- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:29.30-30.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔借助具体长度详细重构了亚里士多德用几何线段(ΑΑ、ΒΒ、ΓΓ)对算术比例的论证,随后在技艺交换的语境中依据供需关系界定了“能动者”与“受动者”的概念。
" Ἴσαι αἱ ἐφ’ ὧν ΑΑ, ΒΒ, ΓΓ." Τοῦτο δῆλον ἐξ ὧν εἴπομεν· ὅμως καὶ πάλιν ῥητέον. λαμβάνει τρεῖς γραμμὰς καὶ καλεῖ τὴν μὲν πρώτην ΑΑ, τὴν δὲ δευτέραν ΒΒ, τὴν δὲ τρίτην ΓΓ, ἴσας ἀλλήλαις· ἔστι δ’ ἑκάστη ἀνὰ πηχῶν ϛ. ταύτας λαβὼν λέγει ἀφαιρείσθω ἀπὸ τῆς πρώτης τῆς ΑΑ ἡ ΑΕ, ἣν ΑΕ ἐκάλεσεν ΔΓ, καὶ προσκείσθω τῇ ΓΓ ἡ ἀφῃρημένη ἡ ΑΕ ἤτοι ἡ ΔΓ· γέγονεν οὖν ἡ προσλαβοῦσα τὸ ἀφαιρεθὲν ἡ ΔΓΓ, ἀφ’ ἧς δὲ ἀφῃρέθη τὸ ΑΕ ἤτοι τὸ ΔΓ καταλέλειπται ἡ ΕΑ. τετμήσθω ἡ ΓΓ δίχα κατὰ τὸ Ζ, ὡς εἶναι ἑκάτερον τῶν τμημάτων, ἤτοι τὸ ΓΖ καὶ τὸ ΖΓ ἀνὰ πήχεων τριῶν. ἔστω δὲ καὶ τὸ ΑΕ ἤτοι τὸ ΔΓ τὸ προστεθὲν τοῖς ΓΓ τριῶν πήχεων. λείπεται ἄρα τὸ ΕΑ πήχεων τριῶν. καὶ ἐπεὶ τὸ ΔΓ ἐστὶ πήχεων τριῶν καὶ τὸ ΓΖ ἑτέρων τριῶν καὶ τὸ ΖΓ τριῶν, τὸ δὲ ἀπὸ τῶν ΑΑ ληφθὲν ΕΑ πήχεών ἐστι τριῶν, δῆλον ὅτι τὸ ΓΓΔ πήχεων ϑ ὑπερέχει τοῦ τριπήχεως τοῦ ΕΑ δυσὶ τριπήχεσιν, ἃ δύο τριπήχη ἐστὶ τό τε ΔΓ καὶ ΓΖ. ὑπερέχει οὖν ἡ ΔΓΓ τῆς μὲν ΕΑ τῇ ΔΓ καὶ ΓΖ, τῆς δὲ ΒΒ ὑπερέχει ἡ ΔΓΓ τῇ ΓΔ. ἔστι δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τούτων παρίστησιν ὅτι καὶ αἱ ἀντιδόσεις καὶ αἱ ἀμοιβαὶ τῶν γινομένων ἔργων παρὰ τῶν τεχνῶν κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν καὶ τὴν ἰσότητα ταύτην γίνονται. πρὸ δὲ τῆς τῶν λεγομένων σαφηνείας πρότερον ῥητέον ὅτι πάσχοντας λέγει τοὺς δεομένους καὶ χρήζοντας, ποιοῦντας δὲ ὧν δεόμεθα καὶ χρήζομεν·1 χρήζομεν δὲ δηλονότι οὐκ ἐκείνων, ἀλλὰ τῶν ἔργων αὐτῶν, οἷον ὁ μὴ ἔχων οἰκίαν καὶ δεόμενος οἰκίας λέγεται χρήζειν οἰκοδόμου. καὶ λέγεται ἐπὶ τούτων ποιῶν μὲν ὁ οἰκοδόμος, πάσχων δὲ ὁ δεόμενος οἰκίας· ὁμοίως ὁ μὲν δεόμενος σίτου πάσχων, ὁ δὲ ἔχων ὁ γεωργὸς ποιῶν. εἰ δ’ ἐπίσης δέονται ὁ μὲν γεωργὸς νομισμάτων ὁ δὲ πολίτης σίτου, ἐπίσης ἀμφότεροι καὶ ποιοῦντες καὶ πάσχοντες ῥηθεῖεν.2 ὅταν δὲ ὁ μὲν πολίτης, ὡς ἐπὶ ταῖς ἀφορίαις συμβαίνει, δέηται σίτου, ὁ δὲ γεωργὸς τῶν νομισμάτων οὐ χρήζει, πάσχων μὲν ὁ πολίτης ἐστὶ καὶ λέγεται, ποιῶν δὲ ὁ γεωργός. τίνα μὲν οὖν λέγει ποιοῦντα καὶ τίνα πάσχοντα, εἴρηται.
