- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:36.21-38.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《尼各马可伦理学》1133a31–33,阐明交换中的回报均等如何与几何比例及算术比例相关联。他还论证了为何必须在交换之前而非交换之后确立比例并实现均等化,否则一极端就会同时具有过剩与不足这两种失衡(即“两种过度”)。
" Ἔσται δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ, ὥστε ὅπερ γεωργὸς πρὸς σκυτοτόμον." Ὅταν, φησίν, ἰσασθῇ τὰ ἔργα, ἔσται τὸ ἀντιπεπονθὸς δίκαιον, ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον, τὸ ἔργον τοῦ σκυτοτόμου πρὸς τὸ τοῦ γεωργοῦ.1 εἰ γάρ ἐστιν ὁ γεωργὸς διπλασίων τοῦ σκυτοτόμου, ἥμισυς ἄρα ὁ σκυτοτόμος τοῦ γεωργοῦ· καὶ τὰ ὑποδήματα ἄρα ἡμίση τοῦ σίτου. εἰ οὖν διπλασιασθῇ τὰ ὑποδήματα, ὡς εἶναι, ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα, τὰ ὑποδήματα τὰ διπλασιασθέντα πρὸς τὰ ὑποδήματα τὰ ἐξ ἀρχῆς τὰ ὄντα ἡμίση τοῦ σίτου, ἔσται τὰ ὑποδήματα ἴσα τῷ σίτῳ καὶ τὸ ἀντιπεπονθὸς δίκαιον κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, ἥτις γίνεται ἐν τέτρασιν ὅροις. δείξει δὲ ὕστερον ὅτι καὶ ἐν τρισὶν ὅροις γίνεται πως καὶ κατὰ τοῦτο ὑπάγεται τῇ ἀριθμητικῇ ἀναλογίᾳ. καὶ εἴη ἄν ἡ μὲν ἀντίδοσις καὶ ἀνταλλαγὴ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, ἡ δὲ ἔκθεσις τῆς ἀναλογίας καὶ τῆς ἰσότητος τῶν ἐν τῇ ἀντιδόσει γινομένων διὰ τῆς ἀριθμητικῆς καὶ ἐκείνῃ προσχρωμένη.
“因此,当[作品]被均等化,从而正如农夫对鞋匠时,就会有回报。” 他说,当作品被均等化时,就会有回报的正义,以致正如农夫对鞋匠,鞋匠的作品也对农夫的作品。因为如果农夫是鞋匠的两倍,鞋匠便是农夫的二分之一;因此鞋子也是粮食的二分之一。因此,如果将鞋子加倍,使得正如农夫对鞋匠,加倍后的鞋子对原来作为粮食二分之一的鞋子,鞋子就将与粮食均等,并且符合四项几何比例的回报正义就会成立。而他稍后将表明,[回报]在某种意义上也以三项成立,并且据此被归入算术比例之下。于是,相互给予与相互交换是依照几何比例的,而比例的展示以及相互给予中所发生之均等性的展示,则是通过算术比例并借助于它的。
"Εἰς σχῆμα δ’ ἀναλογίας οὐ δεῖ ἄγειν, ὅταν ἀλλάξωνται· εἰ δὲ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς.2" Ἡ ὑπεροχὴ λέγεται καὶ ἐπὶ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως,3 καὶ ἔθος ἐστὶ λέγειν “εἰς ὑπερβολὴν ἐδόθη αὐτῷ πολλά”, καὶ ἔμπαλιν “εἰς ὑπερβολὴν ἐδόθη αὐτῷ ὀλίγα”, καὶ “εἰς ὑπερβολὴν ὅδε πλούσιός ἐστι”, καὶ αὖ “εἰς ὑπερβολὴν ὅδε πένης”, ἴσον λέγοντες τῷ λίαν ἔχει ὅδε χρήματα πολλά, καὶ λίαν ὅδε ὀλίγα. καὶ τὸ μὲν τῆς λέξεως τοιοῦτον· ὃ δὲ λέγει, τοιοῦτον ἂν εἴη· τὰς ἀναλογίας τῶν τεχνιτῶν καὶ τῶν ἔργων, ἃ ἐργάζονται, δεῖ ποιεῖν πρὸ τοῦ ἀλλάξασθαι κατὰ τὸν ὑφηγημένον τρόπον. γινομένης γὰρ τῆς ἀναλογίας πρὸ τῆς ἀλλαγῆς, μετὰ δὲ τοῦτο τῆς ἀνταλλαγῆς, ἔσται ἡ ἀντίδοσις καὶ ἡ ἀλλαγὴ ἴση καὶ δικαία, καὶ εἰς τὸ σχῆμα τῆς ἀναλογίας ἀναχθήσεται, ὡς εἶναι, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτοτόμον, οὕτως ὁ οἰκοδόμος μετὰ τῆς οἰκίας πρὸς τὸν σκυτέα μετὰ τῶν ὑποδημάτων. ὡς γὰρ ὑπερέχει ὁ οἰκοδόμος τοῦ σκυτέως, οὕτω καὶ ὁ οἰκοδόμος μετὰ τῆς οἰκίας τοῦ σκυτέως μετὰ τῶν ὑποδημάτων, πρὸ τῆς ἀλλαγῆς δηλονότι. καὶ δεῖ τὴν τοιαύτην ἀνισότητα τῆς οἰκίας πρὸς τὰ ὑποδήματα ἰσασθῆναι· ἰσασθήσεται δὲ οὕτως. ἐπεὶ γὰρ διπλῆ ἐστιν ἡ οἰκία τῶν ὑποδημάτων, εἰ διπλασιασθῇ τὰ ὑποδήματα β ὄντα καὶ γένηται δ, ἔσται δ ὑποδήματα ἴσα τῇ οἰκίᾳ· καὶ οὕτως τῆς ἰσότητος γεγονυίας, εἰ λήψεται ὁ μὲν οἰκοδόμος τὰ δ ὑποδήματα καὶ ὁ σκυτεὺς τὴν οἰκίαν, ἔσται ὁ οἰκοδόμος μετὰ τῶν δ ὑποδημάτων ἴσος τῷ σκυτεῖ μετὰ τῆς οἰκίας. ἐπεὶ γὰρ διὰ τὴν τῆς οἰκίας πρὸς τὰ ὑποδήματα ὑπεροχὴν ἐλέγετο ὁ οἰκοδόμος ὑπερέχειν τοῦ σκυτέως, ἰσασθέντων τῶν ὑποδημάτων τῇ οἰκίᾳ ἔσται ὁ οἰκοδόμος ἴσος τῷ σκυτεῖ. τοῖς δὲ ἴσοις ἴσα ἐὰν προστεθῇ, τὰ ὅλα ἴσα ἔσται, 〈ὥστε〉 εἴη ἂν καὶ ὁ οἰκοδόμος μετὰ τῶν ὑποδημάτων ἴσος τῷ σκυτεῖ μετὰ τῆς οἰκίας. δεῖ οὖν, φησί, πρὸ τῆς ἀλλαγῆς ποιεῖσθαι τὴν ἀναλογίαν καὶ ἰσάζειν δι’ αὐτῆς τὰ τῶν τεχνιτῶν ἔργα. εἰ δὲ μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς, τουτέστιν· εἰ δὲ ἁπλῶς καὶ χωρὶς ἀναλογίας ἀλλάξονται, ἑκάτερος τῶν ἄκρων, ἤτοι ὁ οἰκοδόμος καὶ ὁ σκυτεύς, ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς. ἂν γὰρ λάβῃ ὁ οἰκοδόμος τὰ β ὑποδήματα, ἔσται μὲν ὑπερέχων ὡς οἰκοδόμος, ὑπερεχόμενος δὲ καὶ ἐλλείπων ὡς τὰ β ὑποδήματα ἔχων, καὶ ὁ σκυτεὺς ὁμοίως ὡς μὲν σκυτεὺς ἐλλείπων καὶ ὑπερεχόμενος, ὡς δὲ ἔχων τὴν οἰκίαν ὑπερέχων. ὥστε τοὺς οὕτως ἁπλῶς δηλονότι ἀλλασσομένους μάταιόν ἐστι μετὰ τὴν ἀλλαγὴν πειρᾶσθαι εἰς σχῆμα ἄγειν ἀναλογίας. καὶ οὐ μόνον μάταιον, ἀλλὰ καὶ ἀδύνατον· οὐ γὰρ δύναται ἐπὶ τῆς ἀλλαγῆς τῆς δίχα ἀναλογίας γεγονυίας εἶναι, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτέα, οὕτως ὁ οἰκοδόμος μετὰ τῶν β ὑποδημάτων πρὸς τὸν σκυτέα μετὰ τῆς οἰκίας διὰ τὴν τῶν ἀλλασσομένων ἀνισότητα. ὅτι δὲ δύναται ἰσασθῆναι τὰ ὑποδήματα τῇ οἰκίᾳ, εἴρηται· διὰ γὰρ τῶν νομισμάτων ἢ ἄλλου τινός. σαφέστατον δὲ τὸ διάγραμμα διὰ τὸ πολλάκις εἰρῆσθαι περὶ αὐτοῦ, καὶ οὐ δεῖ μάτην περὶ αὐτοῦ λέγειν πάλιν.
