← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§55.11-56.30

出于无知的过失的原谅与遭受不公的自愿性

米海尔基于对普遍的无知(处于无知状态)与对个别的无知(出于无知而行)的区分,阐明了可原谅与不可原谅的非自愿行为,随后探讨了由欧里庇得斯诗句引发的亚里士多德关于遭受不公是否可能出于自愿的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.60

" Τῶν δ’ ἀκουσίων τὰ μέν ἐστι συγγνωμονικά, τὰ δ’ οὐ συγγνωμονικά· ὅσα μὲν γὰρ μὴ μόνον ἀγνοοῦντες, ἀλλὰ καὶ δι’ ἄγνοιαν." Ἀγνοοῦντα λέγει τὸν τὸ καθόλου ἀγνοοῦντα. ὁ γὰρ μὴ εἰδὼς ὅτι τὸ μοιχεύειν κακόν, ἀγνοῶν λέγεται καὶ ἀγνοῶν πράττει, ὁ δὲ εἰδὼς τὸ καθόλου ὅτι ἡ μοιχεία κακὸν καὶ ὅτι κεκώλυται ὑπὸ τοῦ νόμου, ταύτην δὲ ᾗ ἐμίχθη οὐκ οἶδεν ὅτι ἀνδρὶ συνοικεῖ,1 οὗτος ἀγνοῶν οὐκ ἔστι, δι’ ἄγνοιαν δὲ τοῦ συνοικεῖν ἀνδρὶ συνεφθάρη τῇ γυναικί. δι’ ἄγνοιαν μὲν οὖν λέγει γίνεσθαι ἐφ’ ὧν τῶν καθ’ ἕκαστά τι ἐν οἷς ἡ πρᾶξις ἀγνοεῖται, ἃ ἦν καὶ κυρίως ἀκούσια· ἀγνοούντων δέ εἰσι τὰ παρὰ τὴν τοῦ καθόλου προσήκοντος ἄγνοιαν ἁμαρτήματα.2 καὶ τὰ μὲν περὶ τὴν λέξιν τοιαῦτα. ἀκούσια δὲ νῦν ἔοικε λέγειν πάντα τὰ μὴ κατὰ προαίρεσιν γινόμενα· τὰ γὰρ κατὰ πάθος γινόμενα πρὸ ὀλίγου ἑκούσια μὲν εἶπεν, ἀπροαίρετα δέ, νῦν δὲ τοῖς ἀκουσίοις ὑπάγει καὶ ταῦτα. καὶ θαυμαστὸν οὐδέν, εἰ ἑκούσια λέγων ταῦτα πάλιν ἀκούσιά φησιν· ἑκούσια μὲν γὰρ δοκεῖ εἶναι, καθ’ ὅσον οὐ δι’ ἄγνοιαν γίνεται, ἀκούσια δ’ αὖ πάλιν, καθ’ ὅσον οὐ κατὰ προαίρεσιν. τῶν δὴ ἀκουσίως γινομένων ὅσα πρὸς τῷ ἀγνοεῖν καὶ δι’ ἄγνοιαν γίνεται, συγγνώμης ἄξιά ἐστι· τὸν γὰρ μὴ εἰδότα μήτε τὸ καθόλου μήτε τὸ κατὰ μέρος καὶ ἁμαρτήσαντα συγγνωμονήσειεν ἂν πᾶς. ὅσα δὲ οὐ δι’ ἄγνοιαν τῶν καθ’ ἕκαστα γίνεται, ἀγνοούντων δέ (ταῦτα δὲ ἦν τὰ διὰ πάθος γινόμενα) τούτων, φησίν, ὅσα μὴ διὰ πάθος γίνεται μήτε φυσικὸν μήτε ἀνθρωπικόν, οὐ συγγνωμονικά. φυσικὰ δέ εἰσιν, ὡς εἴρηται, πεῖνα καὶ δίψα, ἀνθρωπικὰ δὲ λύπη, φόβος, ἔλεος. ὁ γὰρ διὰ πεῖναν ἁμαρτήσας καὶ ἁπλῶς τὴν τῶν ἀναγκαίων ἀπορίαν καὶ ἐπιθυμίαν συγγνωστός, ὁ δὲ τοιᾶσδε τροφῆς ἐπιθυμῶν καὶ τοιοῦδέ τινος πόματος, οἷον σαρκὸς πέρδικος καὶ οἴνου γλυκέος, καὶ διὰ ταῦτα ἁμαρτήσας οὐκ ἔστι συγγνώμης ἄξιος.

“在出于非自愿的事物中,有些是可原谅的,有些则是不可原谅的。因为凡不仅处于无知状态、而且是由于无知[而犯下过失]的……” 他把不知道普遍事物的人称为“处于无知状态的人”。因为不知道通奸是恶的人被称为“处于无知状态”,并且是在无知状态下行事的;而知道通奸是恶且被法律所禁止这一普遍道理,却不知道与自己交合的这个女子有丈夫同居的人,这个人并非“处于无知状态”,而是由于不知道她有丈夫同居而与该女子通奸。因此他说,在行为所处的个别具体情节有某项不为人知的情况下发生的事情是“由于无知”发生的,这些也是严格意义上的非自愿行为;而源于不知道应知的普遍道理的过失,则是“处于无知状态者”的过失。关于词句方面的事项即是如此。然而现在,他似乎把所有不依抉择而发生的事情都称为“非自愿”;因为依激情发生的事情,他不久前曾说是自愿的却非出于抉择,如今却把这些也归入了非自愿的事情之下。如果他在称这些为自愿之后又说它们是非自愿的,也丝毫不足为奇;因为就它们并非由于无知而发生而言,它们似乎是自愿的,但反过来,就它们并非依抉择而发生而言,它们又是非自愿的。那么,在出于非自愿而发生的事情中,凡除了处于无知状态之外且是由于无知而发生的事情,都是值得原谅的;因为对于既不知道普遍道理又不知道个别情节而犯下过失的人,任何人都会予以原谅。但凡并非由于对个别情节的无知而发生、却是由处于无知状态的人所犯下的事情(这些乃是由于激情而发生的事情),他说,其中凡不是由于自然或人类的激情而发生的事情,都是不可原谅的。正如已经说过的,自然的激情是饥饿与口渴,而人类的激情是悲痛、恐惧、怜悯。因为由于饥饿、简言之由于必需之物的匮乏与欲望而犯下过失的人是可原谅的,但贪求某种特定的食物和某种特定的饮料(例如鹧鸪肉和甜酒)并因这些而犯下过失的人,是不值得原谅的。

§1.61

"Ἀπορήσειε δ’ ἄν τις εἰ ἱκανῶς διώρισται περὶ τοῦ ἀδικεῖσθαι καὶ τοῦ ἀδικεῖν." Εἰπὼν πρότερον περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι, ὅτι ἀδικεῖν ἐστι καὶ ἄδικός ἐστιν ὁ ἑκὼν ἀδικῶν, ἀδικεῖσθαι δὲ τὸ ἀκουσίως πάσχειν, ἐπεὶ πρὸς ταῦτα τὰ τοῦ Εὐριπίδου ἀντιφθέγγεται (λέγει γὰρ οὗτος ὅτι ἔστι καὶ ἐπὶ τοῦ ἀδικεῖσθαι τὸ ἑκούσιον καὶ εἰσὶν οἳ ἑκόντες ἀδικοῦνται), ζητεῖ ὁ Ἀριστοτέλης, ἆρα ἔστιν ἑκόντα ἀδικεῖσθαι, καὶ ὡς τὸ ἀδικεῖν ἑκούσιόν ἐστι (τῷ ἑκουσίῳ γὰρ ὁ ἄδικος ὁρίζεται· ὁ γὰρ ἑκὼν καὶ κατὰ προαίρεσιν βλάπτων ἄδικός ἐστιν) ἆρα οὖν ὥσπερ τὸ ἀδικεῖν ἑκούσιον, οὕτως καὶ τὸ ἀντικείμενον αὐτῷ τὸ ἀδικεῖσθαι πᾶν ἑκούσιον, ἢ ἐπεὶ ἀντίκειται ἀλλήλοις τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι, θατέρου τοῦ ἀδικεῖν ὄντος ἑκουσίου θάτερον τὸ ἀδικεῖσθαι ἀκούσιόν ἐστι. τὸ δ’ αὐτό, φησί, ἀπορήσειεν ἄν τις καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· ἐπεὶ γὰρ τὸ δικαιοπραγεῖν πᾶν ἑκούσιον ὥσπερ τὸ ἀδικεῖν, ἀντίκειται δὲ ὡς τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι, οὕτω καὶ τὸ δικαιοπραγεῖν τῷ δικαιοῦσθαι, ὡσαύτως ἂν καὶ ἐπὶ τούτων δόξειεν ἔχειν, καὶ ἢ ὡς ἀκούσιον ἑκουσίῳ ἀντικείσεται ἢ ὡς ἑκούσιον ἑκουσίῳ. ἔστι δὲ τὸ δικαιοῦσθαι τὸ ὑπὸ τοῦ δικαστοῦ ἐπανισοῦσθαι, ὡς εἴρηται, κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. αὐτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ὁμοίως ἔχει τῷ δικαιοῦσθαι καὶ δικαιοπραγεῖν· ἀλλὰ μήποτε οὐκ ἐν ἅπασιν ὁμοίως ταῦθ’ ὑπάρχει. ὃ μὲν οὖν ζητεῖ, τοῦτο· κατὰ δὲ τὴν λέξιν παρατίθεται τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα ἐκ τοῦ Βελλεροφόντου εἰς πίστωσιν τοῦ ἔστιν ἑκόντα ἀδικεῖσθαι. ὃ καὶ εὐθὺς ἀπερράπισεν ὡς μὴ ἀποδεχόμενος, προσθεὶς τὸ ἀτόπως· παράλογον γὰρ τὸ εἰρημένον καὶ ἄτοπον τὸ τὴν μητέρα ἐθέλουσαν ἀνῃρῆσθαι ὑπὸ ἑκόντος τοῦ παιδὸς ἢ θέλουσαν ἀναιρεθῆναι ὑπ’ ἄκοντος. τὸ γὰρ μὴ θέλουσαν ὑπὸ ἑκόντος ἀναιρεθῆναι εὔλογον· ἀντίκειται γὰρ τὸ θέλειν καὶ μὴ θέλειν, ἤτοι τὸ ἑκούσιον καὶ ἀκούσιον· τὸ δὲ θέλουσαν θέλοντος εὔλογον οὐδαμῶς, εἴπερ τὸ ἀδικεῖσθαι, ὡς δείξει, ἀκούσιον. δύναται δὲ τὸ ἀτόπως καὶ πρὸς τὸν Εὐριπίδην εἰρῆσθαι,3 ὡς εἰ ἔλεγεν ἀτόπως εἶπεν ὁ Εὐριπίδης· δύναται καὶ καθόλου εἰρῆσθαι ὅλως δὴ τὸ λέγειν ὅτι ἀδικεῖταί τις ἑκὼν ἄτοπον.

