← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§32.13-33.7

交换中依照比例的对等回报正义

米海尔排除了毕达哥拉斯学派忽视掌权者与受统治者之身份差异及自愿与否的无条件对等回报,阐明只有依照比例实行的对等回报才能在交换关系中维系城邦的存续并构成正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#2

ἐπὶ μὲν οὖν τῶν τοιούτων δικαίων οὕτως· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος χωρὶς τινος ἀναλογίας λαμβάνεται. δεῖ γάρ, φησίν, ἁπλῶς καὶ δίχα τινὸς ἀναλογίας παθεῖν ὃ δέδρακε· τοῦτο δὲ οὐδαμῶς δίκαιον. καὶ ὅτι οὐκ ἔστι δίκαιον, δείκνυσι τῇ παραθέσει τῶν παραδειγμάτων λέγων οὐ γὰρ εἰ ἀρχὴν ἔχων ἐπάταξε, δεῖ ἀντιπληγῆναι· τὰ γὰρ αὐτὰ οὐκ ἴσην βλάβην ποιεῖ τῷ ἄρχοντι καὶ ἀρχομένῳ. ὁ γὰρ ἄρχων πλέον τι κατὰ τὸν πολίτην ἐστί· διὸ οὔτε πλήξας ἀντιπλήσσεται, διότι μηδὲ ἀδικεῖν δοκεῖ (καίτοι πέπονθεν ὁ πληγείς) μήτε πληγέντος1 τὰ ἴσα ἀντιπληγήσεται ὁ τὸν ἄρχοντα πλήξας. τὸ δὲ ἁπλῶς ἀντιπεπονθὸς τὰ αὐτὰ βούλεται παθεῖν τὸν δράσαντα ἃ δέδρακεν. ἔτι ποῖον δίκαιόν ἐστι τὸ τὰ αὐτὰ πάσχειν ἃ πεποίηκε τὸν ἑκόντα δράσαντα καὶ τὸν ἄκοντα;2 ὅπερ δή, λέγω δὴ τὸ μὲν πότερον ἑκὼν δέδρακεν ἢ ἄκων, ἐν μὲν τῷ ἐπανορθωτικῷ δικαίῳ ἐξετάζεται, καὶ εἰ μὲν εὑρεθῇ ἑκὼν δράσας, εὐθύνεται μειζόνως, εἰ δ’ ἄκων, μετριωτέρως· ἐπὶ δὲ τοῦ ἀντιπεπονθότος οὐδὲν τοιοῦτον ἐξετάζεται. ἀλλ’ ἐν μὲν ταῖς κοινωνίαις ταῖς ἀλλακτικαῖς συνέχει τὸ τοιοῦτον δίκαιον τὸ ἀντιπεπονθός. δείξας ὅτι τὸ ἀντιπεπονθὸς δίκαιον οὕτως ἁπλῶς καὶ δίχα διορισμοῦ τινος λεγόμενον καὶ γινόμενον οὐκ ἔστι δίκαιον, διὰ τούτων ἐπιχειρεῖ δεικνύναι, πρὸς τίνα χρήσιμον καὶ πῶς γινόμενον δίκαιον ἂν εἴη. καὶ λέγει ὅτι, ἂν μὴ ἁπλῶς ὡς οἱ Πυθαγόρειοί φασι γίνηται, ἀλλὰ κατ’ ἀναλογίαν καὶ τὴν ταύτης ἰσότητα, χρήσιμον ἔσται πρὸς τὰς κοινωνίας τὰς ἀλλακτικάς, ἐν αἷς τὸ καὶ τὰς πόλεις σώζεσθαι καὶ συμμένειν ἐστί. σύμφωνα δὲ ταῦτα τοῖς πρὸ ὀλίγου ῥηθεῖσιν· εἶπε γὰρ “ἀνῃροῦντο ἄν, εἰ μὴ τὸ ποιοῦν ἐποίει καὶ τὸ πάσχον ἔπασχεν οἷον καὶ ὅσον”. τοῦτο οὖν ἐστιν ὃ καὶ νῦν λέγει διὰ τοῦ τῷ ἀντιποιεῖν γὰρ ἀνάλογον καὶ οὐχ ἁπλῶς, ὥς φασιν οἱ Πυθαγόρειοι, συμμένουσι καὶ σώζονται αἱ πόλεις.“ἀντιδιδομένων γὰρ ἀνάλογον τοῖς κακῶς ποιοῦσι κακῶν καὶ τοῖς καλῶς καλῶν οὐκ ἐν δουλείᾳ ἡ πολιτεία εὑρίσκεται, ἀλλ’ ἐν ἐλευθερίᾳ καὶ δημοκρατικῶς πολιτευομένῃ. γινόμενον οὖν κατὰ νόμους καὶ κατ’ ἀναλογίαν καὶ ὡρισμένως τὸ ἀντιπεπονθὸς σώζει καὶ συντηρεῖ τὰς πόλεις καὶ οὐκ ἐᾷ ἐκπολεμοῦσθαι καὶ ἀνατρέπεσθαι τὴν κοινωνίαν καὶ τὴν πολιτείαν. οὕτω μὲν οὖν ἀναλόγως γινόμενον τὸ ἀντιπεπονθὸς δίκαιόν ἐστι καὶ σώζει τὰς πόλεις, ὡς δ’ οἱ Πυθαγόρειοι ἀποφαίνονται, οὐδαμῶς. καὶ τὰ μὲν λεγόμενα τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν

那么,在这些种类的正义中情况便是如此;但在对等回报中,它却是在没有任何比例的情况下被理解的。因为他说,一个人应当无条件地且没有任何比例地承受他所做过的事;但这绝非正义。至于它不是正义,他通过列举例证予以说明,他说:“因为并不是倘若一个身居官职者打了人,他就必须被打回”;因为同样的事对掌权者与受统治者所造成的伤害并非均等。因为掌权者相较于普通公民是某种更为崇高的存在;因此,他打了人既不会挨回打,因为他甚至不被认为在行不义(尽管被打者承受了伤害);掌权者被打时,那打了掌权者的人亦不会仅仅被打回同等的一击。而无条件的对等回报却要求行事者承受自己所做出的完全相同之事。再者,出于自愿行事者与非自愿行事者承受与自己所做完全相同之事,这算是什么正义?这恰恰——我的意思是究竟是出于自愿还是非自愿而行事——在矫正的正义中是受到审察的,倘若被查出是自愿行事,便受到更重的惩罚,倘若是非自愿,惩罚则较温和;但在对等回报中,却完全不审察此类事情。 “但在交易性的共同关系中,这种正义,即对等回报,维系着联合。” 在表明了对等回报的正义倘若像这样无条件且不加任何限定地被言说与实行就不是正义之后,[亚里士多德]试图通过这些话指出,它对何物是有用的,以及它以何种方式实行才是正义的。他说,倘若不是像毕达哥拉斯学派所说的那样无条件地实行,而是依比例及其均等性来实行,它对于交易性的共同关系将是有用的,正是在这些关系中包含着城邦的存续与结合。这与前不久所说的内容相一致;因为他说过:“倘若施动者不如此这般地施动,受动者不承受具有如此性质与数量的作用,它们就会毁灭。”因此,这正是他现在通过以下话语所表达的:“因为正是通过成比例地回报,而非像毕达哥拉斯学派所说的那样无条件地回报,城邦才结合在一起并得以存续。”因为当恶被成比例地回报给作恶者,善被回报给行善者时,政体就不会陷入奴役状态,而是处于自由与民主统治的运作之中。因此,依循法律、依循比例且明确确定的对等回报拯救并维系着城邦,不让共同体与政体陷入战争与颠覆。这样成比例实行的对等回报乃是正义并拯救城邦,但若依毕达哥拉斯学派所断言的方式,则绝非如此。所论内容便是如此;至于字句本身,

语法注2 条
  1. 1.32μήτε πληγέντος

    省略了逻辑主语(掌权者:αὐτοῦ 或 τοῦ ἄρχοντος)的属格独立结构。与前面的“打了人(πλήξας)”相对照,表示“倘若[掌权者]被打”这一条件或让步情况。

  2. 1.32τὸ τὰ αὐτὰ πάσχειν ἃ πεποίηκε τὸν ἑκόντα δράσαντα καὶ τὸν ἄκοντα

    带冠词的不定式短语 τὸ ... πάσχειν 作为疑问句的主语,其逻辑上的宾格主语是置于句末隔开的 τὸν ἑκόντα δράσαντα καὶ τὸν ἄκοντα。不定式的宾语则是先行词与关系词复合短语 τὰ αὐτὰ ἃ πεποίηκε,句式骨架为:“自愿行事者与非自愿行事者承受自己所做完全相同之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:32.13-33.7