- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:31.17-32.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔在总结了特殊正义的两种形式(分配与矫正)之后,探讨了毕达哥拉斯学派所定义的对等回报的正义,并解释了它为何既不符合几何比例也不符合算术比例,因而不能算作无条件的正义。
" Δοκεῖ δέ τισι καὶ τὸ ἀντιπεπονθὸς εἶναι ἁπλῶς δίκαιον." Εἰπὼν περὶ τῶν δύο εἰδῶν ἢ μερῶν τῆς ἐν μέρει δικαιοσύνης ἀλλ’ οὐ τῆς κοινῆς τῆς ὡς νομιμότητος λεγομένης (ἦσαν δὲ ταῦτα τὸ διανεμητικὸν καὶ ἐπανορθωτικόν, καὶ ἑκάτερον ἐν ἀναλογίᾳ, τὸ μὲν διανεμητικὸν ἐν τῇ γεωμετρικῇ καὶ ἐν τέτρασιν ὅροις θεωρούμενον, ὅτι καὶ τὰ νεμόμενα δύο καὶ οἷς ἐνέμοντο δύο, τὸ δὲ ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ καὶ ἐν τρισὶν ὅροις, δύο μὲν τῶν ἄκρων τοῦ τε ἀδικήσαντος καὶ ἀδικηθέντος καὶ ἑνὸς μέσου τοῦ δικαστοῦ) ταῦτα εἰπὼν καὶ δείξας μνημονεύει1 περὶ τοῦ ἀντιπεπονθότος δικαίου, ὃν ὅρον οἱ Πυθαγόρειοι τῶν δικαίων ἐποιοῦντο. περὶ οὗ τί ποτέ ἐστι, σαφέστερον εἶπεν ἐν τῷ πρώτῳ τῶν Μεγάλων ἠθικῶν. ἐκεῖνοι γὰρ δίκαιον ᾤοντο τὸ ἀντιπαθεῖν ἃ ἄν τις πεποίηκεν, οἷον 〈εἰ〉 ἐτύφλωσέ τίς τινα, ἀντιτυφλωθῆναι, 〈εἰ〉 ἔτυψεν, ἀντιτυφθῆναι. τοῦτο δὴ τὸ δίκαιον οὐ πρὸς ἅπαντας ἁρμόζει· εἰ γὰρ δοῦλος ἐλεύθερον ἔπληξεν, οὐχ ἅπαξ δεῖ τὸν δοῦλον ἀντιπληγῆναι, ἀλλὰ καὶ πολλάκις. τί δέ ἐστι τὸ ἀντιπεπονθὸς τοῦτο δίκαιον, καὶ νῦν σαφῶς ἐδήλωσε παραθέμενος τὸ τοῦ Ῥαδαμάνθυος· ἔστι δὲ τὸ ἔπος ἀπὸ τοῦ Ἡσιόδου. αἰτιᾶται δὲ καὶ ἐνταῦθα Ἀριστοτέλης τῶν Πυθαγορείων τὸ ἁπλῶς εἰπεῖν2 τὸ ἀντιπεπονθὸς δίκαιον καὶ μὴ διορίσαι μηδὲ προσθεῖναι τὸ κατὰ ἀναλογίαν· τὸ γὰρ ἁπλῶς ἀντιπάσχειν ἕκαστον ὃ πεποίηκεν οὐδαμῶς δίκαιον. οὗ σημεῖον παρέθετο τὸ μὴ ἐφαρμόζειν αὐτὸ μήτε τῷ διανεμητικῷ δικαίῳ μήτε τῷ διορθωτικῷ, εἰς ἃ τὸ δίκαιον διῄρηται. ἀλλὰ πῶς οὐκ ἐφαρμόζει ἐκείνοις; ἢ ὅτι ἐκείνων ἑκάτερον ἐν ἀναλογίᾳ ἐστί, τὸ μὲν γεωμετρικῇ, τὸ δ’ ἀριθμητικῇ, τοῦτο δ’ ἐν οὐδετέρᾳ τῶν ἀναλογιῶν ὑποπίπτει. ὅτι μὲν οὖν οὐκ ἔστι τὸ ἀντιπεπονθὸς ταὐτὸν τῷ διανεμητικῷ οὐδὲ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, δῆλον· ἐν μὲν γὰρ ἐκείνῳ τὸ ἴσον καὶ τὸ δίκαιον ἦν τὸ κατ’ ἀξίαν, ἐν δὲ τῷ ἀντιπεπονθότι οὐκ ἔστι. ποῦ γὰρ τὸ κατ’ ἀξίαν, εἰ δοῦλος εὐγενῆ καὶ σπουδαῖον μίαν πληγὴν πλήξει, καὶ αὐτὸν μίαν ἀντιπληγῆναι,3 ἢ εἰ ἱερέα λακτίσει, ἀντιλακτισθῆναι; ἀλλὰ μὴν οὐδὲ τῷ διορθωτικῷ ταὐτὸν τὸ ἀντιπεπονθός. τὸ μὲν γὰρ διορθωτικὸν οὐ ταὐτὰ ἀξιοῖ ἀντιπάσχειν τοὺς ποιήσαντας· οὐ γὰρ ὀδόντα ἀντὶ ὀδόντος ἀξιοῖ ἐξαιρεῖν, ἀλλὰ τιμᾶσθαι πόσου καὶ ποίου ἄξιος ὁ ὀδοὺς ἢ ὁ ὀφθαλμὸς ἢ ὅ τι ἂν ᾖ τὸ μέλος, οἷον εἰ δέκα νομισμάτων, ταῦτα ἀπαιτεῖν ἀπὸ τοῦ ποιήσαντος καὶ διδόναι τῷ πεπονθότι τὴν στέρησιν τοῦ ὀδόντος ἢ τοῦ ὀφθαλμοῦ.
