- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:56.31-58.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔疏解亚里士多德在1136a21及随后的论证,指出受到正当对待亦非全属自愿,因为受罚或被矫正的行不正者乃是非自愿承受的。进而阐明在行不正与行正义(施动)上就自身与偶性的区分,如何严格对应于遭受不公与受到正当对待(受动)上就自身与偶性的两重性。
" Ἄτοπον δ’ ἂν δόξειε καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ ἅπαν ἑκούσιον." Εἰπὼν ὅτι καὶ τὸ λέγειν πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον ἄτοπόν ἐστι, συντόμως τὴν αἰτίαν τῆς ἀτοπίας τέθεικεν εἰπὼν ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. εἰσὶ δὲ οὗτοι οἱ πεπλεονεκτηκότες, ὧν τὸ πλέον ἐχόντων ἀφαιρεῖται ὁ δικαστὴς καὶ δίδωσι τῷ ἠδικημένῳ. εἴρηται δὲ πρότερον ὅτι τὸ δικαιοῦσθαι λέγεται καὶ ἐπὶ τοῦ λαμβάνοντος, ὅπερ ἀφῄρηται, παρὰ τοῦ πλεονέκτου (δεδικαιῶσθαι γὰρ λέγεται οὗτος), λέγεται καὶ ἐπὶ τοῦ κολαζομένου· ὁ γὰρ ἀδικήσας καὶ κολασθεὶς δεδικαιῶσθαι καὶ οὗτος λέγεται. ἐκεῖνος μὲν οὖν ἑκὼν δικαιοῦται, οὗτος δὲ ὁ ἀδικήσας ἄκων. εἰσὶν οὖν τῶν δεδικαιωμένων οἱ μὲν ἑκόντες δικαιούμενοι, ὅσοι ἠλάττωνται, οἱ δὲ ἄκοντες, ὅσοι ἐπλεονέκτησαν. ἐπεὶ καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον ὁ τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς. ἀπορήσας, εἰ ἔστιν ἑκόντα ἀδικεῖσθαι, καὶ κοινοποιήσας τὸν λόγον καὶ ἐπὶ τοῦ δικαιοῦσθαι ὡς ὁμοίως ἐχόντων τοῦ ἀδικεῖσθαι πρὸς τὸ ἀδικεῖν καὶ τοῦ δικαιοῦσθαι πρὸς τὸ δικαιοπραγεῖν, καὶ ὀφειλόντων [ἢ] ἀμφοτέρων τοῦ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἢ ἀκουσίων εἶναι ἢ ἑκουσίων, [καὶ] ἐπεὶ μὴ οἷόν τε πᾶν τὸ δικαιοῦσθαι ἑκούσιον εἶναι, συνάγεται δὲ μηδὲ πᾶν τὸ ἀδικεῖσθαι ἀκούσιον εἶναι, ἀλλ’ εἶναι καὶ ἐπὶ τούτου τὸ ἑκούσιον, ταῦτα ἀπορήσας διὰ τούτων δεικνύναι πειρᾶται ὅτι1 ὡδὶ μὲν ἑκάτερον αὐτῶν γινόμενον ἑκούσιόν ἐστιν, ὡδὶ δὲ ἀκούσιον. λέγει δὴ ὅτι ὡς ἔχει ἐπὶ τοῦ πράττειν, οὕτως ἕξει καὶ ἐπὶ τοῦ πάσχειν, πράττειν λέγων τὸ ἀδικεῖν καὶ δικαιοπραγεῖν, πάσχειν δὲ τὸ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι. ἐπεὶ δέ, ὡς ἀνωτέρω δέδεικται, τοῦ ἀδικεῖν τὸ μὲν ἦν καθ’ αὑτό, ὅταν ὁ ἀδικῶν ἑκὼν ἠδίκει, τὸ δὲ κατὰ συμβεβηκός, ὅταν οὐχ ἑκών, ὁμοίως καὶ τοῦ δικαιοπραγεῖν τὸ μὲν καθ’ αὑτὸ τὸ ἑκούσιον, τὸ δὲ κατὰ συμβεβηκὸς τὸ ἀκούσιον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι καὶ δικαιοῦσθαι ἕξει, καὶ ἔσται καὶ τὸ ἀδικεῖσθαι διττόν. ἀσαφῶς δὲ ἀπήγγελται ἡ λέξις ἡ λέγουσα κατὰ συμβεβηκὸς γὰρ ἐνδέχεται ἐπ’ ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. τεττάρων ὄντων, τοῦ ἀδικοῦντος, τοῦ ἀδικουμένου, τοῦ δικαιοπραγοῦντος, τοῦ δικαιουμένου, ἐπ’ ἀμφοτέρων, ἤτοι ἐπὶ τῶν δύο τοῦ δικαιοπραγοῦντος καὶ δικαιουμένου, ἐνδέχεται τὸν δικαιούμενον κατὰ συμβεβηκὸς μεταλαμβάνειν τοῦ δικαίου, ὅταν ὁ δικαιοπραγῶν κατὰ συμβεβηκὸς δικαιοπραγῇ· ὁμοίως καὶ ἐπὶ τῶν ἀδίκων ἐνδέχεται κατὰ συμβεβηκὸς ἀδικεῖσθαι τὸν ἀδικούμενον, ὅταν κατὰ συμβεβηκὸς ὁ ἀδικῶν ἀδικῇ. ἀλλὰ πρότερον κατὰ συμβεβηκὸς ἀδικεῖταί τις, [ἢ] ὅταν ἑκὼν πάσχῃ, ὡς δείξει, ὥσπερ οἱ ἐπιεικεῖς καὶ μέτριοι τὸ ἦθος· λαμβάνουσι γὰρ ἐν ταῖς διανομαῖς πολλάκις τὰ ἐλάττω ὧν προσῆκεν αὐτοῖς λαβεῖν. ἑκόντες οὖν τότε πάσχοντες οὗτοι. κατὰ συμβεβηκὸς οὖν ἀδικεῖ ὁ τὸ ἔλαττον αὐτοῖς νείμας, καὶ εἴη ἂν ὁ ἑκὼν ἀδικούμενος ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς ἀδικοῦντι, ὁ δ’ ἄκων ἀδικούμενος τῷ ἑκουσίως ἀδικοῦντι. ὡς γὰρ ὁ ἀδικῶν ἐν τούτοις ἁπλῶς καὶ καθ’ αὑτὸ ἀδικεῖ, διότι ἑκὼν καὶ ἐκ προαιρέσεως, οὕτω καὶ ὁ ἀδικούμενος ἁπλῶς ἀδικεῖται, ὅτι ἄκων καὶ ἀπροαιρέτως· ὥστε καὶ ἀντίκειται ἀλλήλοις. τὸ δ’ αὐτὸ συμβαίνει καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ὁ μὲν γὰρ κατὰ συμβεβηκὸς δικαιούμενος ἑκὼν δηλονότι πάσχει τὰ δίκαια, καὶ εἴη ἂν ἀντικείμενος τῷ κατὰ συμβεβηκὸς δικαιοπραγοῦντι, ὅς, ὁ κατὰ συμβεβηκὸς δικαιοπραγῶν, ἄκων δικαιοπραγεῖ.2 εἰ γὰρ ὁ καθ’ αὑτὸ δικαιοπραγῶν ἑκὼν δικαιοπραγεῖ, ὁ κατὰ συμβεβηκὸς δικαιοπραγῶν δῆλον ὡς ἄκων δικαιοπραγεῖ· εἰ δὲ τοῦτο, ὁ κατὰ συμβεβηκὸς δικαιούμενος ἑκὼν δικαιοῦται. καὶ εἴη ἂν οὗτος ὁ ἀδικήσας μὲν ἐπανορθούμενος δὲ τὴν ἀδικίαν ἣν εἰργάσατο. ἀδύνατον γὰρ ἀδικεῖσθαι μὴ ἀδικοῦντός τινος ἢ δικαιοῦσθαι μὴ δικαιοπραγοῦντος. εἰ ἀδύνατον ἀδικεῖσθαι ἢ δικαιοῦσθαι μὴ ὄντων τοῦ ἀδικοῦντος ἢ δικαιοπραγοῦντος, ἀνάγκη, ὡς ἔχει ὁ ἀδικῶν, οὕτως ἔχειν καὶ τὸν ἀδικούμενον· ὁμοίως καὶ ὁ δικαιοπραγῶν καὶ ὁ δικαιούμενος. εἰ μὲν οὖν καθ’ αὑτὸ ὁ ποιῶν ποιεῖ, καθ’ αὑτὸ καὶ ὁ πάσχων πάσχει· εἰ δὲ κατὰ συμβεβηκός, δηλονότι καὶ ὁ πάσχων κατὰ συμβεβηκὸς πάσχει.
