← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§45.5-46.7

作为相似性正义的家庭正义与对待妻子的正义

米海尔注解了亚里士多德的1134b8,论证奴隶和未成年子女如同主人与父亲的“部分”,因而不可能受到严格意义上的伤害,所以家庭内部关系并非严格的城邦正义,而仅是依循相似性的正义。他还进一步解释,对妻子的正义比对子女和奴隶更接近城邦正义,因为双方皆为自由人,但因缺乏轮流统治而仍属于经济的正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49

" Τὸ δὲ δεσποτικὸν δίκαιον καὶ τὸ πατρικὸν οὐ ταὐτὸν τούτοις." Εἰπὼν πρότερον “ὥστε ὅσοις μή ἐστι τοῦτο, οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλά τι δίκαιον καθ’ ὁμοιότητα”, νῦν λέγει τί ἐστι τοῦτο τὸ καθ’ ὁμοιότητα δίκαιον, ὅτι τὸ πατρικὸν καὶ δεσποτικόν. ἕτερον γὰρ τοῦτο τοῦ πολιτικοῦ δικαίου· τὸ μὲν γὰρ πολιτικὸν ἐν ἰσότητι θεωρεῖται τῇ πρὸς ἀλλήλους· οὔτε δὲ δούλῳ πρὸς τὸν δεσπότην, ἔστ’ ἂν ᾖ δοῦλος, ἐστὶν ἰσότης οὔτε υἱῷ πρὸς πατέρα ὑπὸ τῷ πατρὶ μένοντι. τότε γὰρ ὥσπερ μέρη εἰσίν, ὁ μὲν δοῦλος τοῦ δεσπότου, ὁ δὲ υἱὸς τοῦ πατρός, οὓς οὐχ οἷόν τε βλάπτειν, ὅτι μηδὲ ἑαυτόν.1 ὁ γὰρ βλάπτων τὸ μέρος ἑαυτοῦ δῆλον ὡς ἑαυτὸν βλάπτει· οὐθεὶς δὲ ἑαυτὸν βλάπτει, ὥστε οὐδὲ τὸ μέρος ἑαυτοῦ· ὥστ’ οὐδὲ τὸν δοῦλον οὐδὲ τὸν υἱόν, ὅτι μέρη εἰσὶν αὐτοῦ. εἰ οὖν τὸ πολιτικὸν δίκαιον ἐν τούτοις ἐν οἷς καὶ τὸ βλάπτειν καὶ βλάπτεσθαι, μὴ ἔστι δ’ ἐν τῷ πατρὶ καὶ τῷ υἱῷ ἢ τῷ δεσπότῃ καὶ δούλῳ τὸ βλάπτειν καὶ βλάπτεσθαι, οὐδὲ τὸ πολιτικὸν δίκαιόν ἐστιν ἐν αὐτοῖς. κτῆμα δὲ εἶπε τὸν δοῦλον· τὸ δὲ ἕως ἂν ᾖ πηλίκον ἴσον ἐστὶ τῷ ἕως ἄν ᾖ τὸ τέκνον ἀτελὲς2 καὶ μήπω φθάσαν εἰς ἡλικίαν καθ’ ἣν νόμος ἀπολύεσθαι τοῦ πατρός, μέρος ἐστὶ τοῦ πατρός. οὐκ ἔστιν οὖν ἐν τούτοις τὸ πολιτικὸν δίκαιον, ἀλλ’ ἐκείνοις ἐν οἷς καὶ νόμος· ὁ δὲ νόμος ἐν τοῖς δυναμένοις βλάπτειν καὶ βλάπτεσθαι. ἐπανορθωτικὸς γὰρ τῶν παρὰ τὸ προσῆκον ὁ νόμος, τὸ δὲ βλάβος παρὰ τὸ προσῆκον· ὥστε ἐν οἷς μὴ ἔστι βλάβη, οὐδὲ τὸ παρὰ τὸ προσῆκον, ἐν οἷς δὲ μὴ τὸ παρὰ τὸ προσῆκον, οὐδὲ νόμος, ἐν οἷς δὲ μὴ νόμος, οὐδὲ τὸ πολιτικὸν δίκαιον. ἕως μὲν οὖν πηλίκον ᾖ τὸ τέκνον καὶ ὁ δοῦλος τυγχάνῃ δοῦλος, ἕως τότε τὸ πολιτικὸν ἐν αὐτοῖς οὐκ ἔστι δίκαιον· ἡνίκα δὲ ὁ μὲν δοῦλος ἀπολυθῇ τῆς δουλείας καὶ ὁ υἱὸς τῆς διὰ τὴν ἀτελῆ ἡλικίαν ὑποταγῆς, καὶ γένηται αὐτοῖς ἰσότης, τότε καὶ ὑπὸ τὸ πολιτικὸν πίπτουσι δίκαιον. πέφυκε γὰρ ἐν τούτοις ὁ νόμος εἶναι, οἷς ἰσότης πρὸς ἀλλήλους ὑπάρχει τοῦ ἄρχειν καὶ ἄρχεσθαι παρὰ μέρος, ὧν θάτερον, τὸ ἄρχειν δηλονότι, ἐπὶ τῶν ὑπεξουσίων οὐκ ἔστι.3 καὶ διὰ τοῦτο μᾶλλον πρὸς γυναῖκα, φησί, δίκαιόν ἐστι ἢ πρὸς τέκνα καὶ οἰκέτας, διότι ἔστιν ἀνδρὶ πρὸς γυναῖκα ἰσότης, καθὸ ἄμφω ἐλεύθεροι, καὶ ἔστι πρὸς ἀλλήλους τὸ οἰκονομικὸν δίκαιον ἄλλο ὂν τοῦ πολιτικοῦ· οὐ γὰρ ἐν τῇ πολιτικῇ ἰσότητί εἰσι πρὸς ἀλλήλους, ὡς παρὰ μέρος ἄρχειν καὶ ἄρχεσθαι. δεῖ γὰρ ἀεὶ τὸν ἄνδρα ἄρχειν, δεῖ μέντοι καὶ τὴν γυναῖκα ἐξουσίαν ἔχειν τινῶν, τῶν θεραπαινίδων δηλονότι καὶ τῆς τῶν εἰσκομιζομένων σωτηρίας καὶ φυλακῆς.

