← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§49.7-50.3

正义之举与惩戒的区分及行为的自愿性

米海尔解释了普遍意义上的正义之举(dikaiopragēma)与特有意义上的纠正/惩罚之举(dikaiōma)之间的词义区分,并阐述了亚里士多德根据自愿与抉择将正义和不义的行为划分为本原意义与附带意义的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54

" Καλεῖται δὲ μᾶλλον δικαιοπράγημα." Εἰπὼν τί ἐστι τὸ δικαίωμα, ὅτι τὸ πραχθὲν κατὰ τὸ καθόλου τε καὶ ὡρισμένον δίκαιον, ἐπανορθῶν τοῦτό φησιν ὅτι καθόλου μὲν λεγέσθω δικαιοπράγημα πᾶν τὸ πραχθὲν κατὰ τὸ ὡρισμένον δίκαιον, εἴτε ἐν διανομῇ ἐστιν εἴτε ἐν συναλλάγματι, ἰδίως δὲ λεγέσθω δικαίωμα τὸ ἐπανόρθωμα τοῦ ἀδικήματος, ἤτοι ἡ ἐπὶ τῷ ἀδικήματι τιμωρία καὶ ζημία. τοιοῦτον γὰρ καὶ τὸ “δικαιώσει Κόρινθον ὁ Ζεύς”, ἀντὶ τοῦ κολάσει καὶ ἐπανορθώσει. δικαίωμα τοίνυν ἐστὶ τὸ εἰς τὸν ἀδικήσαντα γινόμενον δικαιοπράγημα. δικαιοπραγεῖ μὲν γὰρ ὁ τὴν παρακαταθήκην ἀποδιδούς, ὁ δὲ τῷ μὴ ἀποδιδόντι ἐπεξιὼν δικαιοῖ τὸν ἀδικήσαντα,1 καὶ ἔστιν ἡ μὲν τοῦ ἀποδεδωκότος τὴν παρακαταθήκην πρᾶξις δικαιοπράγημα, ἡ δὲ τοῦ ἐπεξιόντος δικαίωμα. ταῦτα εἰπὼν λέγει ὅτι τίνα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ ἀδικημάτων, καὶ ἐν τίσιν ἐστί, καὶ πῶς γινόμενα τοιαῦτά ἐστιν, ὕστερον ἐπισκεπτέον, καὶ εἰπὼν ὅτι ὕστερον ἐπισκεπτέον εὐθὺς δι’ ὧν ἐπιφέρει περὶ αὐτῶν λέγει συντόμως, ὕστερον δὲ ἐπὶ πολὺ λέγων. ὄντων γὰρ τῶν δικαίων καὶ ἀδίκων τῶν προειρημένων, τουτέστι τῶν τὰ δίκαια ἢ τὰ ἄδικα πραττόντων,2 τινὲς μὲν δικαιοπραγοῦσι καὶ ἀδικοῦσι κυρίως, τινὲς δ’ οὐ κυρίως, ἀλλὰ κατὰ συμβεβηκός. ὅσοι μὲν ἑκόντες τὰ δίκαια πράττουσι, κυρίως δικαιοπραγοῦσιν, ὅσοι δὲ ἄκοντες, οὐ κυρίως· ὥστε ἄλλο εἶδος δικαιοπραγίας τὸ ἑκόντα καὶ ἐκ προαιρέσεώς τινα πράττειν, καὶ ἄλλο τὸ ἄκοντα· ὁμοίως καὶ ἐπὶ ἀδικημάτων. ὄντων δὴ τῶν δικαίων καὶ ἀδίκων τῶν προειρημένων. ὅπερ εἶπον, διὰ τούτων διορίζεται3 λέγων τίνες εἰσὶν οἱ κυρίως ἀδικοῦντες καὶ τὰ δίκαια πράττοντες, καὶ τίνες οἱ μὴ κυρίως ἀλλὰ κατὰ συμβεβηκός, διαρθρῶν ἅμα καὶ ὃ πρὸ ὀλίγου προεβάλετο λέγων “ἐπεὶ δὲ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν ἤδη ἄδικός ἐστι πᾶσαν ἀδικίαν”; καὶ φησὶν ὅτι ὅταν ἑκών τις πράττῃ τὰ ἄδικα ἢ τὰ δίκαια, κυρίως ἀδικεῖ καὶ κυρίως δικαιοπραγεῖ, ὅταν δὲ διὰ φόβον ἢ τῶν δικαστῶν ἢ τοῦ ἄρχοντος τὰ δίκαια ποιῇ, οἷον τὴν παρακαταθήκην δίδωσι, δίκαιον μὲν ποιεῖ, δικαιοπραγεῖ δὲ κατὰ συμβεβηκός, διότι δίκαιόν ἐστιν ὃ ἔπραξεν. ἀλλὰ κἂν προστάξαντος τοῦ ἄρχοντος μὴ δοῦναι τὴν παρακαταθήκην οὐ δίδωσιν, ἄδικον μὲν πράττει, ἀδίκημα δ’ οὐκ ἔστι· τῷ γὰρ ἑκουσίῳ, ὡς εἴρηται, καὶ τῷ ἀκουσίῳ κρίνεται τὰ ἀδικήματα καὶ τὰ δικαιοπραγήματα.