“在某些人看来,对等回报亦是无条件的正义。” 在谈论了特殊正义的两种形式或部分(而非被称为守法性的普遍正义)之后——这两者乃是分配的正义与矫正的正义,且各自处于某种比例之中,分配的正义处于几何比例中并在四个项中被考量,因为所分配之物有两个,接受分配者亦有两个;而另一种正义处于算术比例中并在三个项中被考量,两个极端项分别是行不义者与受不义者,一个中项则是法官——在谈论并展示了这些之后,[亚里士多德]提到了对等回报的正义,毕达哥拉斯学派曾将这一定义当作正义的定义。关于这究竟是什么,他在《大伦理学》第一卷中说得更为清楚。因为那些人认为,一个人反过来承受他所做过的事乃是正义,例如[倘若]某人弄瞎了某人,他自己也要被弄瞎,[倘若]某人打了人,他自己也要被打。这种正义绝非适用于所有人;因为倘若奴隶打了自由人,奴隶不应当仅仅被打回一下,而应当被打回多次。这究竟是何种对等回报的正义,他现在亦通过引用拉达曼提斯的名言清楚地表明了;这诗句乃是出自赫西俄德。在此处,亚里士多德亦责备毕达哥拉斯学派将对等回报无条件地称为正义,并且没有界定亦未加上依比例的要求;因为每个人无条件地反过来承受自己所做的事,绝非正义。作为此点的证据,他指出它既不适用于分配的正义,亦不适用于矫正的正义,而正义正被划分为这两类。然而它为何不适用于它们?岂不是因为那两者各自都在一种比例之中,一者在几何比例中,另一者在算术比例中,而这[对等回报]却不属于任何一种比例?因此,对等回报既不同于分配的正义,亦不符合几何比例,这是显而易见的;因为在那一种正义中,均等与正义乃是依照价值而言的,但在对等回报中却非如此。因为倘若奴隶击打了高贵而优秀的人一击,而他自己亦仅仅挨回一击,或者倘若他踢了祭司一脚,自己亦仅仅被踢回一脚,依照价值之事又在何处?再者,对等回报亦绝不同于矫正的正义。因为矫正的正义并不要求行事者反过来承受完全相同之事;它并不要求以牙还牙,而是估价该牙齿或眼睛或无论什么肢体值多少钱及何等价值,例如倘若值十枚钱币,便向行事者索取这些钱,并赔偿给承受了牙齿或眼睛缺失的人。
- 1.32Εἰπὼν περὶ τῶν δύο εἰδῶν ... ταῦτα εἰπὼν καὶ δείξας μνημονεύει
句首分词 Εἰπὼν 因其后插入的长篇解释从句(ἦσαν δὲ ταῦτα...)而与主动词产生很大距离,故通过重复分词短语 ταῦτα εἰπὼν καὶ δείξας 进行复起(epanalepticon),以顺畅连接主句的主动词 μνημονεύει。
- 1.32αἰτιᾶται δὲ καὶ ἐνταῦθα Ἀριστοτέλης τῶν Πυθαγορείων τὸ ἁπλῶς εἰπεῖν
动词 αἰτιάομαι(责备、归咎)支配表示被责备者的属格(τῶν Πυθαγορείων),并以带冠词的不定式短语(τὸ ἁπλῶς εἰπεῖν...)作宾格,表示责备的缘由或内容。
- 1.32ποῦ γὰρ τὸ κατ’ ἀξίαν, εἰ δοῦλος ... πλήξει, καὶ αὐτὸν μίαν ἀντιπληγῆναι
在反问句 ποῦ γὰρ τὸ κατ’ ἀξίαν [ἐστιν] 之后接有条件从句 εἰ...,而其主句结果部分由带不定式的宾格结构(αὐτὸν ... ἀντιπληγῆναι)构成。这是承前省略了表示应当、必须的动词(如 δεῖ)所致。
