← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§46.8-47.31

自然正义与法律正义的区分及其本性

米海尔注疏了亚里士多德关于自然正义与法律正义的区分(1134b18),将“在任何地方”限定为处于符合本性的健全状态之人,并针对所有正义皆为约定俗成的怀疑论观点(1134b24),结合神明的不可变动性阐明了人类自然正义在变动性之中的本性特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικὸν τὸ δὲ νομικόν, φυσικὸν μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν." Τὸ πανταχοῦ ἀντὶ τοῦ παρὰ τοῖς πλείστοις καὶ ἀδιαστρόφοις καὶ κατὰ φύσιν ἔχουσι· παρὰ γὰρ τοῖς θηριώδεσι καὶ παντάπασι τὸν νοῦν ἐκτετυφλωμένοις καὶ μόνην τὴν ζωώδη διώκουσιν ἡδονὴν οὐκ ἔστι τὸ πολιτικὸν δίκαιον. ἔστι δὲ κατὰ φύσιν δίκαιον καὶ ἐν τοῖς πλείστοις τὸ σέβειν τὸ θεῖον, τὸ τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρα, τὸ ἐπαρκεῖν ἐνδεέσι, τὸ τοῖς πλανωμένοις τὴν ὁδὸν ἐπιδεικνύειν, τὸν ἐξ ὀλισθήματος πεπτωκότα ἐπανορθοῦν. εἰπὼν δὲ φυσικὸν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν ἐπήνεγκε καὶ οὐ τῷ δοκεῖν ἢ μή, χωρίζων αὐτὸ ἀπὸ τοῦ νομικοῦ δικαίου. οὐ γὰρ τῷ δόξαι τισὶν ἢ μὴ τὸ φυσικὸν δίκαιον,1 ἀλλὰ τὸ νομικὸν ἤτοι πολιτικόν· τὸ γὰρ πολιτικὸν δίκαιον ἐξ ἀρχῆς μὲν οὐδὲν διαφέρει, τεθὲν δὲ καὶ νομισθὲν πολὺ τὸ διάφορον. τὸ γὰρ τὸν ἀδελφὸν μίγνυσθαι τῇ ἀδελφῇ ἐξ ἀρχῆς μὲν ἀδιάφορον ἦν, νόμου δὲ τεθέντος μὴ μίγνυσθαι πολὺ τὸ διαφέρον. καὶ τοὺς αἰχμαλώτους πωλεῖν, ὡς βούλονται οἱ κεκρατηκότες καὶ διὰ ποίων, ἀδιάφορον ἦν· νόμου δὲ τεθέντος μιᾷ μνᾷ πιπράσκειν, οὐκ ἄλλως ἀπεδίδουν εἰ μὴ διὰ μνᾶς. τὸ δὲ αἶγα θύειν ἀλλὰ μὴ δύο πρόβατα οὐκ ἀπὸ ἱστορίας εἴληπται. καὶ τὸ θύειν ἢ μὴ θύειν Βρασίδᾳ ἀδιάφορον ἐτύγχανε· νόμου δὲ τεθέντος ὡς ἥρωϊ θύειν τὸν μὴ θύοντα ἐζημίουν. οὐ μόνον, φησί, ταῦτα νομικὰ δίκαιά ἐστιν, ἀλλὰ καὶ ὅσα διὰ ψηφισμάτων προστάττουσι γίνεσθαι, καὶ ταῦτα οὐκ ἔστι τῶν φύσει δικαίων, ἀλλὰ τῶν νόμῳ καὶ θέσει ἡμετέρᾳ γινομένων.

“在城邦的正义中,一部分是自然的,另一部分是法律的;自然的正义是在任何地方都具有相同效力的。” “在任何地方”的意思是,在绝大多数人、未被败坏者以及处于符合本性状态的人们之中;因为在野兽般的人、理智完全盲目且只追求动物性快乐的人们之中,并不存在城邦的正义。而敬奉神明、尊敬父母、救济匮乏者、为迷途者指路、扶起滑倒跌跤者,乃是符合本性的正义,并且存在于绝大多数人之中。在说了“在任何地方具有相同效力的是自然的”之后,他补充道“而不在于人们认为如此或不如此”,以此将其与法律的正义区分开来。因为自然的正义并非由于某些人认为如此或不如此而成立,法律的正义即城邦的正义才是如此;因为城邦的正义起初毫无差别,但一旦被制定并被确立为法律,差别就很大了。因为兄妹[或姐弟]交合起初是无差别的,但一旦制定了不得交合的法律,差别就很大了。而且,按战胜者的意愿以及以何种代价售卖俘虏,起初也是无差别的;但一旦制定了一米纳出售的法律,他们就只按一米纳的价格交出。而“献祭一只山羊而非两只绵羊”,并非取自历史事实。对布拉西达献祭或不献祭本来也是无差别的;但一旦制定了如同对英雄般献祭的法律,他们就会惩罚不献祭的人。他说,不仅这些是法律的正义,凡是通过法令要求践行的一切事,也都是如此;这些并不属于本性上正义的事物,而属于依循法律与我们的约定产生的事物。

