← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§47.32-49.6

可变正义的区分与正义行为的普遍和个别

注解者阐释了亚里士多德《尼各马可伦理学》1134b30–1135a5,通过右手、度量衡以及政体演变的类比,论述了在可变事物中如何区分自然正义与法律正义,进而依据普遍与个别的关系,解释了不义之事/正义之事(普遍)与不义行为/正义行为(个别)的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52

" Ποῖον δὲ φύσει τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν καὶ ποῖον οὔ, ἀλλὰ νομικὸν καὶ συνθήκη." Ἐπεί, φησί, καὶ τὸ φύσει δίκαιον μεταπίπτει καὶ τὸ νομικόν (εἰ γὰρ τὸ φύσει, πολλῷ μᾶλλον τὸ νομικόν), τίνι γνωριοῦμεν ὅτι τόδε μὲν εἰ καὶ τάχα κεκίνηται, φυσικόν ἐστι, τόδε δὲ νομικόν; ἢ εἰ καὶ μήπω μεταπεπτώκασιν, ἐνδέχεται δὲ μεταπεσεῖν, πῶς διακρινοῦμεν τὸ φυσικὸν ἀπὸ τοῦ νομικοῦ; καὶ τὸ μὲν λεγόμενον τοιοῦτον, αὐτὸς δὲ οὐχ οὕτως τὴν λέξιν ἐπήνεγκε, καὶ διὰ τοῦτο ἀσαφέστερόν πώς ἐστιν, ἀλλ’ οἷον ἀποφαινόμενος δῆλον, φησίν, ἐστὶ ποῖον δίκαιόν ἐστι φύσει,1 καὶ ποῖον νομικόν, καίτοι ἐνδεχομένων ἀμφοτέρων ἄλλως ἔχειν. διορισθήσεται γάρ, φησίν, ἀπὸ τῶν ἄλλων· ὡς γὰρ ἐπ’ ἐκείνων ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων κρίνεται, ποία χείρ ἐστι κρείττων, ὅτι ἡ δεξιά, καὶ ποία χείρων, ὅτι ἡ ἀριστερά, καίτοι ἐνδέχεται καὶ ταῖς χερσὶν ἀμφοτέραις ἴσον τινὰ ἰσχύειν, οὕτω καὶ τὸ φύσει δίκαιον, εἰ καὶ μεταπίπτειν ἐνδέχεται, ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων κρινοῦμεν ὅτι τοιοῦτόν ἐστιν, εἰ καὶ μὴ τοῖς παρὰ φύσιν διακειμένοις ἰσχύει. ταῦτα εἰπὼν διὰ τῶν ἐπαγομένων ἐνδείκνυται, πῶς τὸ κατὰ συνθήκην δίκαιον τίθεται καὶ πάλιν μετατίθεται. ὡς γὰρ τὰ μέτρα, φησί, πρὸς τὸ χρήσιμον ἀλλάττεται, οὕτω καὶ τὸ κατὰ συνθήκην δίκαιον τὴν ἀρχὴν μὲν τίθεται διὰ τὸ δοκεῖν συμφέρειν τῷ κοινῷ, ἔπειτα μεταπίπτει, ἡνίκα δοκεῖ μὴ συμφέρειν ἢ ὅπου μὴ συμφέρει. οὐ γὰρ τὸ συμφέρον τῇ δημοκρατίᾳ συμφέρει καὶ τῇ ὀλιγαρχίᾳ ἢ τῇ ἀριστοκρατίᾳ· ὥστε ἐπεὶ ἄλλο μὲν τὸ δίκαιον καὶ τὸ συμφέρον τῇ δημοκρατίᾳ, ἄλλο δὲ τῇ ἀριστοκρατίᾳ, ἐπειδὰν ἡ πολιτεία οἷον ἡ δημοκρατία μεταπέσῃ εἰς ἀριστοκρατίαν ἢ αὕτη εἰς ἐκείνην δι’ ἃς αἰτίας λέγει ἐν ταῖς Πολιτείαις τὰς μεταπτώσεις αὐτῶν γίνεσθαι, ἀνάγκη2 καὶ τὰ νομικὰ δίκαια μεταπίπτειν. οὔκ εἰσι δὲ πανταχοῦ καὶ παρὰ πᾶσιν αἱ αὐταὶ πολιτεῖαι, διότι μὴ φύσει ἀλλὰ νόμῳ καὶ κατὰ συνθήκην συνίστανται καὶ χρῶνται καὶ δικαίοις τοιούτοις· ἡ μέντοι ἀρίστη πολιτεία (ἥτις δέ ἐστιν αὕτη, εἴρηκεν ἐν ταῖς Πολιτείαις) ἀεὶ καὶ παρὰ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσιν ἡ αὐτή ἐστι.

