ὡς καὶ αὐτὸς λέγει· διὸ καὶ πάλιν αὐτῆς ἐμνημόνευσε, καίτοι περὶ αὐτῆς εἰπὼν πρὸ ὀλίγου. ἔστι δὲ τὸ ἀπορούμενον διὰ τῆς προτέρας ἀπορίας τοιοῦτον· εἰ ἐνδέχεται τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέμοντα καὶ μὴ τὸν ἔχοντα καὶ λαμβάνοντα τὸ πλέον, ἔσται ἑαυτὸν ἀδικεῖν. εἰ γάρ τις νέμων τι ἄλλῳ καὶ ἑαυτῷ ἐκείνῳ μὲν δοίη τὸ πλεῖον, αὑτῷ δὲ τὸ ἔλαττον, ὃ μάλιστα εἰώθασιν ποιεῖν οἱ ἐπιεικεῖς, ἑαυτὸν ἀδικήσει. εἰ γὰρ ὁ ἀνίσως νέμων ἀδικεῖ, ἀδικεῖται δὲ ὑπὸ τοῦ ἀνίσως νέμοντος ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς δέ ἐστι καὶ ὁ ἀνίσως νέμων καὶ ὁ τὸ ἔλαττον λαμβάνων, αὐτὸς ἂν αὑτὸν ἀδικοίη, ὃ οὐκ ἐδόκει οἷόν τε εἶναι. λύει δὲ τὴν ἀπορίαν πρῶτον μὲν 〈τῷ〉 τὸν ἐπιεικῆ ἐν τῇ τοιαύτῃ νομῇ μὴ ἑαυτῷ τὸ ἔλαττον νέμειν, ἀλλὰ τοῦ μὲν διδομένου λαμβάνειν ἔλαττον, διὰ τοῦτο δὲ ἄλλου τινὸς ἀγαθοῦ μείζονος πλεονεκτεῖν· δόξης γὰρ ἢ τοῦ ἁπλῶς καὶ κυρίως ἀγαθοῦ· ὥστε οὐ τὸ ἔλαττον αὑτῷ νέμει οὐδ’ ἐλαττοῦται. δεύτερον δὲ λύει αὐτὴν λέγων 〈ὅτι〉 μὴ παρὰ τὴν αὑτοῦ βούλησιν μηδ’ ἄκων ἐλαττοῦται καὶ βλάπτεται, ἐν ᾧ ἦν τὸ ἀδικεῖσθαι, ἀλλ’ οὐκ ἐν τῷ ἁπλῶς βλάπτεσθαι. εἰ δὲ μὴ ἀδικεῖται, οὐδ’ ἂν ἀδικοίη ἐν τῇ οὕτω γινομένῃ ἀνίσῳ νομῇ. πᾶς γὰρ ὁ ἀδικῶν τινὰ ἀδικεῖ, ὁ δὲ οὕτω νέμων οὔτε τὸν ᾧ πλέον νέμει ἀδικεῖ οὔτε ἑαυτὸν τὸν ᾧ τὸ ἔλαττον. ἃ μὲν οὖν λέγει, ταῦτα. κατὰ δὲ τὴν λέξιν εἰ ἐνδέχεται τὸ πρότερον λεχθὲν τοιοῦτόν ἐστιν· εἰ ἐνδέχεται τὸν ἀδικοῦντα εἶναι τὸν ἀνίσως διανέμοντα, καὶ μὴ τὸν ἔχοντα ὡς λαμβάνοντα τὸ πλέον, ἔσται ἑαυτὸν ἀδικεῖν. φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ, ἀλλ’ οὐχ ὁ τὸ πλέον ἔχων ἀεί. λύσας τὸ δοκοῦν ἐνίστασθαι τῷ εἶναι τὸν ἀδικοῦντα τὸν διανέμοντα ἀδίκως, δῆλόν φησιν ὅτι ὁ ἀνίσως νέμων καὶ παρὰ τὴν ἀξίαν ἐστὶν ὁ ἀδικῶν, ἀλλ’ οὐχ ὁ ἔχων τὸ πλέον· προσθεὶς δὲ τῷ οὐχ ὁ ἔχων τὸ ἀεὶ2 ἐδήλωσεν ὅτι ὁ ἔχων τὸ πλέον ποτὲ μὲν ἀδικεῖ καὶ ἄδικός ἐστι, ποτὲ δ’ οὐκ ἔστιν, ὃ καὶ δείξει. ὅταν γὰρ ὁ τὸ πλέον ἔχων παρὰ τὴν ἀξίαν αὐτός ἐστιν ὁ ποιήσας τὴν ἄνισον διανομὴν καὶ νείμας ἑαυτῷ τὸ πλέον ἀναξίως, καὶ τὸ πλέον ἔχει καὶ ἄδικός ἐστιν. ὥστε οὐκ ἀεὶ ὁ τὸ πλέον ἔχων οὐκ ἀδικεῖ, ἀλλὰ ποτέ, ὅταν ὁ νείμας τὸ παρὰ τὴν ἀξίαν ἕτερος ᾖ καὶ οὐκ αὐτὸς ὁ ἔχων. καὶ διὰ τοῦτο ὁ μὲν ἄδικος ἀεὶ τὸ πλέον ἔχει, ὁ δὲ τὸ πλέον ἔχων οὐκ ἀεὶ ἀδικεῖ. οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἤδη καὶ ἀδικεῖ, ἀλλὰ δεῖ πρὸς τῷ ὑπάρχειν αὐτῷ τὸ ἄδικον προσεῖναι καὶ τὸ ἑκόντα τοῦτο πεποιηκέναι, καὶ ὡς εἶπε πολλάκις, καὶ μετὰ προαιρέσεως. ἑκὼν δὲ ποιεῖ ἐν ᾧ ἡ ἀρχὴ τῆς πράξεως· ἡ δὲ τῆς πράξεως ἀρχὴ ἐν τῷ διανέμοντι, ἀλλ’ οὐκ ἐν τῷ λαβόντι.

