← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§3.25-4.33

相反品质的相互认知与正义的同名异义性

米海尔就亚里士多德《尼各马可伦理学》1129a17的引文展开注解,阐明相反品质间的认知关系以及同名异义性的彼此邻近,以此作为证明正义具有多种涵义的论证前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

" Πολλάκις μὲν οὖν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας." Μέλλων δεικνύειν ὅτι πολλαχῶς ἡ δικαιοσύνη, καὶ ἔστιν ἡ μὲν ὡς ὅλον ἡ καθόλου δικαιοσύνη ἡ δὲ ὡς μέρος, ἢ ἡ μὲν ὡς γένος ἡ δ’ ὡς εἶδος (τινὲς μὲν γὰρ τὴν καθόλου δικαιοσύνην γένος ἀπεφήναντο τῆς ἀνδρίας καὶ τῶν λοιπῶν τριῶν ἀρετῶν, τινὲς δὲ οὐ γένος ἀλλ’ ὅλον) μέλλων δὴ τοῦτο δεικνύειν, πρῶτον λέγει καὶ συνίστησιν1 ἐκεῖνα, οἷς μέλλει χρῆσθαι πρὸς τὴν τοιαύτην δεῖξιν, λέγων πολλάκις μὲν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας· οἷον ὁ εἰδὼς ὅτι εὐεξία ἐστὶν ἡ τῶν σαρκῶν πύκνωσις, οἶδεν ὅτι καχεξία ἐστὶν ἡ τῶν σαρκῶν μάνωσις. καὶ οὐ μόνον ἡ ἕξις ἀπὸ τῆς ἐναντίας ἕξεως γνωρίζεται, ἀλλὰ καὶ ἤδη ἀπὸ τῶν ὑπ’ αὐτὴν ἑκτῶν,2 καὶ τὰ ἑκτὰ ἐκ τῆς ἕξεως. εἰπὼν δὲ τὴν ἐναντίαν ἕξιν ἀπὸ τῆς ἐναντίας γνωρίζεσθαι, προσέθηκε πάνυ ἀκριβῶς τὸ πολλάκις· οὐ γὰρ ἀεὶ ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἡ ἐναντία ἀπὸ τῆς ἐναντίας γνωρίζεται. τοῦ γὰρ φιλεῖν, ὡς ἐν τοῖς Τοπικοῖς εἶπε, πολλαχῶς λεγομένου τὸ μισεῖν πολλαχῶς οὐ λέγεται· ὥστε ἐπὶ τούτου οὐκ ἐκ τοῦ θατέρου θάτερον γνωρισθήσεται. λέγεται δὲ τὸ φιλεῖν ἐπί τε τοῦ κατὰ διάνοιαν ἀγαπᾶν καὶ ἐπὶ τοῦ τοῖς χείλεσιν ἀσπάζεσθαι, ᾧ τῷ τοῖς χείλεσι φιλεῖν οὐκ ἔστι τι ἐναντίον, τῷ δὲ κατὰ διάνοιαν φιλεῖν ἔστι τι ἐναντίον, τὸ κατὰ διάνοιαν μισεῖν. ἔοικε δὲ πολλαχῶς λέγεσθαι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν. διὰ τούτων τὴν αἰτίαν λέγει τοῦ διὰ τί πολλαχῶς λεγομένης τῆς δικαιοσύνης οὐκ ἔστι γνώριμον τοῦτο· καὶ φησὶν ὅτι αἴτιον τούτου ἐστὶ τὸ σύνεγγυς ἀλλήλων εἶναι τὰς δικαιοσύνας καὶ πολλὴν ἔχειν τὴν ὁμοιότητα. ἐν γὰρ τοῖς τοιούτοις πᾶσι τοῖς ἐπιτεταμένην ἔχουσι τὴν ὁμοιότητα λανθάνειν συμβαίνει τὴν κατὰ αὐτὰ ὁμωνυμίαν. τῶν γὰρ ὁμωνύμων ὅσα μὲν πολὺ ἀπ’ ἀλλήλων διέστηκε, γνώριμα ταῦτα ὅτι ὁμώνυμα, ὡς ὁ Ἀλέξανδρος ὁ βασιλεὺς καὶ Ἀλέξανδρος ὁ ἐξηγητής, καὶ ἡ κλεὶς ᾗ τὰς θύρας κλείομεν, καὶ τὸ κατὰ τὸν αὐχένα τῶν ζῴων ὀστοῦν, καὶ ὅλως τὰ ἔκ τινος τύχης ὀνομασθέντα· ὅσα δὲ σύνεγγύς ἐστιν ἀλλήλων, ταῦτα οὐκέτι δοκεῖ ὀνόματος μόνου κοινωνεῖν. σύνεγγυς δὲ ἀλλήλων τὰ ὄντα, αἱ κινήσεις, τὰ ἀγαθά, αἱ δικαιοσύναι, ὡς δειχθήσεται περὶ αὐτῶν, λέγω δὴ τῶν δικαιοσυνῶν. τούτων γὰρ ἡ μέν ἐστιν ὥσπερ γένος δικαιοσύνη ἡ λεγομένη κατὰ πάσης ἀρετῆς, ἡ δὲ ὥσπερ ταύτης εἶδος· ὥστε ὡς μὲν γένος καὶ εἶδος συνώνυμα ἔσονται (ἐπιδέχονται γὰρ τὰ εἴδη τὸν τῶν γενῶν ὁρισμόν), καθ’ ὅσον δὲ ἡ ὡς εἶδος λαμβανομένη δικαιοσύνη τὸ αὐτὸ ὄνομα ἔχει τῇ ὡς γένος λαμβανομένῃ, κατὰ τοῦτο ἔσονται ὁμώνυμοι·3 ἄλλο γὰρ ἑκατέρας αὐτῶν ὑπὸ τοῦ ὀνόματος τῆς δικαιοσύνης σημαίνεται. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἀδικίας· τοῦτο δὲ δῆλον ἔσται προϊόντος τοῦ λόγου. μέλλων δὲ ἤδη δεικνύναι ὅτι πολλαχῶς ἡ δικαιοσύνη λέγεται, ἀπὸ τῆς ἀδικίας ἄρχεται, μᾶλλον δὲ τοῦ ἀδίκου· γνωριμώτερον γὰρ ὅτι ὁ ἄδικος πολλαχῶς λέγεται ἤπερ ἡ ἀδικία. εἰ δὲ ὁ ἄδικος πλεοναχῶς, καὶ ἡ ἀδικία· εἰ δὲ ἡ ἀδικία, καὶ ἡ δικαιοσύνη· τοῦτο γὰρ εἴρηται ὅτι ὡς ἐπὶ πολύ, ἂν θάτερον τῶν ἐναντίων πλεοναχῶς λέγηται, καὶ θάτερον.

