← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§38.5-38.34

相互需要与作为未来交换担保的货币

米海尔就亚里士多德《尼各马可伦理学》第5卷第5章(1133b6–1133b10)进行阐释,说明相互需要乃是维系城邦共同体的基础,货币的创设是为了在需要不同步时为未来的交换提供担保,并指出货币自身的购买力也会随丰收与灾荒而发生波动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.38

" Ὅτι δὲ ἡ χρεία συνέχει ὥσπερ ἕν τι ὄν.1" Εἶπε καὶ πρότερον ὅτι τὸ συνέχον τὰς πολιτείας ἡ χρεία ἐστί, καὶ πάλιν διὰ τούτων τὸ αὐτὸ πιστοῦται ἐκ τῶν ὁσημέραι γινομένων. ἕως μὲν γὰρ ὁ μέν τις ἔχει οἶνον μόνον, ὁ δὲ σῖτον μόνον, καὶ δέονται ὁ μὲν τὸν σῖτον ἔχων οἴνου, ὁ δὲ τὸν οἶνον σίτου, ἀλλάττονται πρὸς ἀλλήλους καὶ στέργουσιν ἀλλήλους· ὅταν δὲ ὁ ἔχων ἢ καὶ γεωργῶν τὸν σῖτον ἀμπέλων εὐπορήσῃ, καὶ ὁ τὰς ἀμπέλους ἔχων σῖτον γεωργεῖν δυνήσεται, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσι διὰ τὸ μὴ ἐν χρείᾳ ἀλλήλων εἶναι.

“而需要犹如某种单一之物将[人们]联结在一起。” 正如他先前所言,维系城邦社会的是需要,而在此处他又借由日常发生的事实证实了同一件事。因为只要一方仅拥有葡萄酒而另一方仅拥有粮食,且拥有粮食的人需要葡萄酒,拥有葡萄酒的人需要粮食,他们就会相互交换并彼此关切;然而,一旦拥有或者耕种粮食的人也拥有了充足的葡萄藤,而拥有葡萄藤的人能够耕种粮食,他们便不再交换,也不再交往,因为彼此不再处于需要之中。

§1.39

"Ὑπὲρ δὲ τῆς μελλούσης ἀλλαγῆς, εἰ νῦν μηδὲν δεῖται, ὅτι ἔσται." Πῶς εὕρηται νόμισμα, διὰ τούτων λέγει. ἐπεὶ γὰρ πολλάκις ὁ μὲν σκυτεὺς ἐδεῖτο σίτου ἢ οἴνου ἤ τινος ἄλλου, ὁ δὲ γεωργὸς ἢ ὁ ἀμπελουργὸς ὑποδημάτων οὐκ ἔχρῃζεν, ἢ ἔμπαλιν ἐκεῖνοι μὲν ἐδέοντο ὑποδημάτων, ὁ δὲ σκυτοτόμος οὐδενὸς τῶν ἐν ἐκείνοις ἔχρῃζεν, εἰς βοήθειαν τῆς τοιαύτης περιστάσεως τὸ νόμισμα εὕρηται, καὶ γίνεται οἷον ἐγγυητής. φέρων γὰρ ὁ σκυτεὺς δίδωσι τῷ γεωργῷ τὸ νόμισμα, καὶ φησὶν “ἔχε τοῦτο ἀντὶ ὑποδημάτων καὶ οἷον ἐγγυητήν· ὅταν δέ ποτε ὑποδημάτων δεηθῇς, ληψόμεθα σὺ μὲν ὑποδήματα, ἐγὼ δὲ τὸ νόμισμα τὸν ἐγγυητήν”.2 πάσχει μὲν οὖν καὶ τοῦτο τὸ αὐτό· οὐ γὰρ ἀεὶ ἴσον δύναται. καὶ τοῦτο, τὸ νόμισμά φησι, τὸ αὐτὸ πάσχει. ὃ δὲ λέγει ἐστίν, ὡς ἐπὶ τῆς χρείας τοῦτο ἐπὶ τοῦ νομίσματος ἴδοι ἄν τις γινόμενον. ὡς γὰρ ἐπ’ ἐκείνης οὐκ ἀεὶ ὁμοίως δεόμεθα καὶ ἐν χρείᾳ τῶν ἀλλοτρίων ἐσμέν, οὕτως οὐδὲ τὸ νόμισμα ἀεὶ ἴσον δύναται, ἀλλὰ μεταπίπτει καὶ τὸ πρότερον πλεῖον δυνάμενον ὕστερον ἢ οὐδὲν ἢ ἔλαττον ἰσχύει. ὅμως μᾶλλον γε τοῦτο διαμένει, καὶ δεῖ ὡς μέτρῳ αὐτῷ τῶν ἀλλασσομένων χρῆσθαι, καὶ πάντων προέχειν καὶ τιμᾶσθαι τὸ νόμισμα. ἀλλὰ πότε δύναται πλεῖον τὸ νόμισμα ἢ πότε ἔλαττον ἢ οὐδέν; ἢ ἐν μὲν ταῖς εὐθηνίαις πολὺ δύναται, ἐν δὲ ταῖς ἄγαν σιτοδείαις καὶ ἀφορίαις πάντων τῶν καρπῶν οὐδέν· οὐδεὶς γὰρ τῶν ἐχόντων σῖτον μὴ ἀρκοῦντα ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ ἀνταλλάσσειν τότε προθυμεῖται. πῶς δὲ τὸ νόμισμα σύμμετρα τὰ ἔργα ποιεῖ καὶ ἰσάζει, εἴρηται.

