- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:50.4-50.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔针对《尼各马可伦理学》第五卷中对自愿的界定,借助保存下来的注解家讲义,阐释了第三卷关于自愿与非自愿、普遍无知与个别情况无知的区分以及行动的具体情况要素。
" Λέγω δὲ ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, ὃ ἄν τις τῶν ἐφ’ αὑτῷ ὄντων." Ἐπεὶ ἐν τῷ τρίτῳ βιβλίῳ τῆς παρούσης πραγματείας περὶ ἀκουσίου καὶ ἑκουσίου εἴρηκεν, οὐ χρὴ ἡμᾶς πάλιν ἐνταῦθα μνείαν ποιουμένου τοῦ Ἀριστοτέλους πονεῖν, ἀλλ’ ἐκ τῶν ἐκεῖσε γεγραμμένων τοῖς ἐξηγηταῖς σχολῶν1 ἔτι σῳζομένων τὰ εἰς σαφήνειαν τῶν προκειμένων συντείνοντα μετενεγκεῖν· καὶ δὴ τοῦτο ποιῶμεν. εἰπὼν τῷ ἑκουσίῳ ὁρίζεσθαι τὸ δικαιοπράγημα, ὑπομιμνήσκει ἡμᾶς τῶν περὶ τοῦ ἀκουσίου καὶ ἑκουσίου εἰρημένων αὐτῷ ἐν τῷ Γ. διττοῦ ὄντος τοῦ ἀκουσίου, τοῦ τε βίᾳ καὶ τοῦ δι’ ἄγνοιαν γινομένου, ἑκούσιόν ἐστιν ὃ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γίνεται. καὶ ἔστιν οὐ βίᾳ μὲν οὗ ἡ ἀρχὴ ἐν αὐτῷ, οὐ δι’ ἄγνοιαν δέ, ὅταν μηδὲ τὰ καθ’ ἕκαστά τις ἀγνοῇ, δι’ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. ὁ γὰρ τῷ τὸ καθόλου ἀγνοεῖν ἁμαρτάνων οὐ δι’ ἄγνοιαν ἁμαρτάνει, ὡς ἔδειξεν ἐν τῷ Γ, ἀλλ’ ἀγνοῶν.2 τοῦτο δή ἐστι τὸ ἑκούσιον τὸ μὴ δι’ ἄγνοιαν τῶν καθ’ ἕκαστα ἁμαρτηθέν. ὅταν οὖν, φησίν, ἡ ἀρχὴ ᾖ ἐν αὐτῷ εἰδότι καὶ τὰ καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις, ἑκὼν πράττει· τῶν γὰρ βίᾳ γινομένων οὐκ ἐν τοῖς πράττουσιν ἡ ἀρχή. ἐπεὶ γὰρ ἦν ἀκούσιον τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον, τότε φησὶν ἑκούσιον εἶναι, ὅταν μηδέν τι τῶν καθ’ ἕκαστα, ἐν οἷς ἡ πρᾶξις, ἀγνοῆται. τὰ δὲ καθ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις, ὧν ἀγνοήσας τις δι’ ἄγνοιαν ἐποίει, ἦν ταῦτα, ὁ πράττων ἄνθρωπος, περὶ ἃ πράττει, ὃ πράττει, δι’ οὗ πράττει, οὗ ἕνεκα πράττει, ὡς πράττει. ἔστιν οὖν ὁ πράττων ὁ ἐργαζόμενος καὶ ποιῶν τὸ πραττόμενον καὶ ποιούμενον, οἷον ὁ φονεύσας ἢ ὁ κλέψας· περὶ ἃ δὲ πράττει, ὁ φονευθείς (περὶ αὐτὸν γὰρ πέπραχε τὸν φόνον) καὶ τὰ κλαπέντα χρήματα· ὃ δὲ πράττει, ἐστὶν ὁ φόνος ἢ ἡ τῶν χρημάτων μετάθεσις, ὅ ἐστιν ἡ κλεψία· δι’ οὗ δὲ πράττει, τὸ ὄργανον δι’ οὗ πεποίηκε τὸν φόνον· οὗ δὲ ἕνεκα, τὸ τέλος οὗ χάριν ἔπραξεν. οἷον ἔδωκέ τις ἐρῶν τῇ ἐρωμένῃ φάρμακον ὡς φίλτρον, συνέβη δὲ μανῆναι τὴν γυναῖκα ἀντὶ τοῦ φιλεῖν, ἢ δέδωκεν ὡς ὑπνωτικόν, ἀπέβη δὲ θανεῖν τὸν πιόντα ὡς ὑπνῶσαι,3 ἢ καὶ κειμένων ἐν τῷ αὐτῷ κιβωτίῳ καὶ ὑπνωτικῶν φαρμάκων καὶ δηλητηρίων λαθεῖν καὶ δοῦναι τὸ δηλητήριον ὡς ὑπνωτικόν. τὸ δὲ ὡς πράττει, οἷον ἠρέμα οἰόμενος πλήττειν σφοδρῶς ἔπληξεν, καὶ σὺν τῷ πλῆξαι τὴν φλέβα ἔπληξε καὶ τὴν ἀρτηρίαν· ἔτεμεν γὰρ ἀμφοτέρας.
