- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:39.1-40.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔通过串联交往、交换、均等与货币的连珠论证阐释了城邦结合的根基,并运用比例例证(房屋、十米纳、床)解释了货币如何作为约定尺度而非自然部分发挥度量作用,最后总结了对正义的讨论。
" Οὔτε γὰρ μὴ οὔσης ἀλλαγῆς κοινωνία ἂν εἴη." Εἰπὼν ὅτι τὸ νόμισμα ὥσπερ μέσον ἤτοι μέτρον γεγονὸς ἰσάζει καὶ σύμμετρα ποιεῖ (σύμμετρα γάρ φασιν οἱ γεωμέτραι τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα) πῶς σύμμετρα ποιεῖ, λέγει· εἰ μὴ ἦν ἀλλαγή, κοινωνία οὐκ ἂν ἦν. ἔστι δὲ ἡ τοῦ λόγου σύνθεσις τοιαύτη· ἡ κοινωνία ἐστί, διότι ἀλλάσσομεν, ἀλλάσσομεν δὲ διὰ τὴν ἰσότητα, ἴσα δὲ γίνεται διὰ τὴν συμμετρίαν, συμμετρία δὲ διὰ τὸ νόμισμα. ὥστε μὴ ὄντος νομίσματος συμμετρία οὐκ ἔσται, συμμετρίας δὲ μὴ οὔσης οὐδ’ ἀλλαγή, τῆς δ’ ἀλλαγῆς οἰχομένης οἴχεται καὶ ἡ κοινωνία. τῇ μὲν οὖν ἀληθείᾳ ἀδύνατον τὰ τοσοῦτον διαφέροντα σύμμετρα γενέσθαι. εἰ κυρίως σύμμετρα τὰ ὁμογενῆ δύνανται γενέσθαι,1 οἷον ἀριθμοὶ ἀριθμοῖς καὶ μεγέθη μεγέθεσι, τὰ ἀπ’ ἀλλήλων τοσοῦτον διεστῶτα ἀδύνατον σύμμετρα γενέσθαι. τὰ γὰρ σύμμετρα κοινῷ μορίῳ καταμετροῦνται, ἀριθμοὶ ἀριθμῷ, τὰ μεγέθη μεγέθει, τὸ δὲ νόμισμα οὐκ ἔστι μόριον τῶν ἐν τῇ ἀλλαγῇ· οὔτε γὰρ τῶν ὑποδημάτων ἐστὶ μόριον οὔτε τοῦ οἴνου (ἦν γὰρ ἂν ἢ οἶνος ἢ ὑπόδημα) οὔτε ἄλλου οὐδενός. γίνεται δὲ μέτρον τῆς κατὰ τὴν χρείαν αὐτῶν συμμετρίας· ὅταν μὲν γάρ ἐστι πολλὴ χρεία τῶν ἀλλασσομένων, μικρόν, ὅταν δὲ σμικρά, μέγα. ἐν μὲν γὰρ ταῖς εὐθηνίαις μέγα καὶ τίμιον, ἐν δὲ ταῖς ἐνδείαις καὶ μάλιστα ταῖς μεγίσταις, πάμπαν σμικρότατον καὶ ἄτιμον. δεῖ οὖν, φησίν, ἕν τι εἶναι, δι’ οὗ σύμμετρα γενήσεται τὰ ἐν ταῖς ἀλλαγαῖς, τουτέστι δεῖ ἕν τι εἶναι τὸ μετροῦν αὐτά, καὶ εἶναι μὴ μόριον τῶν μετρουμένων, ἀλλ’ ἐξ ὑποθέσεως καὶ συνθήκῃ ἡμετέρᾳ ὡς μέτρον λαμβάνεσθαι, ὃ καὶ νόμισμα λέγεται διὰ τὸ κατὰ συνθήκην γεγονέναι μέτρον. καὶ μετρεῖται αὐτῷ τὰ ὤνια. οἰκία Α, μναῖ δέκα Β, κλίνη Γ. ἐν τῷ κλίνῃ Γ λείπει τὸ μιᾶς μνᾶς.23 εἰπὼν δὲ ὅτι τὸ νόμισμα μέσον καὶ μέτρον γίνεται ἐν ταῖς ἀλλαγαῖς καὶ ἰσάζει πάντα, δείκνυσιν διὰ τούτων, λέγω δὴ τὸ πῶς τὸ νόμισμα μεσότης γίνεται καὶ πῶς τούτῳ μετρεῖται καὶ πῶς λαμβανόμενον μέσον αὐτῶν εὑρίσκεται. καὶ λαμβάνει εἰς τὴν δεῖξιν οἰκίαν, ἥ ἐστι ἔργον οἰκοδόμου ἐφ’ ᾧ τὸ Α, δέκα δὲ μνᾶς ἢ νομίσματα, ἐπὶ τοῦ Β, κλίνην δὲ ἔργον τέκτονος ἐπὶ τοῦ Γ. καὶ ἐπεὶ πάντα τιμᾶται τοῦ νομίσματος, ἔστω οἰκία ἀξία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς μνᾶς. τῷ δὴ νομίσματι γνωριοῦμεν πόσαι κλῖναι ἀντάξιαι τῆς οἰκίας· πέντε γὰρ μνῶν οὔσης ἀξίας τῆς οἰκίας ἥμισύ ἐστιν ἡ οἰκία τῶν δέκα μνῶν. ἀλλὰ καὶ τῆς κλίνης μιᾶς οὔσης μνᾶς ἀξίας, δέκατόν ἐστιν ἡ κλίνη τῶν δέκα μνῶν. ἔστι δὲ ἥμισυ τῶν δέκα τὰ ε̄· τῶν δὴ ε̄ τῶν ἡμίσεων πέμπτον ἐστὶν ἡ κλίνη. ἦν δὲ ἡ οἰκία ε̄ μνῶν, ἡ κλίνη ἄρα τῆς οἰκίας πέμπτον ἐστί. πέντε ἄρα κλῖναί εἰσιν ἀντάξιαι τῆς οἰκίας. τοῦτο δὲ εὕρηται διὰ τῶν δέκα μνῶν μέσων τεθεισῶν. αἱ μὲν οὖν ἀλλαγαί, ὡς ἐν ταῖς Πολιτείαις λέγεται, οὕτως ἐγίνοντο πρὸ τῆς τοῦ νομίσματος εὑρέσεως· κλῖναι γὰρ ἐδίδοντο ἀντὶ οἰκίας, καὶ τἆλλα ὁμοίως. καὶ τί γὰρ διαφέρει, πέντε κλίνας λαβεῖν καὶ δοῦναι οἰκίαν ἢ ε̅ μνᾶς, ἐπεὶ ε̅ μνῶν εἰσιν ἄξιαι αἱ κλῖναι; ταῦτα δείξας συμπεραίνεται λέγων τί μὲν οὖν ἐστι τὸ δίκαιον, τό τε διανεμητικὸν δηλονότι καὶ τὸ ἐπανορθωτικόν, καὶ τὸ ἀντικείμενον τούτοις ἄδικον, εἴρηται.
