- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:40.8-41.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔基于亚里士多德1133b30–1134a1,阐释了行公正何以是行不义与受不义之间的中项,正义何以不同于其他伦理德性(并非两种恶德之间的中项,而是较多与较少即均等之物的中项),并进一步明晰了正义作为出于抉择而在分配与矫正中实践均等的品质之定义。
" Διωρισμένων δὲ τούτων δῆλον ὅτι καὶ ἡ δικαιοπραγία μέσον ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι." Εἰ τὸ δίκαιον μέσον ἐστὶ τοῦ πλείονος καὶ ἐλάττονος, ὅτι καὶ τῆς πλεονεξίας καὶ τῆς μειονεξίας μέσον,1 δῆλον ὅτι καὶ τὸ τὰ δίκαια πράττειν καὶ τὸ δικαιοπραγεῖν εἴη ἂν μέσον τοῦ τε πλεονεκτεῖν καὶ πλεονεκτεῖσθαι, ἤτοι τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· ὥστε καὶ ἡ δικαιοπραγία μέση πλεονεξίας καὶ μειονεξίας. ἡ δὲ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς ἀρεταῖς.2 δείξας πῶς τὸ δίκαιον καὶ τὸ δικαιοπραγεῖν μέσον καὶ τίνων μέσον, διὰ τῆς ἐπανορθωτικῆς παραθέσεως εὐλόγως ἐπιφέρει ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ἀρεταῖς. ἐκεῖναι μὲν γὰρ β κακιῶν ἦσαν μεταξύ, ἡ μὲν ἀνδρία δειλίας καὶ θρασύτητος, ἡ σωφροσύνη ἀκολασίας καὶ ἠλιθιότητος, καὶ αἱ ἄλλαι ὁμοίως μέσαι ὑπερβολῆς καὶ ἐνδείας τοῦ μέσου οὖσαι πρακτικαὶ καὶ προαιρετικαί· ἡ δὲ δικαιοσύνη οὐκέτι δύο κακιῶν ἐστι μέση· μία γὰρ αὐτῇ ἐστιν ἐναντία ἡ ἀδικία, ἣ θεωρεῖται ἐν τῷ ἀδικοῦντι καὶ ἀδικουμένῳ, ὧν ὁ μὲν ἀδικῶν ἐστιν ὁ τὸ πλέον ἔχων, ὁ δ’ ἀδικούμενος ὁ τὸ ἔλαττον, μέσον δὲ τοῦ πλείονος καὶ ἐλάττονος ἡ δικαιοσύνη, τοῦ ἴσου οὖσα πρακτική· καὶ ἐπεὶ πρακτική ἐστι τοῦ ἴσου, τὸ δὲ ἴσον μέσον, καὶ αὐτὴ ἄρα μεσότης, ὅτι τοῦ μέσου καὶ ἴσου ἐστί.
“这些既然已经规定,显然行公正亦是行不义与受不义之间的中项。” 如果公正之物是较多与较少之间的中项,因为也是多得与少得之间的中项,那么显然行公正之事、即行公正,也会是多取与少取之间的中项,也就是行不义与受不义之间的中项;因此行公正亦是多得与少得的中项。“然而正义作为中道,并不是以与诸德性相同的方式。”在指明了公正之物与行公正如何是中项以及是何者之间的中项之后,他通过一种补正性的对照合情合理地补充道,正义作为中道并不是以与前述诸德性相同的方式。因为那些德性是处在两种恶德之间,勇敢处于怯懦与鲁莽之间,节制处于放荡与迟钝之间,其余诸德亦同样是过度与不足的中项,能够实践并抉择中道;然而正义却不再是两种恶德之间的中项;因为与它对立的只有一种恶德,即不义,而不义是在行不义者与受不义者身上被考察的,这其中行不义者是拥有较多者,而受不义者是拥有较少者,正义作为较多与较少之间的中项,是均等之物的实践者;而既然它是均等之物的实践者,且均等之物是中项,因而正义自身亦是中道,因为它是关涉中间与均等之物的。