§1.51

"Δοκεῖ δὲ ἐνίοις πάντα εἶναι τοιαῦτα." Διελὼν εἰς β̅ τὸ δίκαιον, εἰς τὸ φυσικὸν καὶ τὸ νομικόν, λέγει ὅτι δοκεῖ τισι πάντα τὰ δίκαια νομικὰ εἶναι, μηδὲν δὲ φυσικόν, διότι πᾶν φύσει ἀκίνητόν ἐστι (τὸ γὰρ πῦρ φύσει θερμὸν ὂν οὐκ ἐνθάδε μέν ἐστι θερμόν, ἐν Αἰγύπτῳ δὲ οὐ θερμόν, ἀλλὰ κἀκεῖ καὶ πανταχοῦ), πᾶν δὲ δίκαιον μεταπίπτει, ὥστε οὐδὲν δίκαιον φύσει, ἀλλὰ πᾶν δίκαιον νομικὸν καὶ πολιτικόν. οὕτω θεὶς τῆς δόξης τὴν αἰτίαν ἐπάγει λέγων τοῦτο δ’ οὐκ ἔστιν οὕτως ἔχον, ἀλλ’ ἔστιν ὡς, ἤτοι οὐκ ἔστιν ἀληθὲς ἁπλῶς ὅτι πᾶν δίκαιον κινεῖται, ὡς λέγουσί τινες, ἀλλ’ ἔστιν ὡς ἀκίνητόν ἐστι τὸ δίκαιον. παρὰ γὰρ τοῖς κατὰ φύσιν καὶ ἀδιαστρόφοις ἀκίνητόν ἐστιν, εἰ καὶ παρὰ τοῖς κάκιστα διακειμένοις κινεῖται. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει, ἢ ὅτι οὐκ ἔστιν ἁπλῶς ἀληθὲς ὅτι πᾶν τὸ φύσει ἀκίνητόν ἐστι· τὸ γὰρ φύσει πῶς μὲν ἀκίνητόν ἐστιν, ἁπλῶς δὲ ἀκίνητον οὐκ ἔστι. τῇ μὲν γὰρ αὐτοῦ φύσει ἀκίνητον τὸ φύσει, παρὰ δὲ τοῖς μὴ χρωμένοις ὡς πέφυκε κινούμενον. ἅμα δὲ διὰ τούτων γνώριμον γέγονε καὶ πῶς εἶπεν ὅτι φυσικόν ἐστι τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν, ὅτι τὸ πανταχοῦ ἀντὶ τοῦ τοῖς κατὰ φύσιν ἔχουσιν· ἐν ἅπασι γὰρ τοῖς κατὰ φύσιν ἔχουσι καὶ μὴ διεστραμμένοις ἀκίνητον τὸ κατὰ φύσιν δίκαιον. καὶ γὰρ τὸ φύσει ἀγαθὸν ἀγαθόν ἐστιν, ὡς πάντας ὠφελεῖν τοὺς κατὰ φύσιν ἔχοντας, καὶ οὐχ ἁπλῶς πάντας, ὡς καὶ τὸ τῇ ἑαυτοῦ φύσει γλυκὺ γλυκύ ἐστιν, ὡς γλυκάζειν ἅπαντας τοὺς ὑγιαίνοντας. τὸ δὲ καίτοι παρά γε τοῖς θεοῖς οὐδαμῶς ἴσως ἔχον2 πρὸς τὴν τοῦ Πλάτωνος δόξαν ἀπιδὼν εἶπε λέγοντος εἶναι καὶ ἐν τοῖς θεοῖς δίκαιον, καὶ πρὸ αὐτοῦ τὴν αὐτοδικαιοσύνην. εἰ γὰρ ἔστι, φησί, παρὰ τοῖς θεοῖς δίκαιον, τοῦτο οὐδέποτε μεταπίπτει οὐδὲ ἄλλοις μὲν τῶν θεῶν ἐστιν αὐτοδίκαιον ἄλλοις δ’ οὐ τοιοῦτον, διὰ τὸ πάντας αὐτοὺς ὁμοίως ἔχειν. οὕτως οὖν ἔχει καὶ ἐπὶ τῶν ἀνθρώπων· εἰ πάντες κατὰ φύσιν διέκειντο, οὐκ ἂν μετέπιπτε τὸ φύσει δίκαιον. ὡς γὰρ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἡ δεξιὰ χεὶρ κρείττων καὶ ἰσχυροτέρα, ἐν δὲ τοῖς παρὰ φύσιν οὐχ οὕτως, ἀλλ’ ἡ ἀριστερά, διὸ καὶ σπάνιοι οἱ τοιοῦτοι, καὶ ὡς δίποδές εἰσιν οἱ κατὰ φύσιν ἔχοντες καὶ ὡς δύο ὀφθαλμοὺς ἔχοντες, οἱ δὲ παρὰ φύσιν καὶ τερατώδεις οὐχ οὕτως, οὕτω καὶ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἀνθρώποις δίκαιόν ἐστι τὸ φύσει δίκαιον· ὥστε οὐ δεῖ τὴν κρίσιν ἀπὸ τῶν κακῶς καὶ παρὰ φύσιν διακειμένων ποιεῖσθαι τοῦ φύσει δικαίου, ἀλλ’ ἀπὸ τῶν κατὰ φύσιν ἐχόντων. ἔστι δὴ οὖν παρ’ ἡμῖν [κινητὸν] φύσει δίκαιον, κινητὸν μέντοι πᾶν διὰ τὴν τῶν χρωμένων φαυλότητα καὶ τὸ παρὰ φύσιν διακεῖσθαι.