“在可以有别样情况的事物中,哪种是出于本性的,哪种不是,而是出于法律和约定的。” 他说:“既然出于本性的正义和出于法律的正义都会变迁(因为如果本性上的正义变迁,法律上的正义就更是如此),我们将凭何认识到,此一事物纵使或许发生了变动,也是自然的,而彼一事物则是法律的呢?或者,即便它们尚未变迁,但有可能变迁,我们又如何将自然的事物与法律的事物区分开来呢?”所表达的意思是这样的,但他本人并没有以这种方式行文——正因如此,文意略显晦涩——而是仿佛断言般地说道:“尽管二者都可以有别样情况,但哪种正义是出于本性的,哪种是法律的,乃是显而易见的。”因为他说:“这将根据其他事物被界定。”因为正如在那些事物中,是从处于符合本性状态的事物出发来判定哪只手更为优越(即右手),哪只手较为劣势(即左手)——尽管某人也有可能双手同样有力——同样,对于本性上的正义,即使它有可能变迁,我们也将从处于符合本性状态的人们出发判定它是这样的,即使它在反乎本性的人们之中不起作用。在说了这些之后,他通过随后的论述表明了依约定的正义是如何被制定以及再次被更改的。他说,因为正如度量衡依循有用性而改变,依约定的正义起初也是由于看似对公众有利而被制定的,其后,当它看似不利时,或在它不利的地方,它便发生变迁。因为有利于民主制的事物,并不同样有利于寡头制或贵族制;所以,既然对于民主制而言的正义和利益是一回事,而对于贵族制而言是另一回事,那么当政体(例如民主制)转变为贵族制,或者后者转变为前者时(出于他在《政治学》中所述的政体发生变迁的那些原因),法律的正义必然也随之变迁。而且,相同的政体并非在任何地方和所有人之中都存在,因为它们不是依本性而是依法律和约定建立的,并且使用的是此类正义事物;然而,最好的政体(至于这是哪种政体,他在《政治学》中已经说明)在任何时候以及在所有处于符合本性状态的人们之中都是相同的。

§1.53

"Τῶν δὲ δικαίων καὶ νομίμων ἕκαστον ὡς τὰ καθόλου πρὸς τὰ καθ’ ἕκαστα ἔχει." Τὰ νόμιμα, φησί, καὶ τὰ δίκαια πρὸς τὰ καθ’ ἕκαστα τὰ κατ’ αὐτὰ πραττόμενα οὕτως ἔχει, ὡς ἔχει ὁ καθόλου ἄνθρωπος πρὸς τοὺς κατὰ μέρος, Σωκράτην, Πλάτωνα, Ἀριστοτέλην. κοινὸν μὲν οὖν νόμιμον καὶ δίκαιον τὸ γεγραμμένον καὶ διοριζόμενον ὅτι δεῖ τὴν παρακαταθήκην διδόναι, δεῖ τὸν ἀριστέα τιμᾶν στεφάνῳ· καθ’ ἕκαστον δὲ τὸ τῷδε μὲν δεῖ τὴν οἰκείαν διδόναι παρακαταθήκην, καὶ τόνδε τῳδὶ καὶ ἄλλον ἐκείνῳ καὶ ἕτερον ἑτέρῳ· ἐν τούτοις γὰρ αἱ πράξεις, ὧν πάντων ὡς κοινὸν ἐκεῖνο τὸ λέγον “δεῖ τὴν παρακαταθήκην διδόναι” κατηγορεῖται.3 ταῦτα εἰπὼν λέγει καὶ τί διαφέρει τὸ ἀδίκημα τοῦ ἀδίκου καὶ τὸ δικαίωμα τοῦ δικαίου. ἄδικον μὲν γάρ ἐστι, φησί, τῇ φύσει ἢ τῇ τάξει, λέγων τάξιν τὸν νόμον. ἄδικον οὖν, φησί, τῇ φύσει ἢ τῷ νόμῳ· τὸ μὲν γὰρ καθόλου καὶ ὡρισμένον καὶ τεταγμένον τῷ λόγῳ, οἷον τὸ μὴ κλέψῃς, ἄδικόν ἐστιν· ὅταν δὲ ἐν πράξει πρός τινος γένηται, ἀδίκημά ἐστιν ὂν ἐν τοῖς καθ’ ἕκαστα. ὁμοίως δίκαιον τὸ καθόλου καὶ ὡρισμένον, δικαίωμα δὲ ὅταν πραχθῇ.

