- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:43.24-45.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就亚里士多德《尼各马可伦理学》卷五第六章展开注解,阐明城邦正义之物以法律以及行不义的能力为前提,辨析了行不义与不义品性之别并讨论了无条件之善的分配。随后,他通过剖析亚里士多德文本中的倒置结构,解释了为何须由理则而非人来进行统治,进而揭示了正义被称为“他人的善”的依据以及给统治者的报酬(荣誉与特权)的意义。
" Ἔστι γὰρ δίκαιον, οἷς καὶ νόμος πρὸς αὐτούς." Ἐν ἐκείνοις, φησίν, ἔσται τὸ κυρίως δίκαιον, ὅ ἐστι τὸ πολιτικόν, οἷς καὶ νόμοι κεῖνται, καθ’ οὓς ζῶσι πρὸς ἀλλήλους κοινωνοῦντες. τούτοις δὲ νόμος πρὸς ἀλλήλους, οἳ καὶ ἀδικεῖν ἀλλήλους δύνανται· ὁ γὰρ νόμος τηρητικὸς τῆς ἰσότητος τῆς κατὰ κοινωνίαν, ἧς κοινωνίας φθαρτικὴ ἡ ἀδικία, ἐπεὶ ἐν οἷς μὴ οἷόν τε ἀδικεῖν ἀλλήλους μηδὲ γίνεσθαι ἀδικίαν, οὗτοι οὔτε νόμων δέονται οὔτε ἔστιν αὐτοῖς δίκαιον, οὔτε τὸ νεμητικὸν οὔτε τὸ ἐπανορθωτικόν. εἰ γὰρ ἡ κατὰ νόμον δίκη κρίσις ἐστὶ τοῦ δικαίου καὶ ἀδίκου, ἔνθα μὴ ἔστι τὸ ἀδικεῖν καὶ ἀδικεῖσθαι, οὐδὲ ἡ κατὰ νόμον ἐστὶ κρίσις, ἥτις ἐστὶ τὸ πολιτικὸν δίκαιον. ἐν οἷς δὲ τὸ ἀδικεῖν, οὐ πᾶσιν ἀδικία. ὅπου ἀδικία, ἐκεῖ καὶ τὸ ἀδικεῖν, ὡς ἀνωτέρω εἴρηται, οὐ μὴν ὅπου τὸ ἀδικεῖν, ἐκεῖ καὶ ἀδικία· ἐν γὰρ τοῖς ἀπροαιρέτοις ἢ κατ’ ἄγνοιαν ἢ κατ’ ἔνδειαν τῶν ἀναγκαίων γινομένοις τὸ ἀδικεῖν ἐστιν, ἀδικία δὲ οὐκ ἔστιν. αἱ γὰρ κατὰ προαίρεσιν ὁρμαί, ὡς εἴρηται, κύριαί εἰσιν ἐπαίνων καὶ ψόγων, ὡς εἶπεν ἐπὶ τοῦ μοιχείαν ἐργασαμένου, μὴ μέντοι μοιχείας κρινομένου·1 οὐ γὰρ δι’ ἀκολασίαν ἐμοίχευσε (τοῦτο γάρ ἐστι μοιχείας κρίνεσθαι), ἀλλὰ διὰ χρήματα. εἰπὼν δὲ ταῦτα ἐπήγαγε τοῦτο δέ ἐστι τὸ πλεῖον ἑαυτῷ νέμειν, τουτέστιν ἀδικία ἐστὶ τὸ πλεῖον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν ἁπλῶς κακῶν. λέγει δὲ ἁπλῶς ἀγαθὰ καὶ κακὰ τὰ τῇ ἑαυτῶν φύσει τοιαῦτα, ἃ καὶ ὡς δυνάμεις λέγεται καὶ ἀγαθὰ καὶ κακά, οἷον πλοῦτος εὐγένεια, πενία δυσγένεια καὶ ἀγαθά ἐστι καὶ πάλιν κακά· συντελοῦσι γὰρ τῷ μὲν σπουδαίῳ εἰς τὰς κατ’ ἀρετὴν ἐνεργείας, τῷ δὲ φαύλῳ εἰς τὰς κατὰ κακίαν, ἐν αἷς ἐνεργείαις καὶ τὸ εὐδαιμονεῖν ἢ κακοδαιμονεῖν ὁρᾶται. τὰς τοιαύτας δὲ ἐνεργείας ὅτι ἄνευ τῶν τοιούτων τῶν τῇ ἑαυτῶν φύσει ἀγαθῶν ὄντων μὴ οἷόν τε ἐνεργεῖν, οὐδεὶς ἀγνοεῖ· δίχα γὰρ ὕλης καὶ ἄνευ ὀργάνων οὐδέν τι τῶν καλῶν ἢ κακῶν ἐνεργηθῆναι δύναται· ὕλη δὲ καὶ ὄργανα τὰ ὡς δυνάμεις ἀγαθά, πλοῦτος, ἰσχύς, εὐγένεια, τὰ ὅμοια.
