← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§4.34-6.10

正义作为中道的推论与对绝对之善的态度

米海尔遵循亚里士多德的论证(1129a32–1129b1),通过三段论从不法与不平等推导出正义是一种中道,并注解了贪得者所关涉的“绝对的善”的性质以及针对这些善事物的正确祈祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι." Εἰπὼν ὅτι ἡ δικαιοσύνη μεσότης ἐστί, διὰ τούτων δείκνυσι καὶ ὅτι μεσότης καὶ τίνων μεσότης ἐστί, συλλογιζόμενος οὕτως· εἰ ὁ ἄδικος παράνομος καὶ ὁ παράνομος πλεονέκτης, ὁ δὲ πλεονέκτης ἄνισος, ὁ ἄδικος ἄρα ἄνισος. οὕτως καὶ τὸ ἄδικον ἄνισον, τὸ δὲ ἄνισον περιέχει τὸ πλέον καὶ ἔλαττον καὶ κοινῶς κατηγορεῖται κατ’ ἀμφοῖν, τοῦ τε πλείονος καὶ τοῦ ἐλάττονος. εἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον, καὶ εἰ τὸ ἄδικον πλέον καὶ ἔλαττον, τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος, καὶ ἡ δικαιοσύνη μεσότης, ὅπερ ἐστὶν ἀρετῆς γνώρισμα. εἶπε γὰρ ἐν τῷ Β ὅτι ἀρετή ἐστιν ἕξις ἐν μεσότητι τῇ πρὸς ἡμᾶς. ὅτι δὲ ὁ ἄδικος ἄνισος καὶ οὐδέποτε τὸ ἴσον καὶ μέσον αἱρεῖται, ἀλλ’ ἐπὶ μὲν τῶν ἁπλῶς ἀγαθῶν τὸ πλεῖον, ἐπὶ δὲ τῶν κακῶν τὸ ἔλαττον, δῆλον ἐκ τῶν ὁσημέραι γινομένων· χρημάτων γὰρ ἢ τιμῶν ἢ διανομῆς χρυσοῦ γινομένης ἀεὶ τὸ πλέον λαβεῖν σπουδάζει, ζημίας δὲ παρούσης ἤ τινος ἄλλου ὧν οὐ βουλόμεθα, πάντα τρόπον μηχανᾶται ἢ μηδέν τι ἢ μικρόν τι καὶ ὧν οἱ ἄλλοι πάντες εἰσενηνόχασι τὸ βραχύτατον εἰσενεγκεῖν.1 ὥστε τοῦ μὲν ἀγαθοῦ τὸ πλέον, τοῦ δὲ κακοῦ τὸ ἔλαττον αἱρεῖται καὶ διώκει· αἱρεῖται δὲ τὸ ἔλαττον κακὸν οὐχ ὡς κακόν, ἀλλ’ ὡς ἀγαθόν. τὸ μὲν γὰρ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακὸν παραβαλλόμενον ἀγαθὸν εἶναι δοκεῖ· τὸ γὰρ ἀντὶ δέκα νομισμάτων δοῦναι νόμισμα ἓν ὡς ἀγαθὸν αἱρεῖται.2 ἔστιν οὖν τὸ μὲν δίκαιον τὸ νόμιμον καὶ ἴσον, τὸ δ’ ἄδικον τὸ παράνομον καὶ ἄνισον.

“而不法的人似乎也是不正义的。” 在说了正义是一种中道之后,他通过这些话表明了正义是一种中道以及它是何种事物的中道,并作如下推论:如果不正义的人是不法的,而不法的人是贪得的,而贪得的人是不平等的,那么不正义的人也就是不平等的。同样,不正义的事物也是不平等的,而不平等包含着较多与较少,并普遍地述谓于这两者,即较多与较少。因此,如果不正义的是不平等的,那么正义的就是平等的;如果不正义的是较多与较少,那么正义的就是较多与较少之间的中道,而正义便是一种中道,这正是德性的标志。因为他在第二卷中说过,德性是处于相对于我们的中道之中的品质。至于不正义的人是不平等的,并且绝不选择平等与中道,而是在绝对的善事物中选择较多,在恶事物中选择较少,这一点从日常发生的事情中便显而易见;因为在分配金钱、荣誉或黄金时,他总是热衷于获取较多的份额,但在面临损失或我们所不愿见到的其他事物时,他便千方百计地要么根本不缴纳,要么只缴纳极少,即在所有其他人所缴纳的份额中缴纳最少的一部分。因此,他选择并追求善事物中的较多,恶事物中的较少;但他并不是把较小的恶作为恶来选择,而是作为善来选择。因为较小的恶在与较大的恶相比时,似乎是一件善事;实际上,他把交纳一枚钱币而不是十枚钱币作为善事来选择。因此,正义的就是合法的和平等的,而不正义的则是不法的和不平等的。

