← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§30.23-31.16

类比矫正正义论技艺交换与正义的定义

米海尔通过法官施行的矫正正义的比喻解释诸技艺间的交换正义,探讨能动/受动及利得/损失概念的渊源,并通过补充文句理顺亚里士多德关于正义的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31#2

ἃ δὲ λέγεται, τοιαῦτα ἂν εἴη· ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου ὁ δικαστὴς τὴν ὑπεροχὴν τοῦ πλέον ἔχοντος ἀφελὼν τῷ ἠλαττωμένῳ καὶ παθόντι προστίθησιν, ἥτις ὑπεροχὴ φανερὰ γίνεται ἀπὸ τοῦ μέσου καὶ ἴσου, καὶ οὕτως συμμένει καὶ ἵσταται ἡ πολιτεία, εἰ δὲ μὴ ἦν τὸ ποιοῦν οἷον ὁ δικαστής, (οὗτος γὰρ ὁ ποιῶν ἤτοι ὁ ἀφαιρῶν ἀπὸ τοῦ ἠδικηκότος τὸ ἀδίκημα) καὶ τὸ πάσχον ἤτοι ὁ ἀδικήσας ἔπασχεν, εἰ οὖν μὴ ὁ δικαστὴς ἐποίει καὶ ὁ ἀδικήσας ἔπασχεν, οὐκ ἂν ἡ πολιτεία ἦν, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν τεχνῶν1 καὶ τῶν κατ’ αὐτὰς κοινωνιῶν καὶ ἀντιδόσεων· εἰ μὴ τὸ τοῦ ποιοῦντος ἔργον καὶ ἡ ὑπεροχὴ αὐτοῦ πρὸς τὸ τοῦ πάσχοντος ἔργον καὶ τὴν ἔλλειψιν αὐτοῦ ἦν ὡρισμένη καὶ μεμετρημένη, ὡς ἐπὶ τοῦ ποιοῦντος καὶ πλεονεκτοῦντος καὶ πάσχοντος καὶ πλεονεκτουμένου, οὐκ ἂν ἠδύναντο κοινωνεῖν ἀλλήλοις. οὐδὲν δὲ θαυμαστόν, εἰ ὁ πλεονέκτης καὶ ποιεῖν καὶ πάσχειν λέγεται· πρότερον μὲν γὰρ ὅτε πλεονεκτεῖ ποιεῖ, ὕστερον δὲ ὅτε ἰσάζεται πάσχει. ῥητέον δὲ καὶ οὕτως· εἰ μὴ κατ’ ἀξίαν τῶν γινομένων ἔργων ὑπὸ τῶν τεχνιτῶν κατά τε τὸ μέγεθος, ὅπερ αὐτὸς ὅσον εἶπε, καὶ τὴν ποιότητα, ὅπερ πάλιν οἷον εἴρηται, ἦν ἡ χρεία τῶν δεομένων καὶ πασχόντων, ἀνῃροῦντο ἂν αἱ τέχναι· οὐ γὰρ ἂν εἰργάζοντο μὴ μέλλοντες τὸ ἴσον ἀντιλήψεσθαι. ἐλήλυθε τὰ ὀνόματα ταῦτα ἥ τε ζημία καὶ τὸ κέρδος ἐκ τῆς ἑκουσίου ἀλλαγῆς. ἐπειδὴ τὸν μὲν πλεονεκτοῦντα ἔθος ἦν αὐτοῖς κερδαίνειν λέγειν, τὸν δ’ ἀδικούμενον ζημιοῦσθαι, φησὶν ὅτι τὸ κερδαίνειν καὶ ζημιοῦσθαι κυρίως ἐπὶ τῶν ἑκουσίως ἀλλασσόντων λέγεται, μετήχθη δὲ ταῦτα καὶ ἐπὶ τοὺς ἀδικοῦντας καὶ ἀδικουμένους. ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον ἐστὶ τὸ δίκαιον. τῶν δὲ παρὰ τὸ ἑκούσιον κέρδος ἐστὶ τὸ πλέον, ζημία δὲ τὸ ἔλαττον· μέσον δὲ τούτων τὸ δίκαιον. ἔστιν οὖν, φησί, τὸ δίκαιον μέσον ἐκείνων. τίνων δή; τῶν ὄντων παρὰ τὸ ἑκούσιον, ἤτοι τῶν πλειόνων καὶ ἐλαττόνων. ἔστιν οὖν, φησί, δίκαιον τὸ ἔχειν ὕστερον τὸ ἴσον οὗ εἶχε καὶ πρότερον πρὸ τῆς πλεονεξίας. τοῦτο γάρ ἐστι δίκαιον τὸ ἔχειν τοσοῦτον ὕστερον, ὅσον εἶχε καὶ πρότερον πρὸ τοῦ ἀδικηθῆναι. τὸ ἴσον ἔχειν πρότερον καὶ ὕστερον. δεῖ προσθεῖναι τῇ λέξει τὸ ὅσον,2 καὶ οὐδεμίαν ἕξει ἀσάφειαν. καὶ εἴη ἂν τὸ πλῆρες καὶ κατάλληλον τοιοῦτον· δίκαιόν ἐστι τὸ ἴσον ἔχειν ὕστερον, ὅσον καὶ πρότερον εἶχε πρὸ τῆς πλεονεξίας.