“此外,在我们所选定的事项中,尚须论述两点:究竟两者中何者行不正。” 关于他所提出的这两个疑难,在前面的讨论中完全未曾提及,尽管从字句上看,他似乎之前谈到过它们。他的意思大概是说:由于我们的意图是论述正义,既然关于正义的论述已经完成,剩下的便是论述两件事项。而他作为可能引起疑难且需要某种限定规定而提出的两件事项,其一是:行不正之人究竟是谁,是违背应得而分配较多者,还是从分配者那里接受了较多并持有者;其二则是:对自己行不正是否可能。正如他自己亦指出的,这一疑难依附于前一个疑难;因此,尽管他不久前刚谈到过它,却再次提及了它。而通过前一个疑难所引起的疑难乃是这样的:如果行不正之人可能是不均等地分配之人,而不是持有并接受较多之人,那么对自己行不正就会成立。因为如果某人在向他人及自己分配某物时,把较多的给予那人,而把较少的留给自己——这正是公道之人最常做的事——他就会对自己行不正。因为如果不均等分配之人行不正,而接受较少之人被不均等分配之人所不正对待,且他自己既是不均等分配之人,又是接受较少之人,他就将对自己行不正,但这曾被认为是不可能的。他瓦解这一疑难,首先是通过指出:公道之人在此类分配中并没有给自己分配较少,而是就所给予之物而言接受了较少,却因此占有了某种其他更大的善——即声誉,或单纯且本真之善——从而他既没有给自己分配较少,亦没有处于劣势。其次,他瓦解它是通过指出:他处于劣势并受到伤害并非违背自己的意愿,亦非非自愿,而遭受不公正乃在于违背意愿,而不在于单纯受到伤害。如果他没有遭受不公,他在如此发生的不均等分配中亦不会行不正。因为凡行不正之人必对某人行不正,但如此分配之人既不对他分配较多之人行不正,亦不对他[分配]较少的自己行不正。这些便是他所说的内容。至于字句上的“如果可能”,先前所说的乃是这样的:如果行不正之人可能是不均等分配之人,而不是作为接受较多者而持有之人,那么对自己行不正就会成立。“而且显然,分配者行不正,但并不总是持有较多者行不正。”在瓦解了似乎反对“不公正分配之人即是行不正之人”这一看法的困难之后,他说显然违背应得而不均等分配之人乃是行不正之人,而不是持有较多之人;而通过在“不是持有者”之后加上“总是”,他表明持有较多之人有时行不正且是不公正的,有时则不然,这一点他亦将加以证明。因为当违背应得而持有较多者自己就是作出不均等分配并不当地配给自己较多之人时,他既持有较多,又是不公正的。因此,并不是持有较多者总是不行不正,而是有时[不行不正],即当违背应得进行分配者是另一人而非持有者本人之时。正是由于这个原因,不公正之人总是持有较多,但持有较多之人并不总是行不正。因为并非不公正之事属于他之人就已然在行不正,而是在不公正之事属于他之外,还必须加上他自愿做出了此事,并且正如他屡次所说的,还要伴随选择。行为的始原在其自身之中的人才是自愿行事;而行为的始原在分配者之中,并不在接受者之中。

语法注2 条
  1. 1.65ὧν προειλόμεθα δύο ἔστιν εἰπεῖν

    关系代名词 ὧν 是部分属格,依附于数词 δύο,其先行词(如 τούτων)被省略(“在我们所选定的事项中的两点”)。在句法上,ὧν 亦可视为由原本作 προειλόμεθα 直接宾语的宾格 ἅ 被吸引至所省先行词的属格。米海尔指出亚里士多德此前并未明确提出这两个具体的疑难,因而将 προειλόμεθα 补充解释为关涉论述正义的总体意图(πρόθεσις)。

  2. 1.65προσθεὶς δὲ τῷ οὐχ ὁ ἔχων τὸ ἀεὶ

    此处出现倒置(hyperbaton)句构。分词 προσθείς 的直接宾语是带有中性冠词的副词 τὸ ἀεὶ(“‘总是’一词”),而与格短语 τῷ οὐχ ὁ ἔχων 则是表示所添加对象的引用句(“在‘不是持有者’之上”)。整句解作“在‘不是持有者’之后加上‘总是’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:59.26-60.37