“但当他们已经交换时,就不应将其纳入比例的图式;否则,[一极端]将具有两种过度。” “过度”一词既用于过剩,也用于不足,人们习惯说“过分地给了他许多”,反过来也说“过分地给了他极少”,又说“此人过分地富有”,再如“此人过分地贫穷”,这等同于说“此人拥有极多的财产”以及“此人拥有极少的财产”。文辞的用法便是如此;但他所说的意思是这样的:应当在交换之前,依照所指示的方式确定工匠以及他们所制作的作品的比例。因为如果在交换之前确定了比例,在此之后进行相互交换,相互给予和交换就会是均等且公正的,并将被归入比例的图式,从而正如建筑工对鞋匠,拥有房屋的建筑工也对拥有鞋子的鞋匠。因为正如建筑工超出鞋匠,拥有房屋的建筑工也同样超出拥有鞋子的鞋匠,这显然是在交换之前。而房屋相对于鞋子的这种不均等必须被均等化;它将如下被均等化。因为既然房屋是鞋子的两倍,如果原来是两双的鞋子被加倍而成为四双,四双鞋就将与房屋相等;在均等性如此成立之后,如果建筑工接受四双鞋而鞋匠接受房屋,拥有四双鞋的建筑工就将与拥有房屋的鞋匠均等。因为既然由于房屋相对于鞋子的超出,建筑工曾被称为超出鞋匠,那么在鞋子与房屋被均等化之后,建筑工就将与鞋匠均等。若将相等的事物加于相等的事物,整体也将相等,因而拥有鞋子的建筑工也将与拥有房屋的鞋匠均等。因此他说,必须在交换之前确立比例,并通过比例使工匠的作品均等化。否则,将具有两种过度,也就是:如果他们单纯地、不依比例地进行交换,两极端中的每一方,即建筑工和鞋匠,都将具有两种过度。因为如果建筑工接受了两双鞋,他作为建筑工确实是超出的,但作为拥有两双鞋的人则是被超出且欠缺的;而鞋匠同样,作为鞋匠是欠缺且被超出的,但作为拥有房屋的人则是超出的。因此,对于如此单纯进行交换的人,在交换之后试图将其纳入比例图式显然是徒劳的。不仅徒劳,而且是不可能的;因为在没有比例的情况下发生的交换中,由于所交换事物的不均等,不可能正如建筑工对鞋匠,拥有两双鞋的建筑工也对拥有房屋的鞋匠。而鞋子能够与房屋均等化,这已经说明过了;因为[它们是]通过货币或其他某种事物[被均等化的]。而图解由于已被多次论及,是极为明晰的,没有必要徒劳地再次讨论它。
- 1.36ὡς εἶναι ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτοτόμον, τὸ ἔργον τοῦ σκυτοτόμου πρὸς τὸ τοῦ γεωργοῦ
由表示结果的 ὡς εἶναι 引导,其后由相关的 ὡς(“正如……”)构成比例关系对照。句中省略了与比例对应的述谓部分,整个骨架为:“以致正如农夫对鞋匠,鞋匠的作品[对]农夫的作品。”
- 1.37ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς
亚里士多德原文中 ἕξει 的主语并未明指,注解者将其补足为 ἑκάτερος τῶν ἄκρων(“两极端的每一方”,即建筑工与鞋匠各自)。这意味着在不依比例交换后,每一方都在自身的工匠身份与所得交换物之间同时背负了过剩与不足两个维度的失衡。
- 1.37Ἡ ὑπεροχὴ λέγεται καὶ ἐπὶ τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως
米海尔在此解释日常用语中 ὑπεροχή(超出、过度)的宽泛语义,指出它不仅指向上偏差(ὑπερβολή,过剩),也可以用来指称向下偏差(ἔλλειψις,不足)。因此后文中亚里士多德原句的 ἀμφοτέρας ἕξει τὰς ὑπεροχάς 意指同时承受过剩与不足这两个方向的失衡。
