- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:53.1-54.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注疏了亚里士多德关于伤害的划分(1135b11),将出于无知的伤害细分为不幸与过失,并阐明了虽在知情中做出却未经预先思虑的情感行为(不义行为)与不正之人自身品质之间的区别。
" Τριῶν δ’ οὐσῶν βλαβῶν τῶν ἐν ταῖς κοινωνίαις, τὰ μὲν μετ’ ἀγνοίας ἁμαρτήματά εἰσιν." Εἰπὼν πρὸ ὀλίγου περὶ αὐτῶν “καθ’ ἕκαστόν γε αὐτῶν ὁποῖά τε εἴδη καὶ πόσα, καὶ περὶ ποῖα ὄντα τυγχάνουσιν, ὕστερον ἐπισκεπτέον” νῦν τοῦτο ποιεῖ· διελὼν γὰρ τὸ ἑκούσιον εἰς τὸ κατὰ προαίρεσιν καὶ τὸ χωρὶς προαιρέσεως * * ἔστι δὲ ἡ ἀδικία βλάβη τις, ἀποδίδωσι νῦν πῶς μὲν γινομένη ἡ βλάβη ἀδικία ἐστί, καὶ πῶς γινομένη οὐκ ἔστιν ἀδικία. τῶν δὴ βλαβῶν αἱ μὲν μετ’ ἀγνοίας τοῦ γινομένου γίνονται καὶ εἰσὶν ἀκούσιοι, αἱ δὲ εἰδότων καὶ ἑκουσίως. καὶ τῶν μετ’ ἀγνοίας αἱ μὲν παράλογοι καὶ ἐκ παραδόξου γίνονται, αἱ δὲ τὸ μὲν ἀκούσιον ἔχουσιν, οὐ μὴν κατὰ τὸ παράλογόν τε καὶ παράδοξον. εἰπὼν δὲ τὰς κατὰ ἄγνοιαν γινομένας βλάβας κοινῶς ἁμαρτήματα ὑποδιαίρεσιν αὐτῶν ποιεῖται καὶ φησὶ τὰς μὲν παραλόγως αὐτῶν γινομένας δεῖ καλεῖν ἀτυχήματα, τὰς δὲ μὴ παραλόγως ἁμαρτήματα ὁμωνύμως τῷ κοινῷ.1 εἴη δ’ ἂν παραλόγως γινόμενα τὰ σπάνια καὶ ἀπροσδόκητα, οἷον εἰ τὴν θύραν ἄφνω ἀνοίξαντός τινος ὁ πατὴρ ἐκείνου παρεστὼς ἐπλήγη, ἢ εἰ τοξεύοντος ἐν τοιούτῳ τόπῳ ἐν ᾧ οὐδεὶς εἴωθε πορεύεσθαι, ἄφνω τις ἔκ τινος τύχης ἐκεῖσε διερχόμενος ἐτρώθη τῷ ἀφεθέντι βέλει. τὰ γὰρ τοιαῦτα παράλογά τε καὶ ἀπροσδόκητα· πῶς γὰρ ἄν προσεδόκησεν ὁ τοξεύων ἐκεῖσέ τινα διελθεῖν ἐν ᾧ οὐδεὶς οὐδέποτε ὦπται διιών; ὅσα δὲ μὴ ἔστι παράλογα, ἀγνοοῦντος μέντοι τοῦ πράξαντος γίνεται, ταῦτα λεγέσθω ἁμαρτήματα. ὁ γὰρ ἐν ὁδῷ ἀκοντίζων ἢ ἔν τινι χωρίῳ, ἐν ᾧ ἐνδέχεται τινας