- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:2.27-3.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了亚里士多德在正义的素描轮廓中添加“希望”一词的原因,指出与能够通达对立双方的能力和科学不同,像正义和健康这样的品质(德性)只朝向对立两极中的单一方。
ἰδίως νῦν ἕξεις εἶπε τὰς ἀρετὰς ἀντιδιαιρῶν καὶ χωρίζων αὐτὰς ἀπὸ τῶν ἐπιστημῶν καὶ δυνάμεων, ἐπεὶ ὅτι καὶ τὰς ἐπιστήμας ἕξεις πολλαχῇ καλεῖ, οὐδεὶς ἀγνοεῖ. εἰπὼν δὲ τὴν δικαιοσύνην ἕξιν ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν, τὴν αἰτίαν λέγει τοῦ τίνος ἕνεκα1 ἐν τῇ τοιαύτῃ ὑπογραφῇ προσέθηκε τὸ βούλονται, καὶ οὐχ ἁπλῶς οὑτωσὶ εἶπεν, ἕξις ἀφ’ ἧς τὰ δίκαια πράττουσι, δυνάμει λέγων καὶ διὰ τοῦτο προσέθηκα τὸ βούλονται, ἵνα χωρίσω αὐτὴν ἀπὸ τῶν ἐπιστημῶν καὶ δυνάμεων· ἐκείναις γὰρ οὐκ ἐν τῷ βούλεσθαι πράττειν ἐστὶ τὸ εἶναι, ἀλλ’ ἐν τῷ δύνασθαι. ὁ γὰρ τὴν ἰατρικὴν ἔχων κἂν μὴ βούληται ὑγιάζειν, ἰατρός ἐστι καὶ λέγεται· ὁμοίως καὶ ὁ τὴν ῥητορικὴν δύναμιν ἔχων, κἂν μὴ ὑπὲρ τῶν δικαίων λέγῃ ἀλλὰ τῶν ἀδίκων, ῥήτωρ ἐστί, καὶ ὅλως ἂν δύνηται ὑπὲρ ἀμφοτέρων τῶν τε δικαίων καὶ τῶν ἀδίκων, ῥήτωρ ἐστί. δίκαιος δέ ἐστιν οὐχ ὁ τὰ δίκαια πράττειν δυνάμενος· δύναται γὰρ καὶ ὁ ἄδικος ταῦτα ποιεῖν· ἀλλὰ δίκαιός ἐστιν ὁ βουλόμενος, βούλεται δὲ ὁ τὴν ἕξιν ἔχων τὴν εἰρημένην. ἀλλὰ διὰ τί ἰατρὸν λέγομεν τὸν δυνάμενον καὶ τὰ ὑγιεινὰ καὶ τὰ νοσώδη πράττειν, ὁμοίως δὲ καὶ διαλεκτικὸν καὶ ῥήτορα τὸν δυνάμενον ἐφ’ ἑκάτερα ἐπιχειρεῖν; ἢ ὅτι καὶ αἱ ἐπιστῆμαι2 καὶ αἱ δυνάμεις αἱ αὐταί εἰσι τῶν ἐναντίων· οὐ γὰρ ἔχουσι τὸ εἶναι ἐν τῷ τὸ ἕτερον τῶν ἀντικειμένων δύνασθαι καὶ βούλεσθαι δεικνύναι, ὥσπερ ἡ δικαιοσύνη ἐν τῷ βούλεσθαι καὶ δύνασθαι μόνα τὰ δίκαια, ἀλλ’ ἔστιν αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις καὶ τὸ εἶναι πρὸς τὰ ἀντικείμενα ἐπιχειρεῖν.3 τοῦτο δὲ λέγω ἐπὶ τῆς ῥητορικῆς καὶ διαλεκτικῆς· ἐπὶ δὲ τῆς ἰατρικῆς οὐχ οὕτως, ἀλλ’ ἔστιν αὐτῇ τὸ εἶναι ἐν τῷ γινώσκειν τὰ ἀντικείμενα. δυνάμεις δὲ λέγει τὴν διαλεκτικὴν καὶ ῥητορικήν, ἐπιστήμας δὲ μουσικὴν καὶ ἰατρικήν· καὶ γὰρ αὗται τῶν ἀντικειμένων εἰσὶ γνωστικαί. λέγει δὲ ἕξεις οὐ τὰς ἀρετὰς μόνον ἀλλὰ συμπάσας ὁμοῦ τὰς ἀρετὰς καὶ κακίας τῆς ψυχῆς καὶ τοῦ σώματος. ὅτι δὲ αἱ ὡς ἀρεταὶ ἕξεις λεγόμεναι οὐκ εἰσι τῶν ἐναντίων αἱ αὐταί, ἔδειξε σαφῶς ἐπὶ τῆς ὑγείας, ἀρετῆς οὔσης σώματος· ἐκ γὰρ τῆς ὑγείας τὰ ὑγιεινὰ πράττεται, οὐκέτι δὲ καὶ τὰ νοσώδη, ὡς καὶ τὰ νοσώδη ἐκ τῆς νόσου, οὐ μὴν καὶ τὰ ὑγιεινά. ἐκεῖνος γὰρ βαδίζει ὑγιεινῶς ὁ τὴν ὑγείαν ἔχων, οὐκ ἐνδέχεται δὲ καὶ τὸν νοσοῦντα οὕτως βαδίζειν. ὁμοίως καὶ ὁ τὴν δικαιοσύνην ἔχων τῶν δικαίων μόνων ἐστὶ πρακτικὸς καὶ ὁ τὴν ἀδικίαν τῶν ἀδίκων, οὐ μὴν τἀνάπαλιν.
