- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:33.8-34.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《尼各马可伦理学》第五卷(1132b34起),通过美惠三女神神庙的寓意阐明相互回报的必要性,并借助数值实例从几何学上演示了建造者与鞋匠之间的对角线结合。
" Ἢ γὰρ τὸ κακῶς ζητοῦσιν· εἰ δὲ μή, δουλεία δοκεῖ εἶναι "Ὃ λέγει τοιοῦτόν ἐστιν· ἢ γὰρ τοὺς κακῶς ποιήσαντας ζητοῦσιν οἱ κακῶς πεπονθότες κακὰ ἀντιπαθεῖν (δουλεία γάρ ἐστιν, εἰ μὴ πάθοιεν ἀναλόγως κακά) ἢ πεποιηκότες εὖ τὴν πόλιν ἢ πολίτην τινὰ καὶ ζητοῦσιν ἀντιπαθεῖν εὖ·1 εἰ δὲ μή, μετάδοσις οὐκ ἔσται. ὅτι δὲ τοὺς εὖ πεποιηκότας δεῖ ἀντευποιεῖν, σημεῖόν φησι τὸ ἱδρῦσθαι ἐν ταῖς πόλεσιν ἐμποδὼν ἤτοι ἐν τῷ μέσῳ Χαρίτων ἱερόν, ὡς δεῖ πάντως τὸν εὖ παθόντα ἀνθυπηρετῆσαι τῷ προκατάρξαντι, καὶ αὐτὸν πάλιν ἄρξασθαι χαριζόμενον. διὰ τοῦτο καὶ τριῶν οὐσῶν ἐν τῷ νεῷ Χαρίτων ἡ μέση οὖσα τῶν ἄκρων ἔμπαλιν ἔστραπται πρὸς τὸν χαρισάμενον καὶ δεξιοῦται. καὶ τὸ μὲν ἐπεστράφθαι πρὸς τὸν εὖ πεποιηκότα ἦν σύμβολον ὑπηρεσίας, τὸ δὲ δεξιοῦσθαι τοῦ πάλιν αὐτὴν ἀρχὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν.2 ποιεῖ δὲ τὴν ἀντίδοσιν τὴν κατὰ ἀναλογίαν ἡ κατὰ διάμετρον σύζευξις. εἰπὼν ὅτι τὸ ἀντιπεπονθὸς δίκαιον γινόμενον κατὰ ἀναλογίαν σωστικόν ἐστι τῆς πολιτικῆς κοινωνίας (οὕτω γὰρ ἂν ὑπάγοιτο τῷ πολιτικῷ δικαίῳ κατὰ ἀναλογίαν δηλονότι γινόμενον), διὰ τούτων δείκνυσι πῶς γίνεται καὶ πῶς ἐν τῷ διαγράμματι ἡ κατὰ διάμετρον σύζευξις, καὶ πῶς οἱ τεχνῖται ἀλλασσόμενοι τὰ ἔργα αὐτῶν τὸ ἴσον καὶ τὸ δίκαιον ἂν ἔχοιεν. ἁπλῶς μὲν γὰρ τῆς ἀλλαγῆς γινομένης οὐκ ἔσται τὸ συνάλλαγμα ἴσον, οὐδ’ ἂν συσταίη οὕτω ἡ πόλις· εἰ δ’ ἀνάλογον γένοιτο, εἴη ἂν ἴσον καὶ δίκαιον. οὐ γὰρ ἔστιν ἡ οἰκία ἴση τῷ ὑποδήματι· διὰ τοῦτο δεῖ τὸ ἀνάλογον παραλαμβάνειν ἐν τούτοις. οἰκοδόμος ἐφ’ οὗ Α, σκυτοτόμος ἐφ’ οὗ Β. δείκνυσιν, ὡς εἶπον, πῶς τὸ ἀντιπεπονθὸς κατὰ ἀναλογίαν γινόμενον δίκαιόν ἐστι καὶ τίς ἡ κατὰ διάμετρον ἐν τῷ διαγράμματι σύζευξις. ἔστι δέ, ἵν’ ἐντεῦθεν ἄρξωμαι, κατὰ διάμετρον σύζευξις ἡ τοῦ οἰκοδόμου