- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:41.15-42.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了《尼各马可伦理学》卷五第六章开篇(1134a11–17)的讨论,探讨了不义分配中过度与不足的表现方式、实践讨论中普遍规定与个别幅度之间的关系,以及根据目的与抉择来区分行不义之举与作为不义之人。
" Ἐπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως, τὸ δὲ παρὰ τὸ ἀνάλογον, ὁποτέρως ἔτυχε." Παρὰ τὸ ἀνάλογον λέγει τὸ ἄνισον, ἤτοι τὸ πλέον καὶ ἔλαττον· εἰ γὰρ τὸ ἀνάλογον ἴσον, τὸ παρὰ τὸ ἀνάλογον ἄνισον. εἴη δ’ ἂν σαφεστέρα ἡ γραφή, εἰ ἀντὶ τοῦ τὸ δὲ παρὰ τὸ ἀνάλογον εἴη γεγραμμένον τὸ γὰρ παρὰ τὸ ἀνάλογον. περὶ μὲν οὖν τῆς λέξεως ταῦτα· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰς ἑαυτὸν μὲν τὴν διανομὴν ὁ ἄδικος ἀεὶ ὡρισμένως ποιεῖται· ἀεὶ γὰρ ἐπὶ μὲν τῶν ὠφελίμων τὸ πλέον λαμβάνει, ἐπὶ δὲ τῶν βλαβερῶν τὸ ἔλαττον· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, ἀορίστως καὶ ὡς ἔτυχε ποτὲ μὲν ἐκείνῳ διανέμει τὸ πλέον, ποτὲ δ’ ἑτέρῳ, καὶ ᾧ μὲν τήμερον δέδωκε πλέον οὐκ ἀξίως, αὔριον δίδωσι ἔλαττον καὶ αὐτὸ ἀναξίως. ταῦτα εἰπὼν ἐπάγει τοῦ δὲ ἀδικήματος τὸ μὲν ἔλαττον ἔχειν, τοῦ κατ’ ἀξίαν δηλονότι, ἀδικεῖσθαί ἐστι, τὸ δὲ μεῖζον τοῦ κατ’ ἀξίαν ἀδικεῖν, διδάξας διὰ τούτων τίνα εἰσὶν ἃ ἀνωτέρω εἴρηκεν ὑπερβολὴν καὶ ἔλλειψιν.
“然而在关涉他人时,总体上是相似的,但违反比例的部分,则随遇而定。” 所谓“违反比例”,他是指不均等,即较多与较少;因为如果成比例之物是均等的,那么违反比例之物就是不均等的。如果将“但违反比例的部分”改写为“因为违反比例的部分”,文本就会更清楚。关于文句姑且谈到这里;而他所说的意思是这样的:不义之人对自己进行的分配总是以确定的方式进行的;因为对于有益之物他总是索取较多,对于有害之物则索取较少。然而当他对他人进行分配时,他却是不确定且随机地,时而分配给那人较多,时而分配给另一人,并且今天他不相称地多分给谁,明天又同样不相称地少分给谁。说完这些之后,他接着写道:“而在不义的行为中,拥有较少——显然是少于依应得之份——是受不义,而多于依应得之份则是行不义”,通过这些话阐明了他此前所谓的过度与不足究竟是什么。
"Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, τίς ἑκατέρα ἐστίν." Εἴρηκε γὰρ ὅτι ἔστιν ἕξις οἵαν εἴπομεν. πρόσκειται δὲ τὸ καθόλου, ὅτι μὴ ἐπεξῆλθεν τὰ καθ’ ἕκαστα, καὶ ὅτι ἐν μὲν τοῖς περὶ τῶν πρακτῶν λόγοις τὸ μὲν καθόλου ὁποῖόν τι δεῖ εἶναι, ὑπογράψαι δύναταί τις, οὐκέτι μέντοι ἐπεξιόντα τὰ καθ’ ἕκαστα οἷόν τε ὁρίσαι, μέχρι πόσου ἕκαστον αὐτῶν γινόμενον πλέον ἐστὶν ἢ ἔλαττον ἢ ἴσον· οἱ γὰρ περὶ τῶν πρακτῶν λόγοι οὐ δέχονται τὴν τοιαύτην ἀκρίβειαν τῷ ἐν πλάτει ἕκαστον τούτων τὸ εἶναι ἔχειν.1
“关于正义与不义,二者各自是什么[已概括地谈过]。” 因为他说过,这正如我们所说的那种品质。加上“概括地”这一词,是因为他没有详加审视个别具体的事物,而且因为在关于实践事务的讨论中,人们固然能够勾勒出普遍事物应当是怎样的,然而当逐一考察个别事物时,却再也无法规定它们每一个进行到何种程度便是较多、较少或均等;因为关于实践事务的讨论不容许具有这种精确性,这是由于这些事物的存在本身都具有幅度的缘故。
