← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§51.1-52.2

行动的个别情况与偶性知晓的辨析

米海尔解释了亚里士多德如何将行动的个别情况概括为三项,并将“非出于偶性亦非出于强迫”分别对应于内在始因与对个别情况的知晓,进而藉由夜战误击等例证阐明了偶性知晓的涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55#2

τὰ μὲν οὖν καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις καὶ ἃ ἐνδέχεται ἀγνοῆσαι, ταῦτα ἂν εἴη. τούτων δέ, φησί, τὸν μὲν πράττοντα οὐδεὶς ἂν δύναιτο ἀγνοεῖν· πῶς γὰρ ἐνδέχεται σὲ ὄντα τὸν πράττοντα ἀγνοῆσαι ὅτι σὺ εἶ ὁ πράττων; μαινόμενος γὰρ καὶ κατεσθίων τις τὰς ἑαυτοῦ σάρκας ἀγνοήσειεν ὅτι αὐτὸς ἑαυτὸν ἐσθίει, σωφρονῶν δὲ οὐκ ἂν ἀγνοήσειεν ὅτι πράττει καὶ ἐνεργεῖ. συνέστειλε δὲ ταῦτα ἐν τῷ βιβλίῳ ἐκείνῳ εἰς τρία, ὧν νῦν μνημονεύει. ὁ γὰρ γνωρίζων τό τε περὶ ὃ ἡ πρᾶξις γίνεται καὶ τὸ ὄργανον δι’ οὗ καὶ τίνος ἕνεκα γίνεται, οὗτος ἑκουσίως ποιεῖ· καὶ γὰρ τὸ ἀκουσίως γινόμενον δι’ ἄγνοιάν τινος ἢ καὶ πάντων τούτων γίνεται· ἐδείχθη γὰρ ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ τἆλλα ὑπαγόμενα τούτοις. εἰπὼν δὲ εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ μήτε ὃν μήτε ᾧ μήτε οὗ [καὶ τίνος] ἕνεκα, ἐπήγαγε μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ,1 τουτέστιν ἐν οἷς τὸ ἑκούσιον μὴ ᾖ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ. καὶ εἴη ἂν λέγων μὴ τὸ μὲν αὐτῶν κατὰ συμβεβηκός, τὸ δὲ βίᾳ· οὐ γὰρ ἀμφότερα κατὰ συμβεβηκὸς ἢ ἀμφότερα βίᾳ. ἀλλ’ ἐπὶ μὲν τοῦ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν ἐν αὐτῷ εἶναι ἁρμόζοι ἂν τὸ μὴ βίᾳ· δύναται γὰρ δι’ αὑτοῦ τις οὗ τὴν ἀρχὴν ἔχει βιασθεὶς ποιῆσαί τι, ὡς αὐτὸς παρέθετο τὸ ἐπὶ τῶν χειρῶν. ἂν γάρ τις λαβὼν τὴν χεῖρα τὴν ἐμὴν τύπτῃ τὸν πατέρα μου, ἡ ἀρχὴ ἐν ἐμοί ἐστιν, ὅτι ἡ χείρ, ᾗ τύπτεται ὁ πατήρ μου, ἐμή ἐστιν, ἀλλὰ βίᾳ ποιῶ, ὥστε καὶ ἀκουσίως· ἂν δ’ αὐτὸς ἐγὼ κινῶν τὸν πατέρα τύπτοιμι, τοῦτο ἑκούσιόν ἐστιν. τὸ μὲν οὖν μὴ βίᾳ ἁρμόζει ἐπὶ τοῦ τοιούτου· τὸ δὲ μὴ κατὰ συμβεβηκὸς ἐπὶ τοῦ εἰδέναι τὰ καθ’ ἕκαστα. κατὰ συμβεβηκὸς δὲ γνωρίζοι ἄν τις ταῦτα ὧν ἡ ἄγνοια ἀκούσιον ἐποίει τὸ γινόμενον οὕτως ὡς αὐτὸς δείκνυσιν. ὁ γὰρ τὸν πατέρα τύπτων ἐν νυκτομαχίᾳ καὶ γνωρίζων μὲν ὅτι ἄνθρωπον τύπτει, ἀγνοῶν δὲ ὅτι ὃν τύπτει ὁ πατὴρ αὐτοῦ ἐστι, κατὰ συμβεβηκὸς ἂν εἴη περὶ τὸν πατέρα ἡ πρᾶξις· ὡς πρὸς μὲν γὰρ ἄνθρωπον καθ’ αὑτό, ὡς δὲ πρὸς πατέρα κατὰ συμβεβηκός· ὥστε καὶ ἀκούσιος ἡ πρὸς τὸν πατέρα ὕβρις τοῦ υἱοῦ. ἀλλὰ καὶ ὁ τὸν ἐλλέβορον γνωρίζων ὅτι τόδε τι ἐλλέβορος, ἀγνοῶν δὲ τὴν δύναμιν αὐτοῦ ὅτι καθαρτικός (ὑπολαμβάνει δὲ ὡς ὕπνον ἐμποιεῖ) καὶ διδοὺς ὡς ὑπνοποιὸν κατὰ συμβεβηκὸς τὸ οὗ ἕνεκα γνωρίζοι ἂν οὗτος. ἀλλὰ καὶ ὁ εἰδὼς τὸ ἀκόντιον ὃ ἀφίησιν, ὅτι ἀκόντιόν ἐστιν, ἀγνοῶν δὲ ὅτι λελόγχωται, κατὰ συμβεβηκὸς ἂν γνωρίζοι καὶ οὗτος. οὐκ ἄρα ἑκούσιος ἡ πρᾶξις γένοιτο ἄν ἐν ᾗ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις γίνεται, κατὰ συμβεβηκὸς γνωρίζεται· ὧν γὰρ ἡ καθ’ αὑτὸ γνῶσις ἑκούσιον τὴν πρᾶξιν ποιεῖ, ταῦτα εἰ κατὰ συμβεβηκὸς γνωρίζοιτο,2 οὐχ ἑκούσιον τὴν πρᾶξιν καὶ τὸ γινόμενον ποιεῖ. ταῦτα εἰπὼν ἐπιφέρει τὸ καθόλου λέγων ὁμοίως δὲ τοῦτο διωρίσθω καὶ περὶ τῶν οὗ ἕνεκα καὶ περὶ τὴν πρᾶξιν ὅλην, τὸν πράττοντα, περὶ ὃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, τὸ ὡς πράττει.

