← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§52.3-52.33

非自愿行动的界定与自愿行动的抉择区分

米海尔疏解了非自愿行动的定义(出于无知与强迫),并对引文提出了文本订正(将“或”改为“而是”),辨析了消化、衰老等自然生化过程的可责性,随后阐述了正义与不正行为中的偶性维度,以及依据是否伴随抉择对自愿行动所作的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.56

" Τὸ δὴ ἀγνοούμενον ἢ μὴ ἀγνοούμενον μέν, μὴ ἐπ’ αὐτῷ δὲ ὂν ἢ βίᾳ ἀκούσιον." Εἰπὼν τί τὸ ἑκούσιον, λέγει καὶ περὶ τοῦ ἀκουσίου, τί ποτέ ἐστι, καὶ φησὶν ὅτι τοῦτό ἐστιν ἀκούσιον, τὸ δι’ ἄγνοιαν γινόμενον ἢ βίᾳ τῶν ἐφ’ ἡμῖν ὄντων. ὅσα γὰρ ἀγνοεῖται ἢ μὴ ἀγνοεῖται, μὴ ἐπ’ αὐτῷ δ’ ἐστὶ τῷ πράττοντι, ἤτοι μὴ κατὰ τὴν ἐν αὐτῷ ἀρχὴν γίνεται, ἀλλὰ βίᾳ, ἀκούσιά ἐστι. δεῖ δὲ ἐν τῇ λέξει τῇ ἢ βίᾳ1 ἀντὶ τοῦ ἢ τὸ ἀλλά γράφειν, ἵνα ᾖ ἀλλὰ βίᾳ· τὸ γὰρ μὴ ἐπ’ αὐτῷ ἀλλὰ βίᾳ ἀκούσιον. λέγει δὲ καὶ πολλὰ τῶν φυσικῶν οὐκ ἀγνοούμενα ἡμῖν καὶ γινόμενα καὶ πραττόμενα οὔθ’ ἑκούσια οὔτ’ ἀκούσια εἶναι, καίτοι ὡς εἴρηται καὶ ἐφ’ ἡμῖν ὄντα· ἐφ’ ἡμῖν γὰρ ἡ ἀρχὴ καὶ οὐκ ἀγνοεῖται ὅτι γίνεται. ἔστι δὲ ταῦτα ὅσα κατὰ φύσιν γίνεται, οἷον τροφῆς πέψις καὶ ἀνάδοσις καὶ πρόσκρισις, καὶ τὸ γηρᾶν ἢ ἀποθνήσκειν. ἢ τὸ μὲν τὰ τοιαῦτα ὅτι οὐκ ἀγνοεῖται ὡς γίνεται δῆλον καὶ ἀληθές, οὐ μὴν καὶ ἐφ’ ἡμῖν εἰσι.2 διὰ τοῦτο καὶ ὁ ποιητὴς εἶπε “φύσει γὰρ ὄντες θνητοὶ οὐ κύριοί ἐσμεν τοῦ ἐπὶ τοῦτο μὴ ἐλθεῖν· ἀνάγκῃ γὰρ ἥκομεν.”

“因此,不为人所知晓的,或者虽非不为人知晓,但不由自身做主或出于强迫的,乃是非自愿的。” 在说明了自愿的是什么之后,他也谈到了非自愿的究竟是什么,并且说非自愿的便是指:在取决于我们的事物中,由于无知或出于强迫而发生的那些。因为凡是不为人知晓的,或者虽非不为人知晓、但不由行动者自身做主的——即并非按照其自身之内的始因而发生,而是出于强迫的——都是非自愿的。而在“或出于强迫”这句措辞中,理应把“或”改写为“而是”,以使得文句成为“而是出于强迫”;因为不由自身做主、而是出于强迫的,乃是非自愿的。他还说,许多自然发生的事物对我们并非不为人知,且在发生并进行着,却既非自愿亦非非自愿,尽管正如所说的那样,它们也取决于我们;因为始因在我们自身之内,且它们之发生并非不为人知。这些事物即是凡依自然而发生的,例如食物的消化、输送和同化,以及变老或死亡。或者不如说,对此类事物而言,它们如何发生并非不为人知这一点固然显明且属实,然而它们却绝不取决于我们。正因如此,诗人才说:“因我们依自然乃有死之躯,我们并不能做主不去面临此事;因为我们是受必然性驱使而来的。”