πρὸς τὰ ὑποδήματα καὶ ἡ τοῦ σκυτέως πρὸς τὴν οἰκίαν. διάμετρος γάρ ἐστιν εὐθεῖα τέμνουσα δίχα τὸ τετράγωνον. ἔστι δὲ τοιαύτη ἡ ἀπὸ τοῦ οἰκοδόμου πρὸς τὸ ὑπόδημα ἐπεζευγμένη, ὁμοίως καὶ ἡ ἀπὸ τοῦ σκυτέως πρὸς τὴν οἰκίαν. ἡ μὲν οὖν κατὰ διάμετρον σύζευξις αὕτη· ἡ δὲ ἀναλογία, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτέα, ἡ οἰκία πρὸς τὰ ὑποδήματα. εἰ οὖν ὁ οἰκοδόμος ἴσος τῷ σκυτεῖ, ἔσται καὶ ἡ οἰκία ἴση τοῖς ὑποδήμασι, καὶ λαβὼν ὁ οἰκοδόμος τὰ ὑποδήματα καὶ ὁ σκυτεὺς τὴν οἰκίαν ἕξουσι τὰ ἴσα, καὶ ἔσται ἡ ἀνταλλαγὴ δικαία καὶ τὸ ἀντιπεπονθὸς τοῦτο δίκαιον διὰ τὸ κατὰ ἀναλογίαν γενέσθαι· ἐπίσης γὰρ ὠφέληται ὁ οἰκοδόμος παρὰ τοῦ σκυτέως καὶ ὁ σκυτεὺς παρὰ τοῦ οἰκοδόμου. ἐπεὶ γὰρ ἴση ἡ οἰκία τοῖς ὑποδήμασι διὰ τὸ καὶ τοὺς τεχνίτας ἴσους εἶναι, δῆλον ὅτι ὅσον ἔλαβεν ὁ οἰκοδόμος, τοσοῦτον καὶ ὁ σκυτεύς. εἰ δὲ μή ἐστιν ὁ οἰκοδόμος ἴσος τῷ σκυτεῖ ἀλλ’ ὑπερέχει, δῆλον ὅτι καὶ τὸ ἔργον τοῦ οἰκοδόμου ὑπερέχει τοῦ ἔργου τοῦ σκυτέως, καὶ δεῖ γενέσθαι τὸ ἀνάλογον, ὥστε γενέσθαι τὰ ὑποδήματα ἴσα τῇ οἰκίᾳ· κἂν οὕτω γένηται, ἔσται ἡ διανομὴ ἴση καὶ δικαία. ἔστω γὰρ τοῦ σαφοῦς ἕνεκα ὁ μὲν οἰκοδόμος ὁ ϛ̄ ἀριθμός, ὁ δὲ σκυτεὺς ὁ γ̄· διπλασίων ἄρα ὁ οἰκοδόμος τοῦ σκυτέως· εἰ δὲ τοῦτο, διπλάσιον δηλονότι καὶ ἡ οἰκία τῶν ὑποδημάτων. εἰ οὖν διπλασιασθῇ τὰ ὑποδήματα ἔσονται ἴσα τῇ οἰκίᾳ, καὶ λήψεται ὁ μὲν οἰκοδόμος τὰ ὑποδήματα, ὁ δὲ σκυτεὺς τὴν οἰκίαν. εἰ οὖν πρῶτον, φησί, γένηται τὸ κατὰ ἀναλογίαν ἴσον, καὶ ἰσασθῇ τὰ ἔργα τῶν τεχνιτῶν ὡς μὴ ὑπερέχειν θάτερον θατέρου, εἶτα τὸ ἀντιπεπονθὸς γένηται, τουτέστιν εἶτα ἡ ἀνταλλαγὴ γένηται, ἔσται τὸ λεγόμενον, ἤτοι τὸ κατὰ ἀναλογίαν δίκαιον· εἰ δὲ μὴ πρότερον γένηται τὸ κατὰ ἀναλογίαν καὶ ἰσασθῇ τὰ ὑποδήματα τῇ οἰκίᾳ, οὐχ ἕξουσι τὰ ἴσα, ἀλλὰ τὰ ἄνισα· πλέον μὲν ὁ σκυτεύς, ὅτι ἡ οἰκία μείζων τῶν ὑποδημάτων, ἔλαττον δὲ ὁ οἰκοδόμος, ὅτι τὰ ὑποδήματα ἐλάττω τῆς ἀξίας τοῦ οἰκήματος· ὥστε οὐδὲ συμμενεῖ ἡ κοινωνία τοῦ οἰκοδόμου καὶ τοῦ σκυτέως.