§1.4

"Ἐπεὶ δ’ ὁ πλεονέκτης ἄδικος, οὐ περὶ πάντα τὰ ἀγαθὰ ἔσται." Εἰπὼν τὸν πλεονέκτην ἄδικον εἶναι περὶ τὰ ἀγαθά, λέγει μὴ περὶ πάντα τὰ ἀγαθὰ πλεονέκτην εἶναι· οὔτε γὰρ τοῦ ἰατροῦ ἢ τοῦ ῥήτορος ἰατρικώτερος ἢ ῥητορικώτερος σπεύδει γενέσθαι οὔτε τοῦ μουσικοῦ μουσικώτερος καὶ τὸ πλέον τούτων ἐν τούτοις ἔχειν, ἀλλὰ περὶ ἐκεῖνα τὰ ἀγαθὰ πλεονεκτεῖ, ἅπερ ἐστὶν ἁπλῶς καὶ τῇ ἑαυτῶν φύσει ἀγαθά, τοῖς φαύλοις δὲ καὶ μοχθηροῖς οὐκ ἀγαθά. εἰσὶ δ’ ἁπλῶς ἀγαθὰ ὑγεία, πλοῦτος, κάλλος, εὐγένεια, ἀρχή, ἐξουσία, ἃ τῇ ἑαυτῶν φύσει ἀγαθὰ ὄντα τοῖς φαύλοις κακά ἐστι· μᾶλλον δ’ ἀγαθὰ καὶ συμφέροντα αὐτοῖς ἐστιν αἶσχος, νόσος, πενία. εἰπὼν δὲ ὅτι περὶ τὰ ἁπλῶς ἀγαθὰ ὁ πλεονέκτης ἐστί, τίνα ταῦτά ἐστιν ἐπήγαγεν, ὅτι ὑπὲρ ὧν τῆς λήψεως τῷ θεῷ εὔχονται οἱ ἄνθρωποι· εὔχονται δὲ πλουτεῖν, ὑγιαίνειν· ταῦτά ἐστι τὰ ἁπλῶς ἀγαθά. ἐνδειξάμενος δὲ τίνα εἰσὶ τὰ ἁπλῶς ἀγαθὰ διὰ τοῦ εἰπεῖν οἱ δ’ ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσιν, ἐπιδιορθούμενος τὸ πλημμελὲς τῆς τοιαύτης εὐχῆς ἐπήγαγεν οὐ δεῖ εὔχεσθαι λαβεῖν ταῦτα, ἀλλ’ εὔχεσθαι καὶ τὸν ὑγιαίνοντα καὶ τὸν πλουτοῦντα καὶ τὸν καλὸν τὴν ὑγείαν καὶ τὸν πλοῦτον καὶ τὸ κάλλος εἰς καλὸν αὐτοῖς καὶ ἀγαθὸν γενέσθαι,3 καὶ μὴ εἰς βλάβην ἢ λώβην ψυχῆς. τοῦ δ’ ἀγαθοῦ ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἐπεὶ πλεονέκτης λέγεται ὁ τὸ πλεῖον ἔχων, ὁ δ’ ἄδικος ἐπὶ τοῦ κακοῦ τὸ ἔλαττον ἔσχε κακόν, λέγει ὅτι τὸ τοιοῦτον κακὸν ὡς ἀγαθὸν ᾑρετίσατο καὶ ἐδίωξεν· ὥστε πλεονέκτης ἐστί, καθ’ ὅσον τοῦ ἀγαθοῦ ἐστιν ἡ πλεονεξία. εἰπὼν δὲ ἔστιν ἄνισος ἐπήγαγε τοῦτο γὰρ περιέχον καὶ κοινόν, λέγων τοῦτο τὸ ἄνισον·4 τὸ γὰρ ἄνισον περιέχει τὸ πλέον καὶ ἔλαττον, ὡς εἴρηται.

