← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§28.23-29.29

通过具体数字论证矫正公正与作为中间项的法官

米海尔依从亚里士多德的论述(1132a32),以具体的数字(9、6、3)代替线段来论证矫正的公正是基于算术比例的,并解释了代表法官的中间项数字如何作为扣除不当利益与补足损失的准则和尺度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

" Ἐπὰν γὰρ δύο ἴσων ἀφαιρεθῇ ἀπὸ θατέρου." Δείκνυσι καὶ διὰ τούτων ὅτι ἡ τοιαύτη διαίρεσις κατὰ ἀριθμητικὴν ἀναλογίαν γίνεται. ἐπεὶ δὲ ὃ δείκνυται διὰ τῶν γραμμῶν καὶ 〈διὰ〉 τῶν ἀριθμῶν δείκνυσθαι δύναται, καὶ ἔστι καὶ σαφεστέρα ἡ διὰ τῶν ἀριθμῶν δεῖξις, ληπτέον ἀριθμοὺς εἰς τὴν τοῦ προκειμένου δεῖξιν. καὶ ἔστωσαν ἑξάδες τρεῖς, ἕξ, ἕξ, ἓξ ἐφεξῆς κείμεναι, ὧν τριῶν ἑξάδων ἡ μὲν πρώτη ἔστω ὁ μέλλων πλεονεκτῆσαι καὶ ἀδικῆσαι, ἡ