- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:58.13-59.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就亚里士多德(1136a31–1136b7)评注指出,通过在行不正的定义中补充“违背受害者的意愿”这一限定条件,即可反驳不能自制者或格劳科斯自愿放弃自身财产是自愿遭受不公或对自己行不正的谬误推论。
" Εἰ δέ ἐστιν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά." Ζητήσας εἰ ἔστιν ἀληθὲς τὸ ἀδικεῖν τινα ἑαυτόν, ὡς ὁ Εὐριπίδης εἴρηκε, συνάγειν πειρᾶται διὰ τούτων ὅτι ἐνδέχεται ἀδικεῖν ἑαυτόν. ἀλλ’ εἰ τὸ ἀδικεῖν τῷ ἑκουσίῳ ὥρισται, εἰ ἀδικεῖ τις ἑαυτόν, ἑκουσίως ἀδικεῖ, ὥστε καὶ ἑκουσίως ἀδικεῖται· ἔστιν ἄρα τὸ ἑκουσίως ἀδικεῖσθαι, ὡς καὶ ὁ Εὐριπίδης εἶπεν. εἰ γάρ ἐστι, φησί, τὸ ἁπλῶς καὶ χωρὶς προσθήκης τινὸς ἀδικεῖν τὸ βλάπτειν ἑκόντα τινά, τὸ δὲ ἑκόντα ἦν τὸ μὴ δι’ ἄγνοιαν, ἀλλ’ εἰδότα ταῦτα ἐν οἷς ἡ πρᾶξις, ἐν οἷς δ’ ἡ πρᾶξις, ἐστὶ περὶ ὃν ἡ ἀδικία καὶ ὅπερ ἐστὶ τὸ ἀδίκημα καὶ ὡς ὁ τρόπος τῆς βλάβης, εἰ οὖν τὸ βλάπτειν τοῦτό ἐστιν, εἴη ἂν τὸ ἑαυτὸν ἀδικεῖν ἑκόντα. ὁ γὰρ ἀκρατὴς ἑαυτὸν ἀδικεῖ ἑκόντα· εἰδὼς γὰρ τὰ καθ’ ἕκαστα καὶ μὴ ἀγνοῶν τίνα τὰ εἰς βλάβην αὐτοῦ, πράσσει. εἰ δὲ εἰδὼς ταῦτα πράττει, ἑκὼν ἑαυτὸν βλάπτει· ὥστε καὶ ἀδικοῖτο ἂν ἑκών. ὁ γὰρ ἀκρατὴς ὑπὸ τῆς ἐρωμένης ἀποσυλώμενος τὰ ἴδια χρήματα ἑκὼν βλάπτεται, κἀκείνης ἑκούσης βλαπτούσης, ὥστε καὶ ἑκὼν ὑφ’ ἑκούσης. ὀρθῶς ἄρα εἴρηται τῷ Εὐριπίδῃ ὅτι ἑκὼν ἑκοῦσαν ἔκτεινε τὴν μητέρα ὁ Βελλεροφόντης. οὕτως οὖν δριμέως ἐπιχειρήσας ὅτι ἐνδέχεται ἀδικεῖν ἑαυτὸν τὴν παραγωγὴν λύει διὰ τῆς προσθήκης τοῦ λείποντος τῷ προσδιορισμῷ τοῦ ἀδικεῖν,1 οὗ προστεθέντος δειχθήσεται ὅτι μὴ οἷόν τε αὐτὸν ἑαυτὸν ἀδικεῖν εἰ μὴ κατὰ συμβεβηκὸς μήτε ἑκόντα ἀδικηθῆναι. λύων δὴ τὴν παραγωγὴν λέγει οὐ δεῖ λέγειν βλάπτειν ἐστὶ τὸ εἰδέναι ὃν καὶ ὃ καὶ ὥς, ἀλλὰ χρὴ λέγειν τὸ εἰδέναι ὃν καὶ ὃ, καὶ ὥς παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν. προκειμένου γὰρ παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν οὐκ ἂν ῥηθείη ὁ ἀκρατὴς βλάπτειν ἑαυτόν· οὐ γὰρ παρὰ τὴν ἑαυτοῦ βούλησιν ἀποστερεῖται τῶν οἰκείων χρημάτων πρὸς τῆς ἐρωμένης, ἀλλὰ βουλόμενος. τότε γὰρ ἀδικεῖ ὁ ἀδικῶν, ὅταν ἑκὼν βλάπτῃ παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. βλάπτεται μὲν γάρ τις ἑκὼν καὶ τὰ ἄδικα πάσχει ἑκών, ἀδικεῖται δ’ οὐδεὶς ἑκών· τῷ γὰρ ἀκουσίῳ τὸ ἀδικεῖσθαι ὁρίζεται καὶ τῷ παρὰ τὴν οἰκείαν βούλησιν βλάπτεσθαι. ὁμοίως καὶ τὸ ἀδικεῖν τῷ ἑκόντα βλάπτειν παρὰ τὴν βούλησιν τοῦ βλαπτομένου. εἰ δὴ ὁ ἀδικούμενος παρὰ τὴν ἑαυτοῦ βλάπτεται βούλησιν, ὁ δ’ ἀκρατὴς οὐ παρὰ τὴν ἑαυτοῦ βλάπτεται βούλησιν, οὐκ ἀδικεῖται· εἰ δὲ μὴ ἀδικεῖται, οὐδ’ ἀδικεῖ ἑαυτόν. ἑκὼν μὲν οὖν τις βλάπτεται, ὡς εἴρηται, καὶ τὰ ἄδικα πάσχει, ἑκὼν δ’ οὐκ ἀδικεῖται.
“如果单纯地行不正就是自愿地伤害某人。” 在探究了某人对自己行不正是否属实(正如欧里庇得斯所说的那样)之后,他试图通过这些推论出:对自己行不正是可能的。但如果行不正由自愿性所定义,若某人对自己行不正,他就是自愿行不正,从而他亦是自愿遭受不公;因此,自愿遭受不公乃是存在的,正如欧里庇得斯亦曾说过的。因为他说,如果不加任何附加条件而单纯地行不正就是自愿伤害某人,而“自愿”曾是指并非出于无知,而是知晓行为所处的诸情形,行为所处的诸情形即是不正行为所针对的人、不正之事本身以及伤害的方式——那么,如果伤害就是这个,自愿对自己行不正亦将成立。因为不能自制者乃是自愿对自己行不正;因为他在知晓个别情况且并非不知何为有害于自己的情况下行事。如果他在知晓这些的情况下行事,他就是自愿伤害自己;从而他亦将是自愿遭受不公。因为不能自制者被他的情妇剥夺自己的财产时,乃是自愿受到伤害,而那女子亦是自愿进行伤害,因此他乃是自愿地受到一位出于自愿之人的伤害。因此欧里庇得斯所说的柏勒洛丰自愿杀死了自愿的母亲乃是正确的。于是,在如此敏锐地论证了对自己行不正是可能的之后,他通过对行不正的限定规定补充所缺之项,从而瓦解了这个误导性推论;一旦补充了这一项,就将表明,除了偶性之外,某人不可能对自己行不正,亦不可能自愿遭受不公。因此在瓦解误导性推论时他说,不应当说伤害就是知晓何人、何物以及何种方式,而必须说知晓何人、何物以及何种方式,且违背受伤害者的意愿。因为若是预设了“违背受伤害者的意愿”,就不能说不能自制者在伤害自己;因为他被情妇剥夺自己的财产并非违背自己的意愿,而是出于愿意。因为行不正之人在行不正时,乃是在违背受伤害者的意愿的情况下自愿造成伤害。因为某人确实自愿受到伤害并且自愿承受不正之事,但没有人是自愿遭受不公的;因为遭受不公乃是由非自愿以及违背自身的意愿受到伤害所定义的。同样,行不正亦是由违背受伤害者的意愿而自愿伤害所定义的。因此,如果遭受不公者乃是违背自己的意愿受到伤害,而不能自制者并非违背自己的意愿受到伤害,他就没有遭受不公;而如果他没有遭受不公,他亦没有对自己行不正。因此,正如所说,某人自愿受到伤害并自愿承受不正之事,但并非自愿遭受不公。