“因为正义之物存在于那些彼此之间也有法律的人们之中。” 他说,本来意义上的正义之物,即城邦的正义之物,将存在于那些为其也确立了法律、并依循这些法律而彼此结成共同体生活的人们之中。而在那些也能够彼此行不义的人们之中,才存在彼此之间的法律;因为法律维持着依循共同体的均等,而不义则破坏这种共同体,因为在不可能彼此行不义也不可能产生不义的人们之中,他们既不需要法律,也不具有正义之物,无论是分配性的还是补偿性的。因为如果依循法律的审判是对正义与不正义的裁决,那么在不存在行不义与受不义的地方,也就不存在依循法律的裁决,而这种裁决正是城邦的正义之物。然而在存在行不义的人们之中,并非所有人身上皆有不义[品性]。在有不义[品性]的地方,正如前文所言,也有行不义存在,但绝非在有行不义的地方就皆有不义[品性];因为在非出于意愿而发生的事情中,或出于无知,或出于生活必需品的匮乏而发生的事情中,存在着行不义,却不存在不义[品性]。因为正如前文所说,依循选择的冲动才是赞同与谴责的决定根据,正如他在论及犯下通奸行为、却并未按通奸定罪的人时所说的那样;因为他并非由于放荡而通奸(因为这才是按通奸定罪的含义),而是为了金钱。在说了这些之后,他接着写道:“而这也就是把较多分给自己”,也就是说,不义就是把无条件之善中的较多部分分给自己,而把无条件之恶中的较少部分分给自己。他所谓无条件的善与恶,是指就其自身本性而言是如此的事物,它们作为潜能也被称为善与恶,例如财富、高贵出身、贫穷、低贱出身既是善,同时又是恶;因为它们对于有德者有助于依循美德的活动,而对于卑劣者则有助于依循恶德的活动,而在这些活动中,人们看到幸福或不幸。并且,没有人不知道,脱离了这些就其自身本性而言是善的事物,就无法进行这样的活动;因为没有质料、没有工具,任何高尚或卑劣的活动都无法进行;而质料和工具就是作为潜能的善:财富、力量、高贵出身以及诸如此类的事物。
"Διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ἀλλὰ τὸν λόγον." Διὰ τὸ τοὺς ἀνθρώπους δύνασθαι ἀδικεῖν, καὶ τῶν μὲν ἁπλῶς ἀγαθῶν νέμειν ἑαυτοῖς τὰ πλείονα, τῶν δὲ κακῶν τὰ ἐλάττονα, καὶ τυραννίσιν ἐπιτίθεσθαι τῷ ἀκωλύτως ἐξουσίαν ἔχειν ὃ βούλοιντο ποιεῖν, διὰ ταῦτα δὴ οὐκ ἐῶμεν ἄνθρωπον ἄρχειν, ἀλλ’ ἀντὶ ἀνθρώπου τὸν λόγον ἄρχειν καθιστῶμεν. λέγει δὲ λόγον τὸν ἄρχοντα τὸν σπουδαῖον, τὸν μετὰ λόγου καὶ φρονήσεως ἐνεργοῦντα· ὁ τοιοῦτος γὰρ οὐδέποτ’ ἂν ἀδικήσειεν. ὁ γὰρ ὄντως ἄρχων καὶ μὴ ψευδόμενος τοῦ ἄρχοντος τοὔνομα, φύλαξ ἐστὶ τοῦ δικαίου καὶ τοῦ ἴσου τοῦ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμόν. ἃ μὲν οὖν λέγει, ταῦτα· ἐν δὲ τῇ λέξει τῇ ὅτι ἑαυτῷ τοῦτο ποιεῖ καὶ γίνεται τύραννος οὐ περὶ τοῦ λόγου ἤτοι τοῦ ἄρχοντος εἴρηται, ἀλλὰ περὶ τοῦ ἀνθρώπου. διὸ τὴν λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτως·2 διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ὅτι ἑαυτῷ τοῦτο ποιεῖ, τουτέστι νέμει αὑτῷ τῶν μὲν ἁπλῶς ἀγαθῶν τὰ πλείω, τῶν δὲ κακῶν τὰ ἐλάττω· τοῦτον μὲν οὐκ ἐῶμεν ἄρχειν, ἀλλὰ τὸν λόγον, διότι οὐ νέμει πλέον ἑαυτῷ ὁ λόγος, εἰ μὴ πρὸς αὐτὸν ἀνάλογον εἴη, ἤτοι εἰ μὴ προσήκει αὐτῷ τὸ πλέον· ὅτε γάρ ἐστι δίκαιον πλέον λαβεῖν, λήψεται οὐχ ἁπλῶς πλέον, ἀλλὰ τὸ ἀναλογοῦν αὐτῷ· καὶ διὰ τοῦτο ἀλλότριόν φασιν ἀγαθὸν εἶναι τὴν δικαιοσύνην. τὴν αἰτίαν διὰ τούτων λέγει δι’ ἣν δοκεῖ ἀλλότριον ἀγαθὸν εἶναι ἡ δικαιοσύνη. ἐπεὶ γὰρ ὁ δίκαιος ἄρχων καὶ φύλαξ ἐστὶ τοῦ δικαίου καὶ ἴσου, τούτων δὲ ὁ φύλαξ οὐδὲν νέμει πλέον αὑτῷ, εἰ μὴ δίκαιόν ἐστιν αὐτῷ πλειόνων τυχεῖν, ὧν καὶ ἄλλου νέμοντος ἐτύγχανεν ἄν, ἐπεὶ οὖν φύλαξ τῶν τοιούτων ὁ δίκαιος ἄρχων, δῆλον ὅτι ἀλλότριον ἀγαθὸν συντηρεῖ καὶ ἐργάζεται· καὶ διὰ τοῦτο μισθὸς αὐτῷ ὡρίσθη τιμὴ καὶ γέρας, οἷον στέφανοι, εἰκόνες, ἀνδριάντες. ᾧ δὲ μὴ ἀρκεῖ ἡ τιμὴ καὶ τὸ γέρας, οὗτοι τύραννοι γίνονται.3
“因此我们不容许人来统治,而是容许理则[理性]统治。” 由于人能够行不义,并且将无条件之善中的较多部分分给自己,将恶中的较少部分分给自己,并通过拥有不受阻碍地做自己想做之事的权力来谋求僭主统治,正是由于这些缘故,我们不容许人来统治,而是设立理则[理性]代替人来统治。他所谓“理则[理性]”,是指有德的统治者,即伴随着理则与明智而行动的人;因为这样的人绝不行不义。因为真正作为统治者、而非徒有其名的人,是依循比例或数目的正义与均等的守卫者。因此,他所说的就是这些。但是在“因为他为自己做这事并且成为僭主”这一表述中,所谈论的并非理则亦即统治者,而是人。因此,这一表述必须通过倒置按如下方式阅读:“因此我们不容许人统治——因为他为自己做这事,也就是说将无条件之善中的较多部分、将恶中的较少部分分给自己;我们不容许此人统治,而是容许理则统治,因为理则不会把较多分给自己,除非这与它是相称的”,也就是除非较多部分理应属于它;因为当接受较多是正当的时候,它所接受的并非无条件地较多,而是与它相称之物。“也正因如此,人们说正义是他人的善。”他通过这些话指明了正义为何被视为他人的善的原因。因为既然正义的统治者是正义与均等的守卫者,而这些事物的守卫者不会把多余之物分给自己,除非他理应获得更多(即便由别人分配他也本会获得的份额),既然正义的统治者是此类事物的守卫者,那么显而易见他是在维护并践行他人的善。正是为此,荣誉和特权被规定为给他的报酬,例如冠冕、画像、雕像。而对于那些以荣誉和特权为不足的人,这些人便成了僭主。
- 1.47μὴ μέντοι μοιχείας κρινομένου
名词 μοιχείας 是伴随动词 κρίνεσθαι(“因……罪受审、被控告”)使用的“罪名属格”,表示法定的诉由或罪名。紧随其后的 τοῦτο γάρ ἐστι μοιχείας κρίνεσθαι 亦维持了完全相同的构词句法。
- 1.48διὸ τὴν λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτως
注疏者明确指出了亚里士多德原文中存在的倒置结构(hyperbaton):在“διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ἀλλὰ τὸν λόγον, ὅτι ἑαυτῷ τοῦτο ποιεῖ καὶ γίνεται τύραννος”这一句中,原因从句 ὅτι 并非修饰紧邻的 τὸν λόγον,而是修饰被分隔开的前项 ἄνθρωπον。注疏者在此重构了分句顺序以揭示其逻辑骨架。
- 1.48ᾧ δὲ μὴ ἀρκεῖ ἡ τιμὴ καὶ τὸ γέρας, οὗτοι τύραννοι γίνονται
包含先行词的关系代词 ᾧ(单数与格,“对于[荣誉与特权]不足的人而言”)与主句的主语代词及动词 οὗτοι τύραννοι γίνονται(复数,“这些人成为僭主”)之间构成了依义构词(constructio ad sensum),表示符合该条件的泛指人群。