“因此,在许多情况下,相反的品质是由其相反者来认识的。” 正要证明正义具有多种涵义,并且普遍正义是一者作为整体,而[个别正义]作为部分,或者一者作为属,另一者作为种(因为有些人断言普遍正义是勇敢以及其余三种德性的属,而另一些人则断言它不是属而是整体)——正要证明这一点,他首先陈述并确立了他将用于此类论证的前提,说在许多情况下,相反的品质是由其相反者来认识的;例如,知道良好体质是肌肉致密的人,也知道不良体质是肌肉疏松。并且,不仅品质是由相反的品质来认识的,而且此时也可以由属于该品质的状态事物来认识,状态事物也可以从品质来认识。而在说了相反的品质是由相反者认识之后,他极其精确地加上了“在许多情况下”;因为相反者并非总是由相反者认识,而是在大多数情况下如此。因为正如他在《论题篇》中所说,虽然“爱”有多种涵义,但“恨”却没有多种涵义;所以在这种情况下,一者将不会从另一者被认识。而“爱”既可就心意上的喜爱而言,也可就以唇亲吻而言;对于以唇表达的爱并没有相反者,但对于心意上的爱却有相反者,即心意上的恨。“正义和不正义似乎以多种方式被言说,但由于其同名异义性彼此邻近,〔这一点被忽略了〕。”通过这些话,他说明了为什么正义虽有多种涵义,这一点却并不显而易见的原因;他说其原因在于诸正义彼此邻近,具有极大的相似性。因为在所有这些具有高度相似性的事物中,它们所依循的同名异义性往往被忽略。因为在同名异义的事物中,凡是彼此相距甚远的,它们是同名异义的这一点便显而易见,例如亚历山大国王与注解家亚历山大,又如我们用以关门的钥匙与动物颈部的骨头[锁骨],以及一般而言出于某种偶然被命名的事物;但凡是彼此邻近的事物,看起来便不再是仅仅共有一个名称了。而彼此邻近的事物是存在者、运动、善的事物以及诸正义,正如关于它们所将展示的那样,我指的是关于诸正义。因为在这些之中,一者是作为属的正义,它关涉所有德性而被言说,另一者则仿佛是它的种;因此,作为属和种,它们将是同义的(因为诸种接受诸属的定义),但只要作为种被理解的正义与作为属被理解的正义具有相同的名称,在这方面它们将是同名异义的;因为对于它们各自而言,“正义”这一名称所表示的是不同的东西。同样的道理也适用于不正义;随着论述的展开,这一点将变得清楚。而在正要证明正义以多种方式被言说时,他从不正义开始,或者不如说是从不正义的人开始;因为不正义的人具有多种涵义比不正义具有多种涵义更为人所熟知。如果不正义的人有多种涵义,那么不正义也是如此;如果不正义是如此,那么正义亦是如此;因为前面已经说过,在大多数情况下,如果相反两面中的一方以多种方式被言说,另一方也是如此。

语法注3 条
  1. 1.2Μέλλων δεικνύειν... μέλλων δὴ τοῦτο δεικνύειν, πρῶτον λέγει καὶ συνίστησιν

    句首的分词 μέλλων δεικνύειν 因关于正义分类的插入成分(ἢ ἡ μὲν ὡς γένος... ὅλον)而与主句动词相隔甚远。因此,该分词结构通过 μέλλων δὴ τοῦτο δεικνύειν 进行了复述再开(epanalepsis),进而连接到主句的核心动词 πρῶτον λέγει καὶ συνίστησιν。

  2. 1.2ἀπὸ τῶν ὑπ’ αὐτὴν ἑκτῶν

    中性名词化形式 ἑκτόν 指代“由品质(ἕξις)所规定或承受的事物/状态物”(如受该品质决定的具体身体状态或表现)。介词短语 ὑπ’ αὐτήν(“在其之下”)作定语直接修饰 ἑκτῶν。

  3. 1.2ὥστε ὡς μὲν γένος καὶ εἶδος συνώνυμα ἔσονται... κατὰ τοῦτο ἔσονται ὁμώνυμοι

    该结构从亚里士多德谓述理论的视角,对比了两种正义(作为属的普遍正义与作为种的个别正义)的关系。一方面,就种接受属的定义而言,二者是“同义的(synonyma)”;另一方面,就作为种的正义与作为属的正义共用“正义”这一名称而涵义不同而言,二者是“同名异义的(homōnyma)”,这一双重逻辑关系通过 μὲν... δέ 的对置清晰展现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:3.25-4.33