“主人的正义和父亲的正义与这些并不相同。” 在之前说了“因此对于没有这一点的人们,彼此之间不存在城邦的正义,而只有依循相似性的某种正义”之后,他现在说明依循相似性的这种正义是什么,即它是父亲的正义与主人的正义。因为这种正义有别于城邦的正义;因为城邦的正义是在彼此之间的均等中被考察的,而奴隶只要身为奴隶,对主人而言就不存在均等,儿子在处于父亲权下之时对父亲而言也不存在均等。因为在彼时他们宛如部分,奴隶是主人的部分,儿子是父亲的部分,伤害他们是不可能的,因为伤害自己也是不可能的。因为伤害自身部分的人显然是在伤害自己;而没有人会伤害自己,以至于他也不会伤害自身的部分;因而他既不会伤害奴隶也不会伤害儿子,因为他们是他的部分。因此,如果城邦的正义存在于那些也存在伤害与受伤害的人们之中,但在父亲与儿子、或主人与奴隶之间并不存在伤害与受伤害,那么在他们之中也就不存在城邦的正义。他把奴隶称为“财产”;而“直到达到一定年龄”等同于说,只要孩子尚未成年、尚未达到依法脱离父亲的年龄,他就是父亲的一部分。因此在这些人之中不存在城邦的正义,而只存在于那些彼此之间也有法律的人们之中;而法律存在于能够伤害和受伤害的人们之中。因为法律是纠正违背合宜之事的,而伤害则是违背合宜之事的;所以在没有伤害的人们之中,也不存在违背合宜之事,在不存在违背合宜之事的人们之中,也不存在法律,在没有法律的人们之中,也不存在城邦的正义。因此,只要孩子处于未成年之时,奴隶身为奴隶,直到那时在他们之中都不存在城邦的正义;而一旦奴隶脱离了奴役,儿子脱离了因未成年而受到的服从,均等在他们之中产生,那时他们也就归属于城邦的正义之下了。因为法律本性上只存在于那些彼此之间具有轮流统治与被统治的均等的人们之中,而这两者之一——显然是统治——并不属于受支配权管辖的人。正因如此,他说,对妻子的正义胜过于对子女和家奴的正义,因为就双方皆为自由人而言,丈夫对妻子具有均等,并且彼此之间存在着经济的正义,这有别于城邦的正义;因为他们彼此之间并非处于轮流统治与被统治的城邦均等之中。因为丈夫必须始终进行统治,然而妻子也必须对某些事务拥有权力,这显然是对女仆们以及运进物品的保存与看管拥有权力。

语法注3 条
  1. 1.49οὓς οὐχ οἷόν τε βλάπτειν, ὅτι μηδὲ ἑαυτόν

    关系代词 οὕς 的先行词是前文的 ὁ μὲν δοῦλος... ὁ δὲ υἱός(“奴隶与儿子”)。在 ὅτι μηδὲ ἑαυτόν 从句中,承接前文省略了 οὐχ οἷόν τε βλάπτειν(“不可能伤害”),需要补足理解为“因为伤害自己也是不可能的”。

  2. 1.49τὸ δὲ ἕως ἂν ᾖ πηλίκον ἴσον ἐστὶ τῷ ἕως ἄν ᾖ τὸ τέκνον ἀτελὲς

    带冠词的短语 τὸ δὲ ἕως ἂν ᾖ πηλίκον 引用了亚里士多德的原文字句,充当 ἴσον ἐστὶ τῷ...(“等同于……”)的主语。πηλίκον 在此处指“处于一定(幼小)年龄”,解说者将其替换解释为 τὸ τέκνον ἀτελές(“孩子尚未成年/未发育完全”)。

  3. 1.49ὧν θάτερον, τὸ ἄρχειν δηλονότι, ἐπὶ τῶν ὑπεξουσίων οὐκ ἔστι

    关系代词 ὧν 指向前文 τοῦ ἄρχειν καὶ ἄρχεσθαι(“统治与被统治”)这两项内容。主语 θάτερον(“两者之一”)由同位语 τὸ ἄρχειν δηλονότι(“显然是统治”)加以明确限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:45.5-46.7