"Ἀλλὰ παρὰ τὴν βούλησιν πράττει." Δεῖ τὸ ἀλλὰ εἰς τὸ ἀκρατὴς συνάψαι,2 ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ἀλλ’ οὐδ’ ὁ ἀκρατὴς παρὰ τὴν βούλησιν πράττει, ἀλλὰ κατὰ βούλησιν, ὥστε οὐδὲ ἀδικεῖται. ἀλλὰ πῶς ὁ ἀκρατὴς ὃ οὐκ οἴεται δεῖν πράττειν, πράττει; ἢ τῷ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς. τὸ δὲ πράττειν μὴ παρὰ τὴν βούλησιν ἃ πράττει ὡς δεικτικὸν παρέθετο τοῦ ἐπ’ αὐτῷ εἶναι τὸ μὴ πράττειν καὶ κινεῖν ἐπὶ τοῦτο τὰ ὀργανικὰ μόρια, καὶ αὐτός ἐστιν αἴτιος τοῦ ἡττᾶσθαι ὑπὸ τῆς ἡδονῆς. ὁ δὲ τὰ αὑτοῦ διδοὺς ὡς Ὅμηρός φησι δοῦναι τὸν Γλαῦκον τῷ Διομήδει χρύσεα χαλκείων. οὐδὲ ὁ Γλαῦκος, φησίν, ἠδίκησεν ἑαυτόν, ὅτι ἑκὼν δέδωκε τὰ ἑαυτοῦ· ὅτι δὲ ἑκὼν δέδωκε, δείκνυσι προσχρώμενος τῷ ἐπ’ αὐτῷ εἶναι τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ. ὡς οὖν ὁ Διομήδης, οὕτω καὶ οἱ ἀκρατεῖς ἑκόντες τὰ οἰκεῖα προΐενται· εἰ δὲ ἑκόντες διδόασιν, ἔστι δὲ ἡ δόσις αὐτοῖς βλαβερά, ἑκόντες βλάπτονται. τὸ δ’ ἀδικεῖσθαι οὐκ ἦν ἐν τῷ ἑκόντα βλάπτεσθαι, ἀλλ’ ἐν τῷ ἄκοντα· τοῦ γὰρ ἀδικεῖσθαι ἡ ἀρχὴ οὐκ ἐν τῷ ἀδικουμένῳ ἐστίν, ἀλλ’ ἐν τῷ ἀδικοῦντι.
“然而违背意愿而行事。” 必须把“然而”与“不能自制者”连结起来,以使整个意思为:“然而连不能自制者亦不是违背意愿而行事,而是顺从意愿,因此他亦没有遭受不公。”但不能自制者如何会去做他认为不该做的事呢?乃是由于屈服于快乐。而〔亚里士多德〕将〔不能自制者〕在所行之事上并非违背意愿而行事,列为证明不去做此事以及为此调动器官部位乃是取决于他自身,并且他自己就是屈服于快乐的原因之标志。而[他又谈到]“正如荷马所说格劳科斯以黄金换取青铜给予狄俄墨德斯那样,给予自己财产的人”。他说,连格劳科斯亦没有对自己行不正,因为他是自愿给予自己的财产;而至于他是自愿给予,他通过借助于不给予自己的财产乃是取决于他自身这一事实来表明。因此正如狄俄墨德斯那样,不能自制者亦是自愿放弃自己的财产;如果他们是自愿给予,且这种给予对他们是有害的,他们就是自愿受到伤害。但遭受不公并不在于自愿受到伤害,而在于非自愿受到伤害;因为遭受不公的始原并不在遭受不公者之中,而是在行不正之人之中。
- 1.63τὴν παραγωγὴν λύει διὰ τῆς προσθήκης τοῦ λείποντος τῷ προσδιορισμῷ τοῦ ἀδικεῖν
此处 παραγωγή 指逻辑上的“误导性论证/谬误推论”(即人可以自愿遭受不公或对自己行不正的表面推导)。在句法上,主动词 λύει(瓦解/化解)由介词短语 διὰ τῆς προσθήκης(通过添加)修饰,后者带属格分词 τοῦ λείποντος(所缺之项),并支配与格 τῷ προσδιορισμῷ(限定规定)。
- 1.64Δεῖ τὸ ἀλλὰ εἰς τὸ ἀκρατὴς συνάψαι
关于亚里士多德原文引文(1136b7“Ἀλλὰ παρὰ τὴν βούλησιν πράττει”)的文本与句法指引。评注者指示应当将连词 ἀλλά 与前文的主语 ὁ ἀκρατής 紧密连结,将其补充并解读为一个省略的否定句:“ἀλλ’ οὐδ’ ὁ ἀκρατής…”(然而连不能自制者亦并非违背意愿)。