他现在特异地将德性称为“品质”,以此将它们与科学和能力区分并割裂开来,因为没有人不知道,他在很多地方也把诸科学称为品质。在说了正义是“使人们依之行公正之事的那种品质”之后,他说明了为何在此种素描轮廓中加上“希望”,而不是如此直白地说“使人们依之行公正之事的那种品质”的原因,实质上是说:“我之所以加上‘希望’,正是为了将它与科学和能力区分开来;因为对于它们而言,其实在并不在于希望去行,而在于能够去行。”因为拥有医术的人,即使不想治病,也是医生并被称为医生;同样,拥有修辞能力的人,即使不是为公正之事辩护而是为不公正之事辩护,也是修辞家,总的来说,只要他能为公正和不公正这两方面辩护,他就是修辞家。但公正的人不是能行公正之事的人——因为不公正的人也能做这些事——而是希望行之的人,而拥有前述品质的人正是希望行之的人。然而,我们为什么把能够产生健康和致病效果的人称为医生,同样把能从相反两面发起论辩的人称为辩证家和修辞家呢?难道不是因为诸科学和诸能力对对立的事物而言是同一的吗?因为它们的实在并不在于能够且希望论证对立面中的一方,正如正义在于希望并能够只行公正之事那样,相反,它们具有面向对立面发起论辩的准备、意图和实在。但我说这话是就修辞学和辩证学而言的;对于医学而言则并非如此,相反,它的实在是在于认识诸对立面。他把辩证学和修辞学称为“能力”,而把音乐学和医学称为“科学”;因为这些也是能够认知诸对立面的。并且他所说的“品质”不仅指德性,而是指灵魂与身体的所有德性与恶德的总和。至于被称为德性的品质对对立面而言并非同一,他在身体的德性——健康上清楚地表明了这一点;因为出于健康便行健康之事,不再行致病之事,正如出于疾病便行致病之事,绝不行健康之事一样。因为拥有健康的人是以健康的方式行走的,而生病的人绝不可能以这种方式行走。同样,拥有正义的人仅仅是公正之事的践行者,拥有不正义的人仅仅是不公正之事的践行者,绝不会反过来。
- 1.1τὴν αἰτίαν λέγει τοῦ τίνος ἕνεκα
中性单数属格定冠词 τοῦ 使其后由 τίνος ἕνεκα 引导的间接疑问从句名词化,作名词 τὴν αἰτίαν 的同位语或说明语,意为“……的原因”。
- 1.1ἢ ὅτι καὶ αἱ ἐπιστῆμαι
习惯性连词结构 ἢ ὅτι(“难道是因为……吗?”)用于引出注解者对前述修辞性疑问的自我设问与回答。
- 1.1ἀλλ’ ἔστιν αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις καὶ τὸ εἶναι πρὸς τὰ ἀντικείμενα ἐπιχειρεῖν
句式核心为表示占有的与格 ἔστιν αὐταῖς(“它们具有……”),并列主语为 παρασκευή、βούλησις 以及 τὸ εἶναι,后接不定式短语 πρὸς τὰ ἀντικείμενα ἐπιχειρεῖν 说明其目标与倾向(“面向对立面发起论辩”)。