εἶναι, καὶ βαλών τινα ἡμάρτηκε, καὶ καλοῦνται αἱ τοιαῦται τῶν βλαβῶν ἁμαρτήματα. ἁμαρτάνει γάρ, φησίν, ὅταν ἐν αὐτῷ ἡ ἀρχὴ ᾖ τῆς αἰτίας· ἔστι δὲ ἐν αὐτῷ, καθ’ ὅσον εἰς τόπον ἠκόντιζεν ἐν ᾧ ἔθος ἦν διέρχεσθαί τινας. τὰ μὲν οὖν μετ’ ἀγνοίας γινόμενά εἰσιν, ὡς εἴρηται, τὰ ἀτυχήματα καὶ τὰ ἁμαρτήματα· ἀδικήματα δέ ἐστιν ὅταν πράξῃ τίς τι εἰδὼς μέν, μὴ προβουλεύσας δέ. ταῦτα δ’ ἐστὶ τὰ διὰ θυμὸν γινόμενα καὶ διὰ πάθη ἀναγκαῖα ἢ φυσικά. εἰσὶ δὲ πάθη φυσικὰ ἔρωτες λῦπαι φόβοι, ἀναγκαῖα δὲ πεῖνα δίψα. ὁ γὰρ διὰ μεγάλην λύπην βλάψας τινὰ ἢ διὰ φόβον ἐξειπὼν τὰ τοῦ φίλου μυστήρια ἢ διὰ σφοδρὸν ἔρωτα βλάψας ἢ διὰ πεῖναν ἰσχυρὰν ἢ δίψαν ἀποστερήσας τινὰ τοῦ οἰκείου ἀδικεῖ μέν, καὶ ἄδικοι αἱ πράξεις, οὐ μὴν ἤδη ἄδικός ἐστιν· οὐ γὰρ διὰ μοχθηρίαν πέπραχεν, ἀλλ’ ἠναγκάσθη πρᾶξαι. ἄδικος δ’ ἐστὶν ὁ ἐκ προαιρέσεως ταῦτα ποιῶν δίχα τῶν εἰρημένων παθῶν τῶν ἀναγκαίων καὶ φυσικῶν. ἡ μὲν οὖν σύμπασα τῶν λεγομένων διάνοια αὕτη. τὸ δὲ κατὰ τὴν ἀρχὴν τῆς λέξεως τὸ ὅταν μήτε ὃν μήτε ὃ μήτε ᾧ μήτε οὗ ἕνεκα,2 ὃν μὲν λέγει τὸν πατέρα περὶ ὃν ἡ πρᾶξις· ὃ δὲ ἡ πρᾶξις, ὡς ὁ ἐξειπὼν τὰ μυστήρια ἀγνοήσας ὅτι μυστήριά ἐστιν· ᾧ δὲ τὸ ὄργανον, οἷον ὅτι ἀκόντιόν ἐστιν, οὗ δὲ τὸ τέλος, ὡς ὁ ἀγνοήσας ὅτι οὐ ποιεῖ φιλίαν τόδε τὸ φάρμακον, ἀλλὰ μανίαν, ὡς δὲ ὁ τρόπος, οἷον ἠρέμα ἀλλ’ οὐ σφοδρῶς. διὸ καλῶς τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται. ὁ διὰ θυμὸν ποιήσας εἰδὼς μὲν ἐποίησε καὶ ἑκών, οὐ προβουλεύσας δὲ οὐδὲ προελόμενος· ὁ γὰρ ὑβρισθεὶς καὶ διὰ τοῦτο τρώσας οὐκ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἐν τῷ ὑβρίσαντί ἐστιν· ὁ γὰρ ὑβρίσας γέγονεν ἀρχὴ καὶ αἴτιος τοῦ κινηθῆναι εἰς ἀνθύβρισιν τὸν ὑβρισθέντα.