“由于贪得的人是不正义的,他所关涉的就不会是所有的善事物。” 在说了贪得的人关涉善事物是不正义的之后,他说他并非对所有的善事物都是贪得的;因为他并不热衷于比医生更精通医术,或比修辞学家更精通修辞,也不热衷于比音乐家更通晓音乐并在这些方面拥有比他们更多,而是对那些就其本身绝对且就其本性而言是善的、但对于卑劣邪恶之人却不是善的善事物贪得无厌。绝对的善事物包括健康、财富、美貌、高贵出身、统治权和权势,这些事物就其本性而言是善的,但对卑劣者而言却是恶的;对他们来说,丑陋、疾病和贫困反而是善的和有益的。而在说了贪得的人关涉绝对的善事物之后,他补充说明了这些事物是什么:即人们为了获得它们而向神祈祷的事物;人们祈求富有和健康,这些就是绝对的善事物。在通过说“然而人们祈求并追求这些事物”指出了什么是绝对的善事物之后,为了纠正此类祈祷的偏差,他补充道,人不应当祈求获得这些事物,而是健康者、富有者和貌美者应当祈祷健康、财富和美貌对于他们而言成为美好与良善的事物,而不致造成灵魂的损害或毁灭。“而贪得是针对善事物的,因此他似乎是贪得的”。因为贪得者被称为拥有较多者,但不正义的人在恶事物上占有了较少的恶,他说他是把这样的恶作为善来选择和追求的;因此,只要贪得是针对善事物的,他就是贪得的。而在说了“他是不平等的”之后,他补充道“因为这是具有包含性且共通的”,他指的是“不平等”;因为正如已经说过的那样,不平等包含着较多与较少。

语法注4 条
  1. 1.3καὶ ὧν οἱ ἄλλοι πάντες εἰσενηνόχασι τὸ βραχύτατον εἰσενεγκεῖν

    关系代名词 ὧν 作为部分属格,包含了内隐的指示代词先行词(如 τούτων),修饰最高级 τὸ βραχύτατον(最少者)。整句结构由不定词 εἰσενεγκεῖν(缴纳)构成,作 μηχανᾶται 的宾语,意为“[千方百计地]在所有其他人所缴纳的事物中缴纳最少的一部分”。

  2. 1.3τὸ γὰρ ἀντὶ δέκα νομισμάτων δοῦναι νόμισμα ἓν ὡς ἀγαθὸν αἱρεῖται

    带有定冠词的不定词短语 τὸ ... δοῦναι(交纳……)充当动词 αἱρεῖται(选择)的直接宾语(宾格),而 ὡς ἀγαθόν 则是作宾语补足语的宾格(“作为善”)。动词的主语是根据语境补出的“不正义的人(ὁ ἄδικος)”。

  3. 1.4ἀλλ’ εὔχεσθαι καὶ τὸν ὑγιαίνοντα καὶ τὸν πλουτοῦντα καὶ τὸν καλὸν τὴν ὑγείαν καὶ τὸν πλοῦτον καὶ τὸ κάλλος εἰς καλὸν αὐτοῖς καὶ ἀγαθὸν γενέσθαι

    在否定句 οὐ δεῖ εὔχεσθαι... 之后,不定词 εὔχεσθαι 引出了双层带宾格的不定词结构(accusativus cum infinitivo):祈祷的逻辑主语为宾格 καὶ τὸν ὑγιαίνοντα ...,而其所祈祷的内容又是由以 τὴν ὑγείαν καὶ τὸν πλοῦτον καὶ τὸ κάλλος 为宾格主语、以 γενέσθαι 为动词的不定词从句所构成(“健康、财富和美貌对于他们而言成为美好与良善的事物”)。

  4. 1.4λέγων τοῦτο τὸ ἄνισον

    注解家用于解释亚里士多德原文(τοῦτο γὰρ περιέχον)中代词 τοῦτο 所指对象的说明性短语。分词 λέγων 的宾语是 τοῦτο,并补充了作同位或述谓说明的 τὸ ἄνισον(“指着‘这’[即]不平等而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:4.34-6.10