“正义的事物与合法的事物中的每一项,正如普遍对于个别一样。” 他说,合法的事物与正义的事物,相对于依照它们所践行的个别事物,正如普遍的人相对于个别的人(苏格拉底、柏拉图、亚里士多德)一样。因此,公共的合法与正义事物,乃是被书写并被规定下来的内容,即“必须归还受托物”,“必须用冠冕褒奖立下卓越战功者”;而个别的事物则是指,必须将特有的受托物归还给这一个人,且这个人归还给那个人,另一个人归还给那个人,还有其他人归还给其他人;因为行为存在于这些个别事物之中,对于所有这些个别事物,“必须归还受托物”这句普遍的话作为共同之物被述说。在说了这些之后,他也说明了不义的行为与不义之事有何不同,以及正义的行为与正义之事有何不同。因为他说,不义之事是“依本性或依规整”的,他将法律称为“规整”。因此他说,依本性或依法律乃是不义之事;因为普遍的、由理性所确定且规整的内容,例如“不可偷盗”,是不义之事;但当它由某人在行动中产生时,它存在于个别事物之中,便是不义的行为。同样,普遍且确定的是正义之事,而当它被践行时,则是正义的行为。

语法注3 条
  1. 1.52ἀλλ’ οἷον ἀποφαινόμενος δῆλον, φησίν, ἐστὶ ποῖον δίκαιόν ἐστι φύσει

    注解者在此补全了亚里士多德原文省略的句法结构。为了消除引文(以 ποῖον... 开始)因缺少主要动词而产生的晦涩感,米海尔补充了断言性的谓语 δῆλον ἐστί(“是显而易见的”)来统摄该间接疑问句。

  2. 1.52ἐπειδὰν ἡ πολιτεία οἷον ἡ δημοκρατία μεταπέσῃ εἰς ἀριστοκρατίαν ἢ αὕτη εἰς ἐκείνην δι’ ἃς αἰτίας λέγει ἐν ταῖς Πολιτείαις τὰς μεταπτώσεις αὐτῶν γίνεσθαι, ἀνάγκη

    这是一个在 ἐπειδάν 引导的时间状语从句中嵌入关系代词从句(δι’ ἃς αἰτίας...)的复合句。主句的核心为主词缺失的必然句 ἀνάγκη καὶ τὰ νομικὰ δίκαια μεταπίπτειν(“法律的正义也必然随之变迁”),而 δι’ ἃς αἰτίας 则修饰从句动词 μεταπέσῃ,指代《政治学》中论述的政体变革之成因。

  3. 1.53ὧν πάντων ὡς κοινὸν ἐκεῖνο τὸ λέγον “δεῖ τὴν παρακαταθήκην διδόναι” κατηγορεῖται

    动词 κατηγορεῖται(“被述说为……”)的句法结构。属格 ὧν πάντων 为关系代词,先行词为前文的 ἐν τούτοις(个别事物/行动),在句中作 κατηγορεῖται 的被述说对象;语法主语则是中性短语 ἐκεῖνο τὸ λέγον...(“那句说……的话”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:47.32-49.6