← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§42.25-43.23

作为无条件正义的政治正义与政体

米海尔注解了亚里士多德将本原意义上的正义等同于城邦政治正义的段落,解释了它属于旨在达致自足的自由且均等之人的共同体,并阐明了“依比例”与“依数目”的区分如何对应于不同的政体(民主制对寡头制与贵族制)以及家庭内部的伦理关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.46

" Δεῖ δὲ μὴ λανθάνειν ὅτι τὸ ζητούμενόν ἐστι καὶ τὸ ἁπλῶς δίκαιον." Τὸ ἁπλῶς ἀντὶ τοῦ κυρίως καὶ ἀληθῶς δίκαιον. δείξας ὅτι τοῦ δικαίου τὸ μὲν διανεμητικόν, τὸ δὲ διορθωτικόν, ὧν τὸ μὲν ἦν κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, τὸ δὲ ἐπανορθωτικὸν κατὰ τὴν ἀριθμητικήν, ἐπεὶ καὶ ἡ δικαιοσύνη καὶ τὸ δίκαιον πολλαχῶς λέγεται, περὶ ποίας δικαιοσύνης καὶ ποίου δικαίου τὸν λόγον πεποίηται λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ·1 περὶ γὰρ τοῦ τοιούτου καὶ ἡ ζήτησις, οἷον πότερον ἡ πρᾶξις αὕτη δικαία ἢ οὔ, καὶ πότερον ἑκάστῳ δικαίως διανενέμηται ἡ γῆ ἢ τὰ χρήματα ἢ οὔ. περὶ τοῦ πολιτικοῦ οὖν δικαίου ὁ λόγος, ὅτι καὶ ἁπλῶς καὶ κυρίως τοῦτο δίκαιόν ἐστιν, ὃ καὶ περιγράφοντες καὶ ὑπ’ ὄψιν τιθέντες λέγομεν αὐτὸ εἶναι κατὰ κοινωνίαν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν, ἐλευθέρων καὶ ἴσων.2 εἰπὼν δὴ ὅτι τὸ δίκαιόν ἐστιν ἀνθρώπων ἐλευθέρων καὶ ἴσων βίου κοινωνούντων πρὸς τὸ εἶναι αὐτάρκειαν (κοινωνοῦντες γὰρ καὶ ἀνταλλαττόμενοι αὐτάρκεις γίνονται οἱ ἄνθρωποι) εἰπὼν δὴ ὅ τι ποτέ ἐστι τὸ πολιτικὸν δίκαιον ἐπήγαγεν3 ἢ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμόν, διὰ μὲν τοῦ εἰπεῖν κατὰ ἀναλογίαν δηλώσας τὸ διανεμητικὸν δίκαιον, διὰ δὲ τοῦ κατὰ ἀριθμὸν τὸ ἐπανορθωτικόν· τοιοῦτον γὰρ τὸ πολιτικὸν δίκαιον. συντηρητικὸν γὰρ καὶ σωστικόν ἐστι τῆς τῶν ἐλευθέρων καὶ ἴσων κοινωνίας· σῴζεται γὰρ ἡ κοινωνία τῶν διανομῶν κατὰ ἀναλογίαν καὶ ἰσότητα γινομένων καὶ τῶν ἀδικημάτων ἐπανορθουμένων. καὶ σκόπει τὴν Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως διὰ τοῦ εἰπεῖν ἢ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμὸν ἐνέφηνε τὰ εἴδη πασῶν τῶν πολιτειῶν, διὰ μὲν τοῦ κατὰ ἀριθμὸν τὸ τῆς δημοκρατίας εἶδος· ἴσοι γὰρ κατὰ ἀριθμὸν ἐν δημοκρατίᾳ οἱ κοινωνοί, ὡς ἐν ταῖς Πολιτείαις ἀκριβέστατα λέγει. πάντες γὰρ οἱ ἐν δημοκρατίᾳ ἴσους ἑαυτοὺς ὑπολαμβάνουσιν· ἐλευθερίᾳ γὰρ τὴν ἰσότητα κρίνουσιν. διὰ μὲν οὖν τοῦ κατ’ ἀριθμὸν τὴν δημοκρατίαν ἐδήλωσεν, διὰ δὲ τοῦ κατὰ ἀναλογίαν τὴν ὀλιγαρχίαν καὶ ἀριστοκρατίαν. εἰ δὴ τοῦτό ἐστι τὸ πολιτικὸν δίκαιον, ὅσοις μή ἐστι τοῦτο, τουτέστιν ὅσοις μή ἐστι τὸ κοινωνεῖν κατὰ ἀνταλλαγὴν ἢ διανομήν, ἐν τούτοις οὐκ ἔστι τὸ πολιτικὸν δίκαιον, ἀλλά τι δίκαιον καθ’ ὁμοιότητα, ὥσπερ πατρὸς πρὸς υἱόν, καὶ ἀνδρὸς πρὸς γυναῖκα, καὶ δούλου πρὸς δεσπότην· ἐν γὰρ τούτοις οὐκ ἔστι πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλὰ τὸ οἰκονομικὸν καὶ δεσποτικόν. τίνα δὲ ταῦτα τὰ δίκαια, εἶπεν ἐν ταῖς Πολιτείαις.

