- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:35.10-36.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解《尼各马可伦理学》1133a19,结合具体数值及与纠正正义中法官的类比,阐明货币作为使物品具有可比性与均等化的尺度的作用,并探讨了货币作为相互需要的代表及约定产物的本质。
" Διὸ πάντα συμβλητὰ δεῖ πως εἶναι, ὧν ἐστιν ἀλλαγή." Τὸ συμβλητὰ ἀντὶ τοῦ λόγον ἔχειν πρὸς ἄλληλα καὶ σύγκρισιν, τουτέστι τιμᾶσθαι καὶ ὡρισμένην εἶναι τὴν ἑκάστου τιμήν. διὰ τοῦτο τὰ νομίσματα εὕρηται· μετρεῖ γὰρ πάντων τὴν ἀξίαν καὶ ἐπ’ ὄψιν τίθησι καὶ δήλην ποιεῖ τὴν ἑκάστου ὑπεροχὴν καὶ ἔλλειψιν. δήλου μὲν γὰρ ὄντος ὅτι ὑπερέχει ἡ οἰκία τῶν β ὑποδημάτων, τῆς δ’ ὑπεροχῆς ἀδήλου οὔσης πόση τίς ἐστι, τὸ νόμισμα ταύτην ἐμφανῆ καθίστησιν. εὑρόντες γὰρ ὅτι ἡ οἰκία ἐστὶν ἀξία, εἰ ἔτυχε, νομισμάτων ι, τὰ δὲ β ὑποδήματα ἑνός, ἔχομεν ὅσον ὑπερέχει ἡ οἰκία τῶν ὑποδημάτων καὶ ὅσον ἐλλείπει τὰ ὑποδήματα τῆς οἰκίας. ἐπεὶ γὰρ ἡ οἰκία δέκα ἐστὶν ἀξία νομισμάτων, τὰ δὲ ὑποδήματα νομίσματος ἑνός, ἡ ὑπεροχὴ τῆς οἰκίας πρὸς τὰ ὑποδήματά ἐστιν νομισμάτων θ. ἰσασθήσεται δὲ ἡ οἰκία καὶ τὰ ὑποδήματα οὕτως. ἐπεὶ τὰ β ὑποδήματα ἑνός ἐστι νομίσματος ἄξια, ἔσται τὰ κ ὑποδήματα νομισμάτων ι ἄξια· ἔστι δὲ καὶ ἡ οἰκία τῶν αὐτῶν δέκα νομισμάτων ἀξία· τὰ ἄρα κ ὑποδήματα τὰ αὐτά εἰσι τῇ οἰκίᾳ καὶ ἴσα. 〈ὥστε〉 ἂν κ ὑποδήματα λαβὼν ὁ οἰκοδόμος ἀπὸ τοῦ σκυτέως δοίη αὐτῷ τὴν οἰκίαν, ἔσται τὸ ἀντιπεπονθὸς κατὰ τὴν ἀναλογίαν δίκαιον καὶ ἴσον.1 καὶ ὁρᾷς ὅπως τὰ νομίσματα ἀνάλογόν εἰσι τῷ δικαστῇ. ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου τῇ τοῦ δικαστοῦ μεσότητι ἐγινώσκομεν πόσον δεῖ ἀφελεῖν ἀπὸ τοῦ πλεονέκτου καὶ προσθεῖναι τῷ ἀδικηθέντι (μέσον γὰρ πίπτων ὁ δικαστὴς τοῦ ἠδικηκότος καὶ ἠδικημένου ἐποίει ἀμφοτέρων τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν δήλην), οὕτως κἀνταῦθα τῇ παραθέσει τῶν νομισμάτων εὕρομεν τὴν τῆς οἰκίας πρὸς τὰ ὑποδήματα ὑπεροχήν. καλῶς ἄρα εἴρηκεν ὅτι γίνεται πως μέσον τὸ νόμισμα· κανὼν γὰρ καὶ κριτήριον γίνεται τῆς ἀρετῆς τοῦ οἰκήματος καὶ τῶν ὑποδημάτων, ὡς καὶ ὁ δικαστὴς τῆς πλεονεξίας καὶ μειονεξίας. δεῖ τοίνυν, ὅπερ ὁ οἰκοδόμος πρὸς σκυτοτόμον, τοῦτο γενέσθαι τὰ ὑποδήματα πρὸς τὴν οἰκίαν.2 ἦν δὲ ὁ οἰκοδόμος διπλασίων τοῦ σκυτοτόμου· δεῖ δὴ διπλασιάσαι τὰ ὑποδήματα, καὶ ἔσονται ἴσα τῇ οἰκίᾳ. εἰ γάρ ἐστιν ἡ οἰκία δ, τὰ δὲ ὑποδήματα β, εἰ διπλασιασθῇ τὰ β, ἔσται δ. εἰ γὰρ μὴ ἔσται ἰσότης, οὐκ ἔσται ἀλλαγὴ οὐδὲ κοινωνία· μετρηθήσονται δὲ καὶ ἰσασθήσονται ἑνί τινι, οἷον τῷ νομίσματι, καὶ εἴρηται πῶς. τοῦτο δέ ἐστι τῇ μὲν ἀληθείᾳ ἡ χρεία. τὸ αἴτιον, φησί, τῆς πρὸς ἀλλήλους κοινωνίας ἐστὶν ἡ χρεία· διὰ γὰρ τὸ χρῄζειν ἕκαστον ἡμῶν πολλῶν, μὴ οἷόν τε δὲ εἶναι, ὡς καὶ πρότερον εἴρηται, πάντα ἐργάζεσθαι ὧν χρῄζει, κοινωνοῦμεν ἀλλήλοις. ὅτι δὲ τῆς κοινωνίας ἡ χρεία ἐστὶν αἰτία, δῆλον ἐφ’ ὧν μὴ δέονται θάτεροι θατέρων. ὅταν γὰρ μὴ δέηται ὁ γεωργὸς ὑποδημάτων ἢ ὁ σκυτοτόμος σίτου, οὐδὲ κοινωνία τούτων ἐστί· δεηθέντες δὲ ἀμφότεροι καὶ ὁ γεωργὸς τῶν τοῦ σκυτέως καὶ ὁ σκυτεὺς τῶν τοῦ γεωργοῦ ἔργων, εὐθὺς κοινωνῆσαι σπεύδουσι τῶν ἀλλήλων ἔργων. ἀλλ’ ἐπεὶ πολλάκις ὁ μὲν σκυτεὺς χρῄζει τῶν τοῦ οἰκοδόμου ἔργων ἢ τοῦ γεωργοῦ, ὁ δὲ οἰκοδόμος ἢ γεωργὸς τῶν τοῦ σκυτέως οὐ χρείαν ἔχει ἔργων, ἀντάλλαγμα τῆς χρείας γέγονε τὸ νόμισμα, καὶ διδόαμεν ἀντὶ ὑποδημάτων ἢ σίτου ἢ οἰκίας νομίσματα κατὰ συνθήκην. καὶ διὰ τοῦτο νόμισμα καλεῖται, ὅτι οὐ φύσει ἀλλὰ νόμῳ καὶ θέσει ἡμετέρᾳ, καὶ ἐφ’ ἡμῖν ἄχρηστον ποιῆσαι αὐτό·3 εἰ γὰρ θελήσομεν διδόναι ἃ ἔχομεν καὶ λαμβάνειν ἃ μὴ ἔχομεν, ἄχρηστον ἔσται τὸ νόμισμα.
