- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:34.25-35.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对亚里士多德《尼各马可伦理学》卷五(1133a16),阐释了共同体不是由同行构成,而是由医生与农夫等不同职能者通过分工与相互需求互补而建立的。
" Οὐ γὰρ ἐκ δύο ἰατρῶν γίνεται κοινωνία, ἀλλ’ ἐξ ἰατροῦ καὶ γεωργοῦ." Εἰπὼν ὅτι οὐθὲν κωλύει κρεῖττον εἶναι τὸ θατέρου ἔργον ἢ τὸ θατέρου, τοῦτο διὰ τῶν λεγομένων νῦν δείκνυσι, δυνάμει λέγων “εἰ μὲν γὰρ ἦσαν ἀμφότεροι οἱ τεχνῖται ἰατροὶ ἢ ἀμφότεροι σκυτεῖς, οὐκ ἂν ἦν τὸ θατέρου ἔργον κρεῖττον ἢ τὸ θατέρου· ἐπεὶ δὲ διαφέρουσιν οἱ τεχνῖται, ἐνδέχεται τὸ μὲν θατέρου εἶναι κρεῖττον, τὸ δὲ θατέρου χεῖρον”. καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων.1 προσέθηκε τῷ ἑτέρων τὸ οὐκ ἴσων, διότι ὧν τὰ ἔργα ἕτερα καὶ οὐκ ἴσα, ἀνάγκη καὶ τοὺς τεχνίτας ἀνίσους εἶναι. δεῖ δέ, εἰ μέλλει κοινωνία εἶναι καὶ πόλις, ἑτέρους εἶναι τοὺς κοινωνοῦντας τῆς πολιτείας. οὔτε γὰρ πόλις οὔτε ἄλλη τις γίνεται κοινωνία ἐκ τῶν πάντα τὰ ἔργα ἐργαζομένων· εἰ γὰρ πάντες τὰ αὐτὰ ἐργάζονται, ἕκαστος ἂν ἔχοι τὰ ἑκάστου, καὶ οὕτω πάντες ἕν τι ἔσονται καὶ μηδένες μηδένων χρῄζοντες· ἡ γὰρ χρεία πλειόνων, πλείονες δὲ οἱ διαφέροντες. οἱ γὰρ τὰ αὐτὰ εἰδότες καὶ ἐργαζόμενοι κἂν πλείους ὦσιν ὡς ἄνθρωποι, ἀλλ’ ὡς τὰ αὐτὰ ἐργαζόμενοι πάντες εἷς εἰσιν. ὥστε εἰ μέλλει κοινωνία εἶναι, δεῖ ἑτέρους εἶναι καὶ μὴ ἴσους. ἡ γὰρ τῶν χρησίμων καὶ λειπόντων ἑκάστῳ λῆψις καὶ δόσις αἰτία τῆς κοινωνίας. ἐπεὶ τοίνυν μὴ οἷόν τέ ἐστιν ἕκαστον ἅπαντα ἐργάζεσθαι ὧν χρῄζει, διαφέροντας ἀνάγκη εἶναι τοὺς τὰ χρειώδη ἐργαζομένους (εἰ δ’ οὗτοι διαφέροντες, καὶ τὰ ἔργα διάφορα) εἶθ’ οὕτως γενέσθαι τὴν ἄμειψιν2 καὶ ἀνταλλαγὴν τῶν κοινῶν· οὕτω γὰρ ἂν τὸ ἴσον ἔχοιεν.
“因为共同体并非由两位医生构成,而是由医生与农夫构成。” 在说明了并不妨碍一者的作品优于另一者的作品之后,[亚里士多德]通过现在所说的话展示了这一点,实质上是说:“因为倘若两位手艺人都是医生,或两者都是鞋匠,一者的作品就不会优于另一者的作品;但既然手艺人们各不相同,便可能一者的作品更优,而另一者的作品更劣。”“并且大体上是由不同且不均等的[人构成]。”他在“不同”之后加上了“不均等”,是因为对于那些作品不同且不均等的人而言,手艺人自身必然也是不均等的。然而,如果共同体和城邦想要存立,共享公民生活的人们就必须各不相同。因为无论是城邦还是任何其他共同体,都不是由制作所有作品的人构成的;因为如果所有人都制作相同之物,每个人就都会拥有各自之物,这样所有人就会成为一个单一体,没有任何人需要任何其他人;因为需要涉及多重事物,而互不相同的人才是多数。因为那些知晓并制作相同之物的人,即使作为人是多数,但作为制作相同之物者却全都是一体。因此,如果共同体想要存立,他们就必须不同且不均等。因为对各自有用且欠缺之物的接受与给予,乃是共同体的原因。既然每个人不可能制作自己所需要的一切事物,那么制作必需品的人们就必然各不相同(而如果他们各不相同,其作品亦各不相同),然后在此基础上进行共有物品的融通与交换;因为唯有如此,他们才能拥有均等之物。
- 1.34καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων.
直接引用亚里士多德原文(1133a16–17)之处。它承接前文引文(Οὐ γὰρ ἐκ δύο ἰατρῶν... ἀλλ’ ἐξ ἰατροῦ καὶ γεωργοῦ)的句法,省略了介词 ἐκ,作属格短语理解(“大体上[由]不同且不均等的[人构成]”)。
- 1.34διαφέροντας ἀνάγκη εἶναι τοὺς τὰ χρειώδη ἐργαζομένους (εἰ δ’ οὗτοι διαφέροντες, καὶ τὰ ἔργα διάφορα) εἶθ’ οὕτως γενέσθαι τὴν ἄμειψιν
非人称表达 ἀνάγκη [ἐστί] 统摄了两个并列的带不定式的宾格句:第一,τοὺς τὰ χρειώδη ἐργαζομένους(主格性宾格)搭配 διαφέροντας εἶναι(不定式加宾格表语);第二,通过 εἶτα 连接的 τὴν ἄμειψιν ...(主格性宾格)搭配 γενέσθαι(不定式)。括号中的条件句则是对第一个不定式小句结果的插入补充。