“倒不如称作行正义之举。” 在说明了何为“纠正之举”——即依照普遍且确定的正义所行之事——之后,[亚里士多德]对此加以修正并说道:普遍而言,凡依照确定的正义所行之事,无论是在分配中还是在交往中,都应当被称为“行正义之举”;而在特有意义上,对不义之举的纠正,即针对不义之举施加的惩罚和罚金,才应当被称为“纠正之举”。因为“宙斯将正治科林斯”这句俗谚也是如此,意指他将惩治并纠正它。因此,纠正之举乃是对行不义者施行的行正义之举。因为归还寄托物的人是在行正义之举,而追究不归还者的人则是纠正行不义者;归还寄托物者的行为是行正义之举,而追究者的行为则是纠正之举。说了这些之后,他指出:正义之举与不义之举有哪些种类、有多少种类,存在于何种事物中,以及如何产生而成为这等性质,须在后文考察;而刚说了须在后文考察,他随即就通过接下来补充的话简要地论述它们,而后文则作了详尽的阐述。因为既然存在上述的正义者与不正义者——即行正义之事或不正义之事的人——某些人是在本原意义上行正义之举和行不义,而某些人则非本原意义上、而是附带地如此行事。凡自愿行正义之事者,都是在本原意义上行正义之举;凡非自愿者,则不是在本原意义上如此行事。因此,行正义之举的一个种类是出于自愿并基于抉择而行事,另一类则是非自愿而行事;在不义之举上亦同样如此。“既然存在上述的正义之事与不正义之事”。正如我所说,他通过这些话语界定道:谁是在本原意义上行不义和行正义之事的人,谁是非本原意义上而是附带地如此行事的人;同时也澄清了不久前他提出讨论的问题,即他说:“既然一个人行不义之事却可能尚不是不义之人,那么行何种不义之举的人在各样不义中便已经是不义之人了呢?”他说,当一个人自愿行不正义之事或正义之事时,他是在本原意义上行不义和在本原意义上行正义之举;但若是出于对审判官或统治者的畏惧而行正义之事,例如归还寄托物,他虽然做了正义的事,却只是附带地行正义之举,因为他所行之事恰好是正义的。然而即使由于统治者命令不予归还寄托物而未予归还,他虽做了不正义之事,这却不是[本原意义上的]不义之举;因为如前所述,不义之举与正义之举乃是由自愿与非自愿来判定的。

语法注3 条
  1. 1.54δικαιοῖ τὸν ἀδικήσαντα

    动词 δικαιόω 通常意为“视作正当”或“要求”,但在此处,结合前文对古语引句(“宙斯将正治科林斯”)作出的 κολάσει καὶ ἐπανορθώσει(惩治并纠正)之解释,该词用于司法和惩戒意义(“惩治/纠正行不义者”)。

  2. 1.54ὄντων γὰρ τῶν δικαίων καὶ ἀδίκων τῶν προειρημένων, τουτέστι τῶν τὰ δίκαια ἢ τὰ ἄδικα πραττόντων

    在属格绝对结构 ὄντων ... τῶν προειρημένων 中,τῶν δικαίων καὶ ἀδίκων 在语法上本可解为中性(正义之事与不义之事),但注解者紧接着以 τουτέστι 引出 τῶν ... πραττόντων,明确将其理解为阳性复数,即指行为者(“行正义之事或不正义之事的人”)。

  3. 1.54ὄντων δὴ τῶν δικαίων καὶ ἀδίκων τῶν προειρημένων. ὅπερ εἶπον, διὰ τούτων διορίζεται

    短语 ὄντων δὴ τῶν δικαίων καὶ ἀδίκων τῶν προειρημένων 乃是对亚里士多德原书(1135a15)文句的直接引用。它在句法上并不构成独立的完整句子,而是由注解者随后的解释句 ὅπερ εἶπον, διὰ τούτων διορίζεται(“正如我所说,他通过这些话语界定道”)来承接并解释其功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:49.7-50.3