"Ἐπεὶ δ’ ἔστιν ἀδικοῦντα μήπω ἄδικον εἶναι." Ἦν ἂν σαφεστέρα ἡ λέξις, εἰ οὕτω πως εἶχεν· ἐπεὶ ἀδικήματά ἐστι τὸ κλέπτειν, τὸ μοιχεύειν, τὸ πορνεύειν, τὸ ἱεροσυλεῖν, καὶ ἁπλῶς πάντα τὰ παράνομα, ποῖα ἐκ τούτων πράττων τις ἀδικεῖ, καὶ ποῖα ὁμοίως πράττων οὐκ ἀδικεῖ; εἰσὶ γάρ τινα ἄδικα ἃ πράττει μέν τις, ἄδικος δὲ οὐκ ἔστι. πῶς δὴ τοῦτο; ὅτι οὐκ εἰς τὴν πρᾶξιν ἀποσκοποῦντες τὰ πράγματα κρίνομεν, ἀλλ’ εἰς τὸ οὗ ἕνεκα. ὁ γὰρ τοῦ μαινομένου τὴν μάχαιραν κλέψας, μεθ’ ἧς ἔμελλεν ἑαυτὸν ἀνελεῖν, ἔκλεψε μέν, κλέπτης δ’ οὐκ ἔστιν, ἀλλὰ μᾶλλον σωτὴρ καὶ εὐεργέτης, οὐδὲ μοιχὸς ὁ τὴν πλουσίαν διαφθείρας ἐπιθυμίᾳ χρημάτων, ἀλλὰ φιλοχρήματος. ἐρωτήσας δὴ ὁ ποῖα ἀδικήματα ἀδικῶν ἄδικός ἐστιν, ἀποκρίνεται λέγων ἢ οὕτω μὲν οὐδὲν διοίσει. ἔστι δὲ ὃ λέγει· οὕτω μὲν δίχα προσδιορισμοῦ λεγόμενον δόξειεν ἂν μηδεμίαν ἔχειν διαφοράν, ἀλλὰ πάντα τὸν ἄδικόν τι πράττοντα εὐθὺς ἄδικον εἶναι· εἰ δέ τις ἐπιβλέπει εἰς τὸ τέλος καὶ οὗ ἕνεκα ποιεῖ τὸ ἄδικον, εὑρήσει πολλοὺς ἄδικα μὲν πράττοντας, ἀδίκους δὲ μὴ ὄντας. καὶ ὃ βούλεται λέγειν, τοῦτό ἐστιν· ἐν δὲ τῇ λέξει τῇ εἰδὼς τὸ ᾗ ταὐτόν ἐστι τῷ εἰδὼς ᾗτινι γυναικὶ μίγνυται,2 οἷον ὑπάνδρῳ, ἀλλ’ ὅμως οὐ μοιχός ἐστιν· οὐ γὰρ δι’ ἀκολασίαν ἐμίχθη, ἀλλὰ διὰ τὰ χρήματα. ἄδικος μὲν γὰρ ὁ βουλόμενος καὶ προαιρούμενος, ὁ δὲ μὴ διὰ προαίρεσιν ἀλλὰ διὰ πάθος πράξας ἀδικεῖ μέν, ἄδικος δ’ οὐκ ἔστι.
“然而,既然有可能做不义之事的人尚且不是不义之人……” 如果文句作如下的表述,就会更清楚:“既然偷盗、通奸、卖淫、亵圣,以及简言之所有违法行为都是不义的行为,那么做其中哪一种行为时人是在行不义,而同样做哪一种行为时人却没有在行不义呢?”因为确实有某些不义的行为,一个人做了,但他却不是不义之人。这究竟是为何呢?因为我们评判事物不是着眼于行为本身,而是着眼于其所为的目的。因为从疯子那里偷走他即将用来杀死自己的刀的人,固然偷了,但他不是小偷,反而更是拯救者与恩人;出于对金钱的欲望而引诱富妇的人也不是通奸者,而是爱财者。于是,在提问了究竟做哪种不义的行为才是不义之人后,他回答说:“抑或在这样说时并无任何差别?”他所说的意思是:如果不加附加界定而这样说,似乎就没有任何差别,而是凡做某件不义之事的人立刻就是不义之人;但如果一个人着眼于目的以及做此不义之事是为了什么,就会发现许多人虽做不义之事,却不是不义之人。这就是他所要表达的意思。此外在“知晓”这一文句中,“与谁”等同于“知晓他与何种妇人交合,例如有夫之妇,然而他却不是通奸者”;因为他不是出于放荡而交合,而是为了金钱。因为不义之人是意愿并且出于抉择的人,而并非出于抉择而是出于激情行动的人,固然行了不义,但并非是不义之人。
- 1.44τῷ ἐν πλάτει ἕκαστον τούτων τὸ εἶναι ἔχειν
由与格冠词 τῷ 引导不定式短语表示原因(因果性冠词不定式)。ἕκαστον τούτων 作不定式 ἔχειν 的宾格逻辑主语,τὸ εἶναι 作其宾格宾语,介词短语 ἐν πλάτει(具有幅度/可变性)作表语性修饰。意为“因为这些事物的每一个在存在上都具有幅度”。
- 1.45ἐν δὲ τῇ λέξει τῇ εἰδὼς τὸ ᾗ ταὐτόν ἐστι τῷ εἰδὼς ᾗτινι γυναικὶ μίγνυται
此处使用了定冠词引用文本词句的自指结构。在 τῇ λέξει τῇ εἰδώς(在“知晓”这一文句中)中,阴性定冠词 τῇ 与 λέξει 一致并限定引用词 εἰδώς;随后的 τὸ ᾗ 则以中性单数定冠词 τὸ 引用阴性单数与格关系代词 ᾗ(即“与谁”一词)。主干结构为 ταὐτόν ἐστι τῷ...(与……等同),其中与格冠词 τῷ 将后续的整个解释性短语(“知晓他与何种妇人交合……”)名词化。