“至于未来的交换,即使现在并无所需,[担保]交换将会发生。” 通过这些文句,他说明了货币是如何被发明的。因为鞋匠往往需要粮食、葡萄酒或别的某物,而农夫或葡萄种植者并不需要鞋子;或者反过来,他们需要鞋子,而鞋匠却不需要他们所拥有的任何物品;为了救助这种困境,货币被发明出来,并充当了某种保证人。因为鞋匠携带着货币并将其付给农夫,说:“你拿着这个代替鞋子,并作为某种保证人;无论何时你需要鞋子,我们将各自获取,你得到鞋子,而我收回作为保证人的货币。”“因此,这件东西也遭受着同样的遭遇;因为它并非始终具有等同的力量。”他说,这件东西,即货币,也遭受着同样的遭遇。而他所说的意思是,人们可以在货币上看到如同在需要上所发生的情况。因为正如在需要的情形中,我们并非始终同样需要并匮乏他人的物品,货币同样也并非始终具有等同的力量,而是会发生变动,先前具有更大力量的,随后要么毫无效力,要么效力减小。然而无论如何,它终究更为稳定,应当将其用作所交换事物的尺度,且货币应当凌驾于万物之上并受到重视。但货币究竟何时具有更大的力量,何时具有较小的力量或毫无力量?在物资丰裕之时它具有很大的力量,但在极度的粮荒和一切果实绝收之时则毫无力量;因为在拥有不足以供养自身及其眷属之粮食的人中,在那时绝无一人乐于进行交换。至于货币如何使作品通约并均等化,已经阐述过了。

语法注2 条
  1. 1.38ὥσπερ ἕν τι ὄν

    中性代词与分词(ἕν τι ὄν)在语法性上并未与主语 ἡ χρεία(阴性)一致,而是采用中性单数表示概念上的表语,指“需要”作为某种单一的纽带或要素将不同的人与物品联结为一体。

  2. 1.39ληψόμεθα σὺ μὲν ὑποδήματα, ἐγὼ δὲ τὸ νόμισμα τὸν ἐγγυητήν

    主动词 ληψόμεθα(第一人称复数将来时)统辖了其后对照出现的分配主语 σὺ μέν(第二人称单数)与 ἐγὼ δέ(第一人称单数)。依据古典希腊语的人称统辖规则(第一人称优先于第二、三人称),动词整体采取第一人称复数以统摄第一与第二人称的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:38.5-38.34