← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§54.10-55.10

出于愤怒的行为与依抉择的不正之人

米海尔就亚里士多德在1135b27处的论述进行注疏,指出出于激愤造成的伤害之所以并非源自抉择或恶德,其明证在于当事人所争执的不是事实是否发生而是其正当性,并论证了唯有依抉择造成伤害者才是严格意义上的不正之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59

" Ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μὴ ἀμφισβητεῖται." Ταῦτα ὡς σημεῖα παρατίθεται τοῦ τοὺς διὰ θυμόν τι πράξαντας μὴ ἐκ προαιρέσεως μηδ’ ἐπιβούλως μηδ’ ἀπὸ κακίας πεπραχέναι1 * * ἀλλ’ ἀπαρνοῦνται λέγοντες μὴ πεποιηκέναι, καὶ γίνεται ἐν τούτοις ἡ ἀμφιβολία, εἰ γέγονε παρὰ τοῦδε τόδε τὸ κακὸν ἢ μὴ γέγονε, τῶν μὲν κατηγόρων λεγόντων ὡς αὐτὸς πεποίηκεν, αὐτοῦ δὲ ἀπαρνουμένου καὶ λέγοντος μὴ πεποιηκέναι. ὁ δὲ διὰ θυμὸν πράξας ὁμολογεῖ καὶ λέγει ὡς πεποίηκα τοῦτο, ἀλλὰ δικαίως. ὡς γὰρ ἠδικημένοι οἱ δι’ ὀργήν τι ποιοῦντες καὶ ἀμυνόμενοι αὐτοὺς ὡς προηδικηκότας· ἐπὶ φαινομένῃ γὰρ ἀδικίᾳ ἡ ὀργή ἐστιν. ἐν μὲν γὰρ τοῖς συναλλάγμασι βλάπτοντες περὶ τοῦ γεγονέναι ἢ μὴ ἀμφισβητοῦσι· τὸ γὰρ δρᾶμα ἀμφισβητοῦσιν ἅτ’ ἐξ ἐπιβουλῆς ποιοῦντες, οἱ μὲν ἀποδεδωκέναι τὸ ὀφειλόμενον λέγοντες, οἱ δὲ μὴ κεκομίσθαι, ὧν ἀνάγκη τὸν ἕτερον πάντως εἶναι κακόν, ἢ τὸν λέγοντα δεδωκέναι ἢ τὸν μὴ λαβεῖν διισχυριζόμενον. ἔσται δὲ ἐξ ἀνάγκης ὁ ἕτερος κακός, εἰ μὴ διὰ λήθην δρᾷ· εἰ γὰρ μὴ δοὺς ἐπιλέλησται ὅτι οὐ δέδωκεν, ὁμοίως δὲ καὶ λαβὼν ὅτι ἔλαβεν, οὐ κακός. ἐπὶ δὲ τῶν διὰ θυμὸν γινομένων τὸ μὲν πρᾶγμα ὁμολογοῦσι πεποιηκέναι, περὶ δὲ τοῦ δικαίως ἢ ἀδίκως ἡ ἀμφισβήτησίς ἐστι τῷ πεποιηκότι καὶ πεπονθότι. εἰ οὖν οἱ ἐκ προαιρέσεως πράξαντες τὸ κακὸν οὐχ ὁμολογοῦσι πεποιηκέναι, οἱ δὲ διὰ θυμὸν ὁμολογοῦσιν, οἱ διὰ θυμόν τι ποιοῦντες οὐκ ἐκ προαιρέσεως ποιοῦσιν. ἃ μὲν οὖν λέγει ταῦτ’ ἐστίν· ἐν δὲ τῇ λέξει τῇ ὥστε ὁ μὲν οἴεται ἀδικεῖσθαι, ὁ δὲ μὴ περὶ τῶν διὰ θυμόν τι ποιησάντων καὶ παθόντων εἴρηται. εἰ οὖν ὁ μὲν ἀδικεῖσθαι οἴεται, ὁ δ’ οὐκ ἀδικεῖν, δῆλον ὅτι ἡ ἀμφισβήτησις αὐτῶν ἐστιν οὐ περὶ τοῦ εἰ γέγονεν ἢ μή,2 ἀλλὰ περὶ τοῦ εἰ δίκαιον ἢ ἄδικον τὸ γεγονός. ἂν δὲ ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ, καὶ κατὰ ταῦτα ἤδη τὰ ἀδικήματα. ἀδικήματα λέγει τὰς βλάβας. δείξας δὲ ὅτι ὁ διὰ πάθος τι ποιήσας οὔπω ἄδικός ἐστιν, ὡς ἀκόλουθον τούτοις ἐπιφέρει ὅτι ἀδικεῖ καὶ ἄδικός ἐστιν ὁ ἐκ προαιρέσεως βλάπτων. ὅταν οὖν κατὰ προαίρεσιν βλάπτῃ τις ἢ νέμων ἑαυτῷ τῶν ἀγαθῶν τὸ πλέον παρὰ τὸ ἀνάλογον, ἢ πλεονεκτῶν τὸ ἴσον παραβαίνῃ (τούτου γὰρ δηλωτικὸν τὸ ὅταν παρὰ τὸ ἀνάλογον ἢ παρὰ τὸ ἴσον), οὗτος ἤδη ἄδικος. ὥστε ἄδικος μὲν καὶ ἀδικεῖ ὁ κατὰ προαίρεσιν βλάπτων, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ βλάπτων ἀδικεῖ μέν, ἀδίκημα μέντοι τὸ γινόμενον οὐκ ἔστιν.3 οὕτως ἔχει καὶ ἐπὶ τοῦ δικαίου· ὁ μὲν γὰρ πρὸς τῷ εἰδέναι καὶ κατὰ προαίρεσιν δίκαια ποιῶν δίκαιός ἐστιν, ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ ποιῶν δικαιοπραγεῖ μέν, οὐ μέντοι δίκαιός ἐστι.