“如果全都是自愿的,那么在受到正当对待这件事上似乎亦属荒谬。” 在指出声称受到正当对待全都是自愿的亦属荒谬之后,他简要地给出了荒谬的原因,说“因为有些人是在非自愿的情况下受到正当对待的”。而这些人就是那些多得之人,法官从他们多得的份额中抽除并给予遭受不公之人。此前已经说过,受到正当对待不仅是对从多得之人那里收回被剥夺之物的人而言(因为此人被称为“受到了正当对待”),而且也是对受惩罚之人而言;因为行不正并受到惩罚的人,此人自身亦被称为“受到了正当对待”。因此,前者乃是自愿受到正当对待,而后者即行不正之人乃是非自愿的。因此,在受到正当对待的人之中,有些人是自愿受到正当对待的,即凡受到亏损的人;有些人则是非自愿的,即凡多得份额的人。[他说]:“因为人们在这一点上亦会产生疑难,即承受了不正之事的人是否全都遭受了不公。”在对是否存在自愿遭受不公产生疑难之后,并且由于遭受不公之于行不正与受到正当对待之于行正义之事具有相似的状态,且遭受不公与受到正当对待两者要么都必须是非自愿的要么都必须是自愿的,从而使该论点对受到正当对待亦具共通性,又由于受到正当对待全都是自愿的乃是不可能的,并且推导出遭受不公亦并非全都是非自愿的,而是在此情况上亦存在自愿——在对这些产生疑难之后,他试图通过这些表明,它们各自以这种方式发生时是自愿的,而以那种方式发生时是非自愿的。他说,行事方面的情况如何,承受方面的情况亦将如何,他把行不正和行正义之事称为“行事”,而把遭受不公和受到正当对待称为“承受”。而由于正如上文所表明的,行不正一方面是就自身而言的(当行不正之人出于自愿而行不正时),另一方面是偶性的(当并非自愿时),同样,行正义之事一方面是就自身而言的(即自愿的),另一方面是偶性的(即非自愿的),以完全相同的方式,在遭受不公与受到正当对待上亦将如此成立,遭受不公亦将是双重的。然而,“因为偶性地在两者上都有可能分有正当之事”这一文句表述得不够明晰。他所言的实际含义乃是如此:在存在四者(行不正之人、遭受不公之人、行正义之事的人、受到正当对待的人)的情况下,在两者上,亦即在行正义之事的人与受到正当对待的人这两者上,当行正义之事的人偶性地行正义之事时,受到正当对待的人有可能偶性地分有正当之事;同样在不正之事上,当行不正之人偶性地行不正时,遭受不公之人亦有可能偶性地遭受不公。但正如他将要表明的,当人出于自愿而承受时,正如那些在品格上公允温和之人那样,某人首先是偶性地遭受不公;因为他们在分配中常常领受少于他们应当领受的份额。因此,他们那时乃是自愿承受的。所以,把较少份额分配给他们的人乃是偶性地行不正,而自愿遭受不公之人将与偶性地行不正之人相对立,非自愿遭受不公之人则与自愿行不正之人相对立。因为正如在这些情况中,行不正之人由于出于自愿且出于抉择因而是单纯且就自身而言行不正,同样遭受不公之人由于出于非自愿且非出于抉择亦是单纯地遭受不公;因此它们互为对立。而同样的事情亦发生在受到正当对待上;因为偶性地受到正当对待之人显然是自愿承受正当之事,并且将与偶性地行正义之事的人相对立,而此人——即偶性地行正义之事的人——乃是非自愿地行正义之事。因为如果就自身而言行正义之事的人是自愿行正义之事,那么显然偶性地行正义之事的人乃是非自愿地行正义之事;倘若如此,偶性地受到正当对待的人乃是自愿受到正当对待。而此人将是行了不正却正在纠正自己所犯下的不正之人。“因为若无某人行不正,便不可能遭受不公;若无某人行正义之事,便不可能受到正当对待。”如果若无行不正之人或行正义之事的人存在,遭受不公或受到正当对待乃是不可能的,那么必然地,行不正之人的状态如何,遭受不公之人的状态亦必如何;行正义之事的人与受到正当对待的人亦同样如此。因此,若施动者就自身而言施动,受动者亦就自身而言承受;但若是偶性地,受动者显然亦偶性地承受。
- 1.62ἀπορήσας, εἰ ἔστιν ἑκόντα ἀδικεῖσθαι ... ταῦτα ἀπορήσας διὰ τούτων δεικνύναι πειρᾶται ὅτι
长大的多重复合句。由开头的分词 ἀπορήσας 引出,中间插入多个分词与从属从句(κοινοποιήσας、ὀφειλόντων、ἐπεὶ... συνάγεται δὲ...),随后通过重复的 ταῦτα ἀπορήσας 总结前述诸前提,并最终连接到主句的核心谓语 δεικνύναι πειρᾶται(他试图表明)。
- 1.62ὅς, ὁ κατὰ συμβεβηκὸς δικαιοπραγῶν, ἄκων δικαιοπραγεῖ
在关系代词 ὅς 之后紧接着插入了同位语名词短语 ὁ κατὰ συμβεβηκὸς δικαιοπραγῶν(偶性地行正义之事的人)以强化先行词的主体,并支配谓语 ἄκων δικαιοπραγεῖ(非自愿地行正义之事)。