所说的话当是如此:因为正如在矫正的正义中,法官将过多者的超额部分取走,加于受损且受动的受害者,而这一超额部分是从中道与均等中显明出来的,城邦政制亦以此得以维持和存续——若无施动者如法官(因为此人即是施动者,亦即从不义者处除去不义之物者),且无受动者,亦即行不义者并未承受[后果],倘若法官不行施动,行不义者亦不承受受动,政制便不复存在——,因此,正如在这些事上一样,在诸技艺以及依据技艺的共同交往与交换中亦复如是:倘若施动者的作品及其超额部分,相对于受动者的作品及其不足部分,没有被规定和测定,如同在施动且占多者与受动且受损者处那样,他们便不可能彼此交往。而占多者既被说成施动又被说成受动,亦不足为奇;因为先前在他占多时他是施动,而后在他被均等化时他是受动。还当如此说明:倘若匮乏且受动者的需要,未曾依照匠人们所制作之作品的价值——无论在数量(即他自己所说的“多少”)方面,还是在品质(即又被称为“何种”)方面——[予以规定],诸技艺就会被废除;因为若不能指望得到同等的报偿,他们便不会劳作。这些名称,即损失与利得,源自自愿的交易。由于他们习惯将占多者称为“获利”,将受不义者称为“受损”,故他说获利与受损本义上是就自愿交换者而言的,而这些词亦被转借用到行不义者与受不义者身上。因而正义乃是某种利得与损失之间的中道。而在非自愿的事物中,多者为利得,少者为损失;这两者之间的中道即是正义。“因此,”他说,“正义乃是那些事物之间的中道。”究竟是哪些事物?即属于非自愿事物者,亦即较多者与较少者。“因此,”他说,“正义便是在事后拥有与占多之前原先所拥有的相等之物。”因为事后拥有与受不义之前原先所拥有的同样多的东西,这便是正义。“在前后拥有均等之物。”应当在文句中补上“多少”,如此便不会有任何含混之处。而完整且符合语法的形式当是这样:“事后拥有与占多之前原先所拥有同样多的均等之物,乃是正义。”

语法注2 条
  1. 1.31ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου ... ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν τεχνῶν

    这是一个呼应结构(ὡς ... οὕτως ...):由 ὡς γὰρ ἐπὶ τοῦ ἐπανορθωτικοῦ δικαίου 引出的长从句和反事实条件句(εἰ δὲ μὴ ἦν...)在被 ὡς οὖν ἐπὶ τούτων 总结重述后,最终接入主句的核心比较 οὕτως καὶ ἐπὶ τῶν τεχνῶν。

  2. 1.31δεῖ προσθεῖναι τῇ λέξει τὸ ὅσον

    此为语法上的指引,指出针对亚里士多德简括的原句 τὸ ἴσον ἔχειν πρότερον καὶ ὕστερον,必须补充关系副词性词语 ὅσον(“多少/同样多”),以构成语法上完整而协调(κατάλληλον)的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:30.23-31.16