“此外,亦非关于事情是否发生而发生争执。” 他提出这些,是作为出于激愤而行事的人并非依抉择、亦非出于蓄意、亦非源自恶德而行事的迹象;[……]相反,他们矢口否认,声称自己未曾做过,而在这些人当中便产生了这一坏事究竟是否由这个人所引起的争论,控告者们声称是他亲自做的,而他本人则予以否认,声称未曾做过。然而出于激愤而行事的人则予以承认并说道:“我是做了此事,但却是出于正当。”因为出于愤怒而做某事的人,乃是作为受了不公对待之人,并且是向那先行施加不正的人进行还击;因为愤怒乃是针对显见的不正而发的。因为在契约交往中,造成伤害的人会就事情是否发生而争执;因为他们正如出于蓄意而行事之人那样对行为本身产生争端,一方声称已经归还了所欠之物,而另一方则声称尚未收到;在他们当中,必然有一方全然是邪恶之人,要么是那个声称已经归还的人,要么是那个坚称未曾收到的人。并且,除非他是由于遗忘而行事,否则必有一方必然是邪恶之人;因为倘若未曾交付的人遗忘了自己没有交付,同样地接受了的人遗忘了自己已经接受,他便不是邪恶之人。但在出于激愤而发生的事情中,他们固然承认自己做了这件事,但关于是正当还是不正当,在施加者与承受者之间乃存在争执。因此,倘若依抉择行下恶事的人不承认自己做过,而出于激愤的人则承认做过,那么出于激愤而做某事的人便不是依抉择而做的。他所说的即是这些内容。而在“以致一方认为自己遭受了不公,另一方则不然”这句文句中,这是关于出于激愤而行事和承受的人所说的。因此,如果一方认为自己遭受了不公,而另一方并不认为自己行了不正,显而易见,他们的争端并非关涉事情是否发生,而是关涉所发生的事情究竟是正当还是不正。 “但若他是依抉择造成伤害,他便是在行不正,并依循这些不义行为就已然[是不正的]”。他将伤害称为不义行为。在表明了由于某种感受而做某事的人尚且不是不正之人之后,作为这些推论的必然结果,他补充道依抉择造成伤害的人是在行不正并且是不正之人。因此,每当某人依抉择造成伤害时,无论是在分配给自己较多份额的善物上违背了比例,还是通过贪求过多而违背了均等(因为“当违背比例或违背均等时”正是表明这一点),此人就已然是不正之人。因此,依抉择造成伤害的人是不正之人且在行不正,但知情、却并非依抉择造成伤害的人固然在行不正,然而所发生的事态却并非不义行为。在正义之人身上情况亦是如此:因为除了知晓之外还依抉择行正义之事的人才是正义之人,而知情、却并非依抉择行正义之事的人固然行了正义之事,却并不是正义之人。

语法注3 条
  1. 1.59Ταῦτα ὡς σημεῖα παρατίθεται τοῦ τοὺς διὰ θυμόν τι πράξαντας μὴ ἐκ προαιρέσεως μηδ’ ἐπιβούλως μηδ’ ἀπὸ κακίας πεπραχέναι

    带有定冠词属格的不定词短语(τοῦ 引导的对格加不定词结构)在句中作名词 σημεῖα 的同格说明语,解释其具体内容,意为“作为……的迹象”。

  2. 1.59ὥστε ὁ μὲν οἴεται ἀδικεῖσθαι, ὁ δὲ μή

    引用亚里士多德的原句(1135b28–29)。关于后半句否定词 μή 之后应当补充的述谓成分,正如注疏者紧接着在后文阐明为“ὁ δ’ οὐκ ἀδικεῖν”那样,应补充理解为“另一方则不[认为自己在行不正]”。

  3. 1.59ὁ δὲ εἰδὼς μέν, μὴ κατὰ προαίρεσιν δὲ βλάπτων ἀδικεῖ μέν, ἀδίκημα μέντοι τὸ γινόμενον οὐκ ἔστιν

    主句通过 μέν...μέντοι 构成对比:知情却非依抉择而伤害他人者固然在行不正(ἀδικεῖ μέν),但所产生的事态本身却并非严格源自邪恶抉择的不义行为(ἀδίκημα μέντοι τὸ γινόμενον οὐκ ἔστιν)。这承接了前文关于“行不正”与“本身是不正之人”之间的区分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:54.10-55.10