“设标有ΑΑ、ΒΒ、ΓΓ者相等。” 这从我们所说的话中已很清楚;然而仍须再说一遍。他取三条线段,将第一条称为ΑΑ,第二条称为ΒΒ,第三条称为ΓΓ,彼此相等;并且每一条各为6肘。取了这些之后,他说:设从第一条ΑΑ中减去ΑΕ——他把这ΑΕ称作ΔΓ——并设被减去的ΑΕ即ΔΓ被加到ΓΓ上;于是,额外接纳了被减去部分的那条线变成了ΔΓΓ,而从中减去了ΑΕ即ΔΓ的那条线则留下了ΕΑ。设ΓΓ在Ζ点被二等分,以使各个分段即ΓΖ与ΖΓ各为三肘。并设加到ΓΓ上的ΑΕ即ΔΓ亦为三肘。因此留下来的ΕΑ为三肘。并且,由于ΔΓ为三肘,ΓΖ亦为另外的三[肘],ΖΓ亦为三[肘],而从ΑΑ中取出的ΕΑ亦为三肘,显而易见,9肘的ΓΓΔ超过三肘的ΕΑ两个三肘,这两个三肘即是ΔΓ与ΓΖ。因此,ΔΓΓ以ΔΓ和ΓΖ超过ΕΑ,而ΔΓΓ以ΓΔ超过ΒΒ。“而这在其余技艺上也同样适用。”借由这些话,他指明诸技艺所产生的作品之交换与报偿亦是按照算术比例以及此种均等而发生的。但在阐明所说之话之前,首先须说明的是,他把缺乏并需要者称为“受动者”,而把我们所缺乏和需要的人称为“能动者”;显然我们所需要的不是他们本身,而是他们的作品,例如没有房屋且需要房屋者被说成需要建房者。在这些情形中,建房者被说成是能动者,而需要房屋者则是受动者;同样,需要粮食的人是受动者,而拥有粮食的农夫是能动者。但若农夫需要钱币而市民需要粮食二者程度相等,那么他们两人便同样既被说成是能动者亦是受动者。然而,正如在歉收时所发生的那样,当市民需要粮食而农夫并不需要钱币时,市民则是并且被称为受动者,而农夫则是能动者。因此,他把谁称为能动者,把谁称为受动者,已经说明了。
- 1.31ποιοῦντας δὲ ὧν δεόμεθα καὶ χρήζομεν
在 ποιοῦντας δὲ ὧν δεόμεθα καὶ χρήζομεν 中,关系代词 ὧν 的先行词(阳性宾格 τούτους)被省略,ποιοῦντας 作 λέγει 的宾语补足语,字面义为“[把]我们所缺乏和需要的人[称为]能动者”(紧接着的 οὐκ ἐκείνων 亦印证此点);ὧν 因受 δεόμεθα 和 χρήζομεν 的支配而取属格。
- 1.31ἐπίσης ἀμφότεροι καὶ ποιοῦντες καὶ πάσχοντες ῥηθεῖεν
在条件从句 εἰ δʼ ἐπίσης δέονται... 的后件中,使用了不带 ἄν 的祈愿语气 ῥηθεῖεν(晚期希腊语中潜在祈愿语气的常见用法),用以表达一种推测性或假设性的谨慎结论:“两者便同样可以说成是……”。