“然而,关于遭受不公与行不正是否已被充分界定,人们可能会产生疑难。” 他此前在论及行不正与遭受不公时曾说,所谓行不正以及不正之人,即是那出于自愿行不正的人,而遭受不公则是非自愿地承受,既然欧里庇得斯的诗句唱出了与这些相反的调子(因为此人声称在遭受不公上也存在自愿,并且有人是自愿遭受不公的),亚里士多德便探讨是否存在自愿遭受不公这回事;并且,既然行不正乃是自愿的(因为不正之人是通过自愿来界定的;出于自愿且依抉择造成伤害的人是不正之人),那么是否正如行不正乃是自愿的那样,与之对立的遭受不公也全然是自愿的,抑或既然行不正与遭受不公互为对立,在行不正这一方是自愿的情况下,遭受不公这另一方乃是非自愿的。他说,人们在受到正当对待这一情况上亦会产生同样的疑难;因为既然行正义之事正如行不正那样全然是自愿的,且正如行不正与遭受不公相对立,行正义之事亦与受到正当对待相对立,那么在这些事情上似乎亦同样成立,它要么作为非自愿与自愿相对立,要么作为自愿与自愿相对立。正如已经说过的,受到正当对待乃是由审判官依矫正性正义恢复均等。因此,遭受不公与行不正本身,与受到正当对待和行正义之事具有相似的状态;但或许这些并非在所有方面都同样成立。他所探究的即是这一点。就词句而言,他引述了欧里庇得斯出自《柏勒洛丰》的短长格诗句,作为可以自愿遭受不公的凭据。由于并不赞同,他加上了“荒谬地”这一词立即予以驳斥;因为所说的话是不合情理的,母亲自愿被自愿的儿子杀害,或者自愿被非自愿的儿子杀害,乃是荒谬的。因为非自愿的母亲被自愿的儿子杀害是合乎情理的;因为愿意与不愿意是对立的,亦即自愿与非自愿是对立的;但正如他将表明的那样,倘若遭受不公是非自愿的,那么自愿的母亲被自愿的儿子[杀害]就绝不合情理。“荒谬地”这一词既可以针对欧里庇得斯而言,仿佛他在说欧里庇得斯荒谬地说了这番话;亦可以从普遍意义上而言,即断言某人自愿遭受不公这整个说法本就是荒谬的。

语法注3 条
  1. 1.60ταύτην δὲ ᾗ ἐμίχθη οὐκ οἶδεν ὅτι ἀνδρὶ συνοικεῖ

    带关系代词从句 ᾗ ἐμίχθη 的宾格短语 ταύτην 属于先行前置(prolepsis),原本是后续 ὅτι 从句的主语,在此被提前作为主句动词 οὐκ οἶδεν 的宾语:即“关于与自己交合的这个女子,他不知道她与丈夫同居”。

  2. 1.60ἀγνοούντων δέ εἰσι τὰ παρὰ τὴν τοῦ καθόλου προσήκοντος ἄγνοιαν ἁμαρτήματα

    属格分词 ἀγνοούντων 作表语性所属属格(表示“属于/归于处于无知状态者”),其主语是短语 τὰ παρὰ τὴν τοῦ καθόλου προσήκοντος ἄγνοιαν ἁμαρτήματα(源于不知道应知的普遍道理的过失)。

  3. 1.61δύναται δὲ τὸ ἀτόπως καὶ πρὸς τὸν Εὐριπίδην εἰρῆσθαι

    对亚里士多德文本中的副词 ἀτόπως(荒谬地)指涉对象提出了两种句法解释:(1) 针对欧里庇得斯(πρὸς τὸν Εὐριπίδην),修饰作者的说法语气(“欧里庇得斯荒谬地说了这番话”);(2) 从普遍角度(καθόλου)修饰整个命题内容(“断言有人自愿遭受不公这一说法本身全然是荒谬的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:55.11-56.30