"Καὶ ἡ μὲν δικαιοσύνη ἐστὶ καθ’ ἣν ὁ δίκαιος λέγεται πρακτικὸς κατὰ προαίρεσιν." Πάνυ καλῶς προσέθηκε τὸ κατὰ προαίρεσιν· τῇ προαιρέσει γὰρ χαρακτηρίζεται ὁ σπουδαῖος καὶ αἱ κατ’ ἀρετὰς ἐνέργειαι. οὐ γὰρ ὁ τὰ δίκαια πράττων ἐξ ἀνάγκης δίκαιος (τί γάρ, εἰ διὰ φόβον ἢ ἄλλο τι τοῦτο ποιεῖ;) ἀλλ’ ὁ προαιρούμενος καὶ πράττων ἐκεῖνός ἐστι δίκαιος. δι’ ὧν δὲ λέγει ὑπογράφει καὶ τὴν δικαιοσύνην, λέγων ἕξιν αὐτήν, καθ’ ἣν πρακτικοί κατὰ προαίρεσιν γίνονται τῶν ἐν ταῖς κοινωνίαις ἴσων. τί δ’ ἐστὶ τὸ ἐν ταῖς κοινωνίαις ἴσον, δι’ ὧν ἐπάγει λέγει· φησὶ γὰρ καὶ διανεμητικοὶ καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον.3 κἂν γὰρ ἑτέροις διανέμῃ τινά, τὸ κατ’ ἀξίαν, ὅπερ ἐστὶ τὸ ἴσον, ἑκάστῳ νέμει, κἂν ἑαυτῷ καὶ ἄλλοις τὴν διανέμησιν ποιῆται, οὐ τὸ πλέον αὐτὸς λαμβάνει, ἐκείνοις δ’ ἔλαττον δίδωσι, ἀλλὰ τὸ ἴσον ἑαυτῷ ἐπιφέρει καὶ τὸ ἁρμόζον ἐκείνοις διανέμει. καὶ μνημονεύει μὲν διὰ τούτων φανερῶς τοῦ ἐν ταῖς νομαῖς ἴσου, ἐνδείκνυται δὲ καὶ περὶ τοῦ ἐν ταῖς ἐπανορθώσεσιν· ἅμα δὲ καὶ πῶς καὶ τίνων ἡ δικαιοσύνη μεσότης ἐστί, φανερὸν ποιεῖ. καὶ ὁ μὲν ἄδικος ἀεὶ ἐπὶ μὲν τῶν ἀγαθῶν τὸ πλέον αἱρεῖται καὶ λαμβάνει, ἐπὶ δὲ τῶν κακῶν τὸ ἔλαττον, ὁ δὲ δίκαιος ἐπὶ πάντων τὸ ἀναλογοῦν ἑαυτῷ. εἴη ἂν οὖν δικαιοσύνη ἕξις ἀφ’ ἧς πρακτικοί τε καὶ προαιρετικοὶ γίνονται τοῦ ἐν ταῖς διανομαῖς καὶ ταῖς ἐπανορθώσεσιν ἴσου, ἡ δ’ ἀδικία τοὐναντίον, ἀφ’ ἧς πρακτικοὶ καὶ προαιρετικοὶ τοῦ ἀνίσου.
“而正义是使公正之人被说成是出于抉择而付诸实践的品质。” 他极为恰当地加上了“出于抉择”;因为高尚之人与依德性的活动正是由抉择所表征的。因为行公正之事者未必就是公正之人(试想,倘若他是出于恐惧或其他缘故而做这事呢?),唯有出于抉择并付诸行动的人,那个人才是公正之人。通过他所说的话,他也勾勒了正义,称其为人们借以出于抉择而在交往中实践均等之物的品质。至于交往中的均等之物是什么,他通过后文所添加的话予以说明;因为他说:“也具有分配性,无论对自己对他人,还是他人对他人。”因为即便一个人将某些事物分配给他人,他也会把依照应得之物——也就是均等之物——分给每个人;如果他向自己与他人进行分配,他自己不会多取而给他人少分,而是将均等之物归于自身,将适度之物分配给他们。通过这些话,他显然提及了分配中的均等之物,但也指明了矫正中的均等之物;同时他也阐明了正义是如何成为中道以及是何者的中道。不义之人对于善物总是抉择并索取较多,对于恶物则索取较少,而公正之人对于一切事物都取与自身成比例之物。因此,正义应当是人们借以在分配与矫正中实践并抉择均等之物的品质,而不义则相反,是人们借以实践并抉择不均等之物的品质。
- 1.41ὅτι καὶ τῆς πλεονεξίας καὶ τῆς μειονεξίας μέσον
连词 ὅτι 在此引导原因从句(相当于 διότι),作为前接条件从句 Εἰ τὸ δίκαιον μέσον ἐστὶ τοῦ πλείονος καὶ ἐλάττονος 的理由:“因为[公正]亦是多得与少得之间的中项”。
- 1.41οὐ τὸν αὐτὸν τρόπον ταῖς ἀρεταῖς
副词性宾格 τὸν αὐτὸν τρόπον(以相同方式)与表示伴随/比较基准的与格 ταῖς ἀρεταῖς(诸德性)结合,构成“不以与诸德性相同的方式”之句式。米海尔在后一句中补充为 ταῖς προειρημέναις ἀρεταῖς,表明其特指前面所讨论的伦理德性。
- 1.42καὶ διανεμητικοὶ καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον
此处引用并改写了亚里士多德原文(1134a3–5)的词句,变为阳性主格复数(διανεμητικοί)。平行的表达 αὑτῷ πρὸς ἄλλον(对自己对他人)与 ἑτέρῳ πρὸς ἕτερον(他人对他人)表示分配所涉及的双方关系,在紧接着由 κἂν γὰρ... 引出的句子中逐一得到解释。