“但在有些人看来,一切都是这样的。” 在将正义划分为二——即自然的正义与法律的正义——之后,他说,在某些人看来所有的正义都是法律的,没有任何东西是自然的,因为凡是依凭本性的事物都是不变动的(因为火在本性上是热的,并不是在这里热而在埃及不热,而是在那里和到处都热),但所有正义的事物都会变迁,所以没有任何事物在本性上是正义的,而是所有的正义都是法律的和城邦的。他这样提出了该意见的缘由之后,接着说道:“但这并不是这样,而是在某种意义上是这样”——也就是说,正如某些人所言“一切正义都会变动”,这并非全然真实,而是在某种意义上正义是不变动的。因为在符合本性且未被败坏的人们之中它是不可变动的,即便在处于极恶劣状态的人们之中它会变动。因此,他所说的要么是这层意思,要么是说“凡依凭本性的事物皆不可变动”并非全然真实;因为依凭本性的事物在某种意义上是不可变动的,但并非全然不可变动。因为依凭本性的事物就其自身的本性而言是不可变动的,但在那些不依其本性使用它的人们之中则是可变动的。同时通过这些解释,他也阐明了他为何说自然的正义是在任何地方都具有相同效力的,即“在任何地方”等同于“在处于符合本性状态的人们之中”;因为在所有处于符合本性状态且未被扭曲的人们之中,符合本性的正义是不可变动的。因为本性上善的事物之所以是善的,乃在于它有益于所有处于符合本性状态的人,而非全然有益于所有人,正如就其自身本性而言是甜的事物之所以是甜的,乃在于它使所有健康的人感到甘甜。至于“然而在诸神那里或许绝非如此”这句话,是他着眼于柏拉图的观点而说的,柏拉图主张在诸神之中也存在正义,并且在它之前存在“正义本身”。他说,因为如果在诸神之中存在正义,这正义便绝不会变迁,也不会对某些神而言是正义本身而对其他神则并非如此,这是由于所有神都处于相同的状态。因此在人类之中也是如此:如果所有人都处于符合本性的状态,本性上的正义就不会变迁。因为正如在处于符合本性状态的人们之中,右手更为优越和强壮,而在反乎本性的人们之中则并非如此,反而是左手(因此这样的人也是罕见的);又正如处于符合本性状态的人们是双足且具有双目的,而反乎本性且畸形的人们则并非如此;同样,在处于符合本性状态的人类之中,本性上正义的事物也是正义的;所以不应当从处于恶劣且反乎本性状态的人们出发对本性上的正义作出判定,而应当从处于符合本性状态的人们出发。因此,在我们之中确实存在本性上[可变的]正义,然而由于使用者的卑劣以及处于反乎本性的状态,它总体上是可变的。

语法注2 条
  1. 1.50οὐ γὰρ τῷ δόξαι τισὶν ἢ μὴ τὸ φυσικὸν δίκαιον

    省略系动词(ἐστί 或 ὑπάρχει)的对比结构。它与后文的 ἀλλὰ τὸ νομικόν ἤτοι πολιτικόν 并列,意指自然正义并非取决于某些人认为如此或不如此(τῷ δόξαι τισὶν ἢ μή),而法律的亦即城邦的正义才是如此。

  2. 1.51τὸ δὲ καίτοι παρά γε τοῖς θεοῖς οὐδαμῶς ἴσως ἔχον

    中性定冠词 τό 将化引自亚里士多德原文(1134b29: καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδαμῶς)的短语连同分词 ἔχον 名词化,作为主句谓语结构 πρὸς τὴν τοῦ Πλάτωνος δόξαν ἀπιδὼν εἶπε(“着眼于柏拉图的观点而说”)的指涉对象或宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:46.8-47.31