那么,行动展开于其中且可能为人所不知的个别情况,当是这些。在这些当中,他说,无人能够不知道行动者是谁;因为既然是你作为行动者,又怎能不知道你自己就是行动者呢?因为一个发疯且啃食自己血肉的人或许会不知道是他自己在吃自己,但一个心智健全的人绝不会不知道自己在行动和施展活动。而在那卷书中,他将这些个别情况概括为三点,也就是他现在所提及的那些。因为知晓行动所关涉的对象、藉以行动的工具以及为何目的而行动的人,此人便是在自愿地行动;因为非自愿发生的事物,也正是出于对这些要素中的某一个乃至全部的无知而发生的;因为在那卷书中已经指明,其余诸项也归入这些之中。在说了“知晓且并非不知地行动,既非不知对谁、亦非不知藉由何物、亦非不知为了什么[以及为何目的]”之后,他接着补充了“既非出于偶性亦非出于强迫”,也就是说,自愿既非出于偶性亦非出于强迫的情形。而他的意思当是,其中一项并非出于偶性,另一项也非出于强迫;因为并非两者皆出于偶性,或两者皆出于强迫。相反,“非出于强迫”当适用于始因与原因在自身之内;因为人即便拥有某物的始因,也有可能被迫藉由自身来做出某事,正如他自己举出的手的例子那样。因为如果有人抓住我的手去击打我的父亲,始因固然在我身上,因为用来击打我父亲的手属于我,但我是在受迫行动,因而也是非自愿的;但如果是我自己移动〔手〕击打父亲,这便是自愿的。因此,“非出于强迫”适用于此类情形;而“非出于偶性”则适用于知晓个别情况。至于人若对其无知便使得所发生之事成为非自愿的这些个别情况,人可能会以他自己所指明的方式出于偶性而知晓它们。因为在夜战中击打父亲的人,虽知晓自己击打的是一个人,却不知晓所击打的是自己的父亲,其行动关涉父亲便只是出于偶性;因为就人而言是就其自身而言的,但就父亲而言则是出于偶性的;因而儿子对父亲的侵害也是非自愿的。而且,对于藜芦,知晓这特定之物是藜芦,却不知晓其具有泻药的效能(反而认为能催眠)并将其作为催眠药给予的人,此人对“为何目的”的知晓也就是出于偶性的。此外,知晓自己掷出的投枪是投枪,却不知晓它装有金属锋尖的人,此人同样也只是出于偶性而知晓。由此可见,行动展开于其中的个别情况若只是出于偶性而被知晓,此种行动便不会是自愿的;因为那些凭借其自身之知晓而使行动成为自愿的事物,若是出于偶性被知晓,便会使行动与所发生之事成为并非自愿的。说了这些之后,他补充了普遍的断言,说道:“同样,对此的界定也当适用于为了什么的目的,以及适用于整个行动,即行动的人、行动所关涉的对象、行动的内容、藉以行动的工具、行动的方式。”

语法注2 条
  1. 1.55καὶ εἴη ἂν λέγων μὴ τὸ μὲν αὐτῶν κατὰ συμβεβηκός, τὸ δὲ βίᾳ

    否定词 μὴ 主导后文的分配结构。米海尔在此解释亚里士多德文本中的否定表述(μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳ)分别对应两个不同的条件:一项对应于“出于偶性”(关于知晓个别情况的认识条件),另一项对应于“出于强迫”(关于始因在自身之内的因果条件),因为二者并非同时适用于两方面。

  2. 1.55ὧν γὰρ ἡ καθ’ αὑτὸ γνῶσις ἑκούσιον τὴν πρᾶξιν ποιεῖ, ταῦτα εἰ κατὰ συμβεβηκὸς γνωρίζοιτο

    属格关系代词 ὧν 依附于名词短语 ἡ καθ’ αὑτὸ γνῶσις(宾格性属格),并置于其先行词 ταῦτα 之前,而 ταῦτα 则是条件从句 εἰ κατὰ συμβεβηκὸς γνωρίζοιτο 的主语。主句的主语为概括性事态(即出于偶性被知晓这一情况),动词 ποιεῖ 统领双重宾格(οὐχ ἑκούσιον τὴν πρᾶξιν καὶ τὸ γινόμενον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:51.1-52.2