“因为他们要么寻求报复恶;若非如此,便被视为是奴役”他的意思如下:受害者要么寻求让作恶者承受相应的恶作为回报(因为除非他们按比例承受恶,否则就是奴役),要么是给城邦或某位公民带来了善之后,寻求获得善作为回报;若非如此,就不会有相互分享。至于应当向行善者回报以善,他说这由城邦在通道处——也就是在中心位置——建立美惠三女神的神庙这一事实所表明,因为承受善者必须无论如何都要回报那开端行善者,并由自己重新作为开端去施恩。亦正因如此,神庙中的三位美惠女神中,处于两端中间的那一位转身面向施恩者并伸出右手。面向行善者是效劳的象征,而伸出右手则是她自己重新成为回报行善之开端的象征。 “而按比例的对等交换是由对角线的结合所产生的。” 在说明了依比例实行的对等回报之正义能够保全政治共同体之后(因为显然是通过依比例实行,它才被归入政治正义之下),[亚里士多德]通过这些话展示了对角线结合是如何产生的、在图示中是怎样的,以及手艺人们在交换自己的作品时如何能够获得均等与公正。因为如果交换是无条件实行的,交易就不会是均等的,城邦也无法以此方式维系;但如果是按比例实行的,它就会是均等且公正的。因为房屋与鞋子并不对等;因此必须在这些事物中引入比例。 “建造者为Α,鞋匠为Β。” 正如我所说,他展示了依比例实行的对等回报如何是正义的,以及图示中的对角线结合是什么。而——让我从这里开始——对角线结合就是建造者与鞋子的结合,以及鞋匠与房屋的结合。因为对角线是将四边形一分为二的直线。从建造者连接到鞋子的直线正是如此,同样从鞋匠连接到房屋的直线也是如此。因此,对角线结合便是这一种;而比例则是:如同建造者相对于鞋匠,房屋相对于鞋子。因此,倘若建造者与鞋匠对等,房屋也将与鞋子对等,建造者获得鞋子而鞋匠获得房屋,他们将获得对等之物,交换将是公正的,而这种对等回报因其依比例产生而将是正义的;因为建造者从鞋匠处、鞋匠从建造者处获得了同等的益处。因为既然房屋因手艺人们对等而与鞋子对等,显然建造者获得多少,鞋匠亦获得了同样多。但倘若建造者与鞋匠不对等而是超出他,显然建造者的作品亦超出鞋匠的作品,就必须实行成比例的调整,使得鞋子与房屋对等;倘若如此实行,分配就将是均等且公正的。为了明晰起见,假设建造者为数字6,鞋匠为数字3;因此建造者是鞋匠的二倍;倘若如此,房屋显然亦是鞋子的二倍。因此,如果鞋子增加为二倍,它们就会与房屋对等,建造者将获得鞋子,而鞋匠将获得房屋。因此,他说,如果首先依比例确立均等,并且手艺人们的作品被扯平以至于彼此互不超出,然后实行对等回报——即然后实行交换——所说的事情,即依比例的正义,就会实现;但如果事先不依比例实行调整并将鞋子与房屋扯平,他们就不会拥有均等之物,而是拥有不均等之物:鞋匠拥有更多,因为房屋大于鞋子;而建造者拥有更少,因为鞋子小于住宅的价值;以至于建造者与鞋匠的共同关系甚至无法继续结合。
- 1.33ἢ πεποιηκότες εὖ τὴν πόλιν ἢ πολίτην τινὰ καὶ ζητοῦσιν ἀντιπαθεῖν εὖ
该分句与前文的 ἢ γὰρ τοὺς κακῶς ποιήσαντας ζητοῦσιν οἱ κακῶς πεπονθότες κακὰ ἀντιπαθεῖν 形成并列(要么……要么……),但在构词上出现了破格语法(anacoluthon):分词 πεποιηκότες 采用了主格形式并承担主语功能,随后接连词 καί 与主要动词 ζητοῦσιν,表示“或者在行善之后他们也寻求获得善的回报”。
- 1.33τὸ δὲ δεξιοῦσθαι τοῦ πάλιν αὐτὴν ἀρχὴν ποιεῖσθαι τοῦ ἀντευεργετεῖν
该句与前句 τὸ μὲν ἐπεστράφθαι... ἦν σύμβολον ὑπηρεσίας 构成对称。主语是带冠词的不定式 τὸ δεξιοῦσθαι,句中省略了系动词和表语 ἦν σύμβολον。其后的属格带冠词不定式 τοῦ πάλιν αὐτὴν ἀρχὴν ποιεῖσθαι 作为说明性属格依附于省略的 σύμβολον,指明该动作所象征的内容。