“在共同体交往中所发生的伤害共有三种,其中伴随无知的伤害乃是过失。” 在不久前关于伤害说过“关于它们中的每一者,有哪些种类、共有多少,以及它们究竟关涉何种事物,须留待后文考察”之后,他现在正是在做这件事情。因为在把自愿区分为依抉择的和无抉择的之后,[……]而不正乃是某种伤害,他现在说明伤害在何种情形下发生是不正,而在何种情形下发生则不是不正。在伤害中,有些是伴随着对所发生之事物的无知而发生的,因而是非自愿的,而有些则是在知晓的情况下自愿发生的。在伴随无知的伤害中,有些是违背常理且出乎意料地发生的,有些虽然具有非自愿性,但绝非依循违背常理和出乎意料。在将依无知而发生的伤害统称为过失之后,他对其做出了进一步的细分,并指出其中违背常理而发生的理应称为不幸,而非违背常理而发生的则与此普遍名称同名地称为过失。而违背常理发生的事情,应当是那些罕见且无法预见的事情,例如某人突然推开门时,站在一旁的他的父亲被撞击到了;或者在没有人习惯行走的此类地方射箭时,某人出于某种偶然突然途经那里而被射出的箭射伤。因为此类事情既违背常理亦无法预见;射箭之人如何能预料到会有人经过那处从未见过有人前去的地方呢?但凡非违背常理、然而在行动者处于无知时发生的事情,让这些被称为过失吧。因为在路上或在可能有人存在的某处投掷标枪并击中了某人的人,乃是犯了过失,而此类伤害被称为过失。因为他说,当原因的始因在他自身之内时,他便犯了过失;而只要他是向有人习惯经过的地方投掷标枪,始因便在他自身之内。因此,正如所说的,伴随无知而发生的乃是不幸和过失;但当某人在知晓、却未曾预先思虑的情况下做某事时,这便是不义行为。这些是由于激愤以及由于必然的或自然的感受而发生的。自然的感受是情爱、悲痛、恐惧,而必然的感受则是饥饿与干渴。因为出于巨大的悲痛伤害了某人的人,或者出于恐惧泄露了朋友之机密的人,或者出于强烈的爱意伤害了某人的人,或者出于严重的饥渴剥夺了某人自身财产的人,固然是在行不正,且其行为是不正的,然而他绝非立刻就是一个不正之人;因为他并非由于邪恶而行此举,而是被迫去行的。但在脱离了上述必然且自然的感受的情况下依抉择做出这些事情的人,才是不正之人。所言各事的全部意涵即是如此。至于文句开头处的“当既非向谁、亦非何事、亦非用何物、亦非为了什么时”这句表述,“向谁”他指的是作为行动对象的父亲;“何事”指行动本身,如在不知情是机密的情况下泄露了机密的人;“用何物”指工具,例如这是一枚标枪;“为了什么”指目的,如不知道此药并不产生爱意而是产生疯狂的人;而“如何”则是指方式,例如温和地而非猛烈地。因此,“出于激愤之事被正当地判定为并非出于预谋”。因为出于激愤而行事的人是在知情且自愿的情况下行事的,但并未预先思虑亦未经过抉择;因为受到侮辱并因此伤人者,其始因并不在他自身之内,而是在那个施加侮辱者之内;因为施加侮辱者成为了受到侮辱者被引发做出反向侮辱的始因和缘由。
- 1.58ὁμωνύμως τῷ κοινῷ
与格“τῷ κοινῷ”作副词“ὁμωνύμως”的比较或基准补足语,意为“与普遍的名称同名”。注释者借此指出,尽管前面用“过失”(ἁμάρτημα)总括了所有出于无知的伤害,此处却将同一词语特指为其下一个不违背常理的下位种名。
- 1.58τὸ δὲ κατὰ τὴν ἀρχὴν τῆς λέξεως τὸ ὅταν μήτε ὃν μήτε ὃ μήτε ᾧ μήτε οὗ ἕνεκα
此句是通过双重中性单数冠词(τὸ ... τὸ ...)构成的论题前置(话题化)句式。它将“关于文句开头处‘当既非向谁、亦非何事……’这句表述”作为统领全句的讨论主题先行列出,随后在后文逐一针对各个疑问代词及副词(ὃν, ὃ, ᾧ, οὗ ἕνεκα, ὡς)进行表语性的阐释。