“因此,凡是有交换的事物,都必须以某种方式可比较。” “可比较”用以代替彼此具有比例与比较,也就是被估价,且各自的价值被确定。为此目的发明了货币;因为[货币]衡量所有事物的价值,将其置于眼前,并使各自的过度与不及变得显明。因为尽管房屋超出两双鞋这一点是显明的,但其超出有多大尚不明晰,货币便使这一定量显现出来。因为在我们发现例如一座房屋值十枚货币,而两双鞋值一枚之后,我们就掌握了房屋超出鞋子多少,以及鞋子相比房屋欠缺多少。因为既然房屋值十枚货币,而鞋子值一枚货币,房屋相对于鞋子的超出量就是九枚货币。房屋与鞋子将如下被均等化。既然两双鞋值一枚货币,二十双鞋就将值十枚货币;而房屋也值相同的十枚货币;因此二十双鞋与房屋相同且均等。所以,如果建筑工从鞋匠那里拿取二十双鞋,并给予他房屋,符合比例的回报公正即均等就将成立。你看到货币如何与法官具有比例对应。因为正如在纠正的正义中,我们凭借法官的中庸性知道了应当从获益过多者那里拿走多少,并加给受不义对待者(因为法官处于行不义者与受不义者之间,使两者的过度与不及显明),同样在这里,通过货币的并列衡量,我们发现了房屋相对于鞋子的超出量。因此他很好地说,货币在某种意义上成了中项;因为[货币]成了房舍与鞋子品质的准绳与判准,正如法官是过多与过少的准绳一样。因此,鞋子对于房屋的关系,必须变成正如建筑工对于鞋匠的关系。而建筑工是鞋匠的两倍;因此必须将鞋子加倍,它们就将与房屋相等。因为如果房屋是四,鞋子是二,若把二加倍,就会变成四。因为如果没有均等,就不会有交换,也不会有共同体;而[它们]将被某个单一事物,例如货币所衡量并均等化,并且已经说明了这是如何做到的。“而在真理中,这就是需要。”他说,相互共同体的原因乃是需要;因为正如前面所说,由于我们每个人都需要许多事物,却不可能制作自己所需要的一切,我们才彼此结成共同体。而需要是共同体的原因,这在一方不需要另一方的情形中是显而易见的。因为每当农夫不需要鞋子,或者鞋匠不需要粮食时,他们之间甚至不存在共同体;但一旦两者都有了需要——农夫需要鞋匠的作品,鞋匠需要农夫的作品——他们立刻急于分享彼此的作品。但是,由于鞋匠往往需要建筑工或农夫的作品,而建筑工或农夫却不需要鞋匠的作品,货币便成了需要的等价替代物,我们根据约定给出货币来代替鞋子、粮食或房屋。正因如此它被称为货币,因为它并非出于自然,而是出于法律和我们的确立,并且使它失效也取决于我们;因为如果我们愿意给出我们所拥有的并接受我们所没有的,货币就将毫无用处。
- 1.35〈ὥστε〉 ἂν κ ὑποδήματα λαβὼν ὁ οἰκοδόμος ἀπὸ τοῦ σκυτέως δοίη αὐτῷ τὴν οἰκίαν, ἔσται τὸ ἀντιπεπονθὸς κατὰ τὴν ἀναλογίαν δίκαιον καὶ ἴσον
这是一个混合条件句结构,条件从句采用 ἄν (= ἐάν) 搭配祈愿语气 δοίη,而归结从句则使用将来时直陈语气 ἔσται。从句以祈愿语气表达一种潜在的假定可能,主句则以直陈将来时断定其必然的结果。
- 1.35δεῖ τοίνυν, ὅπερ ὁ οἰκοδόμος πρὸς σκυτοτόμον, τοῦτο γενέσθαι τὰ ὑποδήματα πρὸς τὴν οἰκίαν
非人称动词 δεῖ 后接不定式 γενέσθαι 的句式。在相关从句 ὅπερ ... τοῦτο ... 中,ὅπερ 从句的谓语(ἐστίν)被省略,构成了“正如建筑工对于鞋匠[的关系]”这一比例关系的骨架。
- 1.35ὅτι οὐ φύσει ἀλλὰ νόμῳ καὶ θέσει ἡμετέρᾳ, καὶ ἐφ’ ἡμῖν ἄχρηστον ποιῆσαι αὐτό
在 ὅτι 从句中省略了系动词(ἐστίν),与格副词性短语 οὐ φύσει ἀλλὰ νόμῳ 充当表语。随后连接了 καὶ ἐφ’ ἡμῖν [ἐστι] ποιῆσαι αὐτό,其中介词短语 ἐφ’ ἡμῖν 充当支配不定式的谓语成分。