§1.57

" Ἔστι δ’ ὁμοίως καὶ ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων καὶ τὸ κατὰ συμβεβηκός." Εἰπὼν ὅτι ἐν οἷς ἡ πρᾶξις, καὶ τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτό, ὧν τὸ μὲν ἐποίει τὸ ἑκούσιον, τὸ δὲ τὸ ἀκούσιον, λέγει ὅτι καὶ ἐπὶ τῶν δικαίων καὶ τῶν ἀδίκων ἔστι καὶ τὸ κατὰ συμβεβηκός. ὁ γὰρ ποιῶν τι τῶν δικαίων ἄκων καὶ κατὰ φόβον κατὰ συμβεβηκὸς δικαιοπραγεῖ, ὅτι οἷς συμβέβηκε δικαίοις εἶναι ταῦτα ποιεῖ,3 οὐ μὴν ἁπλῶς οὐδὲ κυρίως, ὅτι οὐχ ἑκὼν ἀλλὰ διὰ φόβον ποιεῖ. ἀλλὰ καὶ ὁ ἄκων 〈ἄδικόν〉 τι ποιῶν, ὡς ὁ ἀναγκασθεὶς μὴ ἀποδοῦναι τὴν παρακαταθήκην, κατὰ συμβεβηκὸς ἀδικεῖ (ὅτι γὰρ συμβέβηκε τῷ πραττομένῳ ὑπ’ αὐτοῦ ἀδίκῳ εἶναι) οὐ μὴν ἁπλῶς· τὸ γὰρ ἁπλῶς ἀδικεῖν ἦν ἐν τῷ ἑκόντι αὐτὰ πράττειν. λαβὼν δὲ ὅτι ἐν τοῖς ἑκουσίως γινομένοις ἐστὶ τὸ δικαιοπραγεῖν καὶ τὸ ἀδικεῖν, ἑξῆς τῶν ἑκουσίως γινομένων διαφοράν τινα ποιεῖται λέγων τῶν ἑκουσίως πραττομένων τὰ μὲν προελόμενοι καὶ μετὰ προαιρέσεως ποιοῦμεν, τὰ δὲ οὐ προελόμενοι. τὰ γὰρ διὰ θυμὸν γινόμενα ἀπροβούλευτα· ἑκόντες μὲν γὰρ ποιοῦμεν ταῦτα, οὐ προβουλευσάμενοι δέ.

“同样,在不正与正义的事物中,亦有出于偶性的情形。” 在阐明了行动所处的环境中有出于偶性的也有就其自身的,而其中一者造成了自愿,另一者造成了非自愿之后,他说在正义与不正的事物中,也同样存在出于偶性的情形。因为不情愿且出于恐惧而做某件正义之事的人,乃是出于偶性而行义,这是由于他所行之事恰好属于正义的事物,然而绝非绝对地亦非本义地,因为他不是自愿而是出于恐惧而行的。而且,非出于情愿而做某件不正之事的人,如同被迫不去归还寄托物的人,乃是出于偶性而行不义(因为他所做之事恰巧是不正的),然而绝非绝对地;因为绝对地行不义乃在于自愿地做出这些事。而在设定了行义与行不义均属于自愿发生的事物之后,他接着对自愿发生的事物做了某种区分,指出在自愿践行的事情中,有些是我们经过抉择且伴随抉择而做的,有些则未经抉择。因为出于激愤而发生的事物是未经预先思虑的;因为我们固然是自愿做这些事,却并非预先思虑而做的。

语法注3 条
  1. 1.56δεῖ δὲ ἐν τῇ λέξει τῇ ἢ βίᾳ ἀντὶ τοῦ ἢ τὸ ἀλλά γράφειν, ἵνα ᾖ ἀλλὰ βίᾳ·

    疏解者对引文(lemma)中的短语 ἢ βίᾳ(“或出于强迫”)提出的校勘与义理订正构词。他主张用强转折连词 ἀλλά 代替析取连词 ἢ,并由 ἵνα 引导目的从句,借此阐明非自愿乃是“不由自身做主,而是出于强迫”这一界定性的逻辑关系。

  2. 1.56ἢ τὸ μὲν τὰ τοιαῦτα ὅτι οὐκ ἀγνοεῖται ὡς γίνεται δῆλον καὶ ἀληθές, οὐ μὴν καὶ ἐφ’ ἡμῖν εἰσι.

    句首的小词 ἢ 用于引入对前述观点(即自然过程亦在我们掌握之中)的反驳或修正(“或者不如说”)。句法结构上,τὰ τοιαῦτα 是从属的 ὅτι 从句中的主语被前置(先取构词/prolepsis),而 ὅτι οὐκ ἀγνοεῖται ὡς γίνεται 构成整个主语小句,作 [ἐστι] δῆλον καὶ ἀληθές 的主语,并与后半句的 οὐ μήν 分句(“绝不取决于我们”)构成转折对比。

  3. 1.57ὅτι οἷς συμβέβηκε δικαίοις εἶναι ταῦτα ποιεῖ

    关系从句 οἷς συμβέβηκε δικαίοις εἶναι(“恰好属于正义的事物”)修饰作为 ποιεῖ 直接宾语的指示代词 ταῦτα。关系代词 οἷς 作非人称动词 συμβέβηκε 所要求的与格补足语,表语形容词 δικαίοις 与 οἷς 保持性数格一致(与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:52.3-52.33