“正如前文所说,我所说的自愿是指,在处于自身能力范围内的事物中,凡有人[明知而行……]”既然在当前论著的第三卷中[亚里士多德]已经论及了非自愿与自愿,在此处亚里士多德再次提及它们时,我们便无需重新劳神,而应当从注解家们针对那部分所写且至今仍保存的讲义中,将有助于澄清眼前论题的内容转述过来;那么我们就照此进行。在说明了行正义之举是由自愿所界定之后,他让我们回想起他在第三卷中论及非自愿与自愿的言论。由于非自愿有双重形式,即出于强迫而产生的与出于无知而产生的,所以自愿便是既非出于强迫也非出于无知而产生的。所谓非出于强迫,是指其始因在行为者自身之内;所谓非出于无知,则是指人连个别情况也并非不知,而行动正是经由这些情况并在这些情况中展开的。因为正如他在第三卷中所表明的,因对普遍者一无所知而犯错的人,并不是出于无知而犯错,而是在无知状态下犯错。因此,自愿正是指并非出于对个别情况的无知而发生的错误。他说,因此每当始因在自身之内、且此人知晓行动展开于其中的个别情况时,他便是自愿地行动;因为出于强迫而产生的事物,其始因并不在行为者自身之内。既然出于对个别情况的无知而发生的事情是非自愿的,他就说,每当行动展开于其中的个别情况无一不被知晓时,这便是自愿的。至于人若对此不知便是出于无知而行动的、行动展开于其中的个别情况,则是这些:行动的人、行动所关涉的对象、行动的内容、藉以行动的工具、行动的缘由以及行动的方式。因此,行动的人就是促成并做出所行所作之事的人,例如杀人者或行窃者;行动所关涉的对象,就是被杀者(因为杀人是关涉他而进行的)以及被盗的财物;行动的内容,就是杀人,或者是转移财物即偷窃;藉以行动的工具,就是用来实施杀人的器具;行动的缘由,就是他为之行动的目的。例如,某位恋爱者给心爱的女人服药作为媚药,结果那女人非但没有产生爱意反而发疯;或者当作安眠药给予,结果为入睡而服药者丧命;又或者在同一个盒子里既放着安眠药也放着毒药,他未能察觉而把毒药当作安眠药给予。至于行动的方式,例如以为自己在轻微地击打却猛烈地击打,并且在刺中静脉的同时也刺中了动脉;因为他将两者都割断了。
- 1.55ἐκ τῶν ἐκεῖσε γεγραμμένων τοῖς ἐξηγηταῖς σχολῶν
与格 τοῖς ἐξηγηταῖς 作完成时被动分词 γεγραμμένων 的行为者与格(或领属/关联与格)。名词 σχολῶν 在此并非指“闲暇”,而是古代及拜占庭注疏传统中的“讲义”或“注记”。
- 1.55ὁ γὰρ τῷ τὸ καθόλου ἀγνοεῖν ἁμαρτάνων οὐ δι’ ἄγνοιαν ἁμαρτάνει... ἀλλ’ ἀγνοῶν
介词短语 δι’ ἄγνοιαν(“出于无知”,因果性,指情有可原的非自愿错误)与分词 ἀγνοῶν(“在无知状态中”,表示恶德伴随的状态)的对偶结构。由于对普遍者的无知源于品性败坏而非导致非自愿的外在情由,因此属于自愿行动。
- 1.55ἀπέβη δὲ θανεῖν τὸν πιόντα ὡς ὑπνῶσαι
短语 ὡς ὑπνῶσαι 与前文的 ἀντὶ τοῦ φιλεῖν 形成平行对照,表示所预期或意图的结果(“为了入睡”)与实际发生的结果(θανεῖν,死亡)之间的对立。此处 ὡς 引导不定式,表达未曾实现的原初意图或预期。