“然而不可忽视的是,所探求之物也是无条件的正义之物。” 所谓“无条件地”,是指本原且真正意义上的正义之物。在阐明了正义之物一种是分配性的,另一种是矫正性的,其中前者是依照几何比例,而后者即补偿性的则是依照算术比例之后,由于正义和正义之物是在多种意义上被述说的,因此他表明了自己究竟是就何种正义以及何种正义之物展开论述的,即是关于城邦[政治]的正义之物;因为探求也是关涉于此类事物的,例如这一行为是否正义,以及土地或金钱是否正当地分配给了每一个人。因此,这一论述是关于城邦正义之物的,因为这也无条件且本原意义上就是正义之物,正如我们所概括并呈现于眼前所说的那样,它依循旨在达致自足的生活共同体而存在,属于自由且均等的人。于是,在阐明了正义之物属于为了达致自足而在生活上共处(因为人们正是通过共处和交换而成为自足的)的自由且均等的人之后,在阐明了城邦的正义之物究竟是什么之后,他接着写道:“抑或依照比例,抑或依照数目”,通过说“依照比例”指明了分配的正义之物,而通过“依照数目”指明了补偿性的;因为城邦正义之物正是如此。因为它对自由且均等之人的共同体具有维持和拯救的作用;因为正是当分配依照比例和均等进行,而不义行为得到补偿时,共同体才得以保全。并且请注意亚里士多德的睿智,看他如何通过说“抑或依照比例,抑或依照数目”展现了所有政体的形式:通过“依照数目”展现了民主制的形式,因为正如他在《政治学》中极其精确地指出的那样,在民主制中共同体成员在数目上是均等的。因为民主制下的所有人皆认为自己是均等的,因为他们是以自由来评判均等的。因此,通过“依照数目”他指明了民主制,而通过“依照比例”则指明了寡头制和贵族制。既然这就是城邦的正义之物,那么对于不具有这种事物的人们而言,即对于不依循交换或分配而结成共同体的人们而言,在他们之间并不存在城邦的正义之物,而只存在一种基于相似性的正义之物,正如父亲对待儿子、丈夫对待妻子以及奴隶对待主人那样;因为在他们之间并不存在彼此相互的城邦正义之物,而是存在家政的正义之物与主奴的正义之物。至于这些正义之物究竟是什么,他在《政治学》中已经阐明。

语法注3 条
  1. 1.46δείξας ὅτι τοῦ δικαίου τὸ μὲν διανεμητικόν... ἐπεὶ καὶ ἡ δικαιοσύνη καὶ τὸ δίκαιον πολλαχῶς λέγεται, περὶ ποίας δικαιοσύνης καὶ ποίου δικαίου τὸν λόγον πεποίηται λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ

    由分词 δείξας 开始的长句骨干为 λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ[sc. τὸν λόγον πεποίηται](“他说[自己的论述]是关涉城邦的正义之物”)。前面的间接疑问从句 περὶ ποίας δικαιοσύνης... τὸν λόγον πεποίηται 作为 λέγει 的宾语,而 ὅτι 从句则具体补充说明其内容。

  2. 1.46ἐλευθέρων καὶ ἴσων

    紧随短语 κοινωνίαν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν 之后的属格。它作为表示共同体参与者的主格性属格或领属属格修饰 κοινωνίαν(“自由且均等之人的共同体”),在紧接着的一句话(ἀνθρώπων ἐλευθέρων καὶ ἴσων βίου κοινωνούντων)中也可以证实这层修饰关系。

  3. 1.46εἰπὼν δὴ ὅτι τὸ δίκαιόν ἐστιν... εἰπὼν δὴ ὅ τι ποτέ ἐστι τὸ πολιτικὸν δίκαιον ἐπήγαγεν

    此处使用了通过 εἰπὼν δή 进行的复述结构(epanalepsis)。由于插入的解释性括号句(κοινωνοῦντες γὰρ...)打断了文意,因此作者重新重复分词 εἰπὼν δή,以平稳过渡到主动词 ἐπήγαγεν(“接着写道/补充道”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:42.25-43.23