“因为若无交换,便不会有交往。” 在说明了货币作为中项或尺度而使事物均等化并通约(因为几何学家将由同一尺度所测量的事物称为可通约的)之后,他说明了货币是如何使它们通约的:如果没有交换,便不会有交往。而这一论证的结构如下:交往之所以存在,是因为我们进行交换;我们交换是因为均等性;事物变得均等是因为可通约性;而可通约性则是因为货币。因此,若无货币,便不会有可通约性;若无可通约性,也不会有交换;而一旦交换消失,交往也随之消亡。固然在实际上,相差如此悬殊的事物不可能变得可通约。如果严格而言只有同类之物才能够变得可通约,例如数与数、量度与量度,那么彼此相隔如此之远的事物就不可能变得可通约。因为可通约之物乃是由共同的部分量所度量的,数由数度量,量度由量度度量,而货币却不是交换中所涉事物的一部分;因为它既不是鞋子的一部分,也不是葡萄酒的一部分(否则它就必定是葡萄酒或鞋子了),亦非任何其他事物的一部分。然而它根据需要而成为它们通约性的尺度;因为每当对交换之物的需要很大时,它就微小,而当需要微小时,它就巨大。在物资丰裕之时它巨大且珍贵,但在匮乏之时,尤其在极度的匮乏之时,它完全微不足道且不受重视。因此他说,必须有某种单一之物,交换中的事物借由它而变得可通约,也就是说,必须有某种单一之物来度量它们,且它不能是被度量之物的一部分,而是出于假定并依照我们的约定被当作尺度来接受,这也正是它因依照约定成为尺度而被称为货币的原因。而待售的物品即由此得到度量。“房屋为Α,十米纳为Β,床为Γ。”在“床为Γ”这一短语中,缺失了“一米纳的”这一成分。而在说明了货币在交换中成为中项与尺度并使万物均等化之后,他通过这些文字表明,我是说,货币如何成为中间,如何以此度量,以及被当作中项时如何在它们之间被发现。为了进行证明,他设定了房屋(建筑者的作品,记为Α)、十米纳或十枚货币(置于Β)、床(木匠的作品,置于Γ)。既然一切事物都以货币作价,假定房屋价值五米纳,而床价值一米纳。那么借助货币,我们将知晓多少张床与该房屋价值相等;因为当房屋价值五米纳时,房屋是十米纳的一半。但由于床亦价值一米纳,床便是十米纳的十分之一。而十的一半是五;对于作为一半的五而言,床是其五分之一。而房屋原本是五米纳,因此床是房屋的五分之一。由此可见,五张床与房屋价值相等。而这是通过将十米纳设为中项而被求得的。正如在《理想国》中所言,在货币发明之前,交换也是如此进行的;因为床被拿来交换房屋,其他事物亦复如是。既然五张床价值五米纳,那么接受五张床而给出一座房屋,与接受五米纳而给出一座房屋,又有何区别呢?在证明了这些之后,他总结道:“因此,公正究竟是什么——显然包括分配的公正与矫正的公正——以及与这些对立的不公正,已经阐明了。”
- 1.40εἰ κυρίως σύμμετρα τὰ ὁμογενῆ δύνανται γενέσθαι
该条件从句解释了前句“相差如此悬殊的事物不可能变得可通约”的原因与前提。句首的 εἰ 引导前提(“如果严格而言只有同类之物才能够变得可通约”),与后面的主句 τὰ ἀπ’ ἀλλήλων τοσοῦτον διεστῶτα ἀδύνατον σύμμετρα γενέσθαι(“彼此相隔如此之远的事物就不可能变得可通约”)相呼应,构成对严格几何学通约性的重申与强化。
- 1.40ἐν τῷ κλίνῃ Γ λείπει τὸ μιᾶς μνᾶς
此处的 λείπει(缺失)以经过冠词名词化的属格短语 τὸ μιᾶς μνᾶς(“一米纳的”)作为语法主语。注释者指出亚里士多德在原文“床为Γ”的表述中,省略了对于后续推导必不可少的“一米纳的”这一限定成分。
- 1.40καὶ τί γὰρ διαφέρει, πέντε κλίνας λαβεῖν καὶ δοῦναι οἰκίαν ἢ ε̅ μνᾶς
非人称动词 διαφέρει(“有……区别”)与疑问代词 τί(“何等区别”)构成修辞性反问。比较的双方分别是由不定式短语 πέντε κλίνας λαβεῖν καὶ δοῦναι οἰκίαν 与连词 ἢ 后的省略成分 ε̅ μνᾶς(后省略了相同的动作)构成,意在反诘两者在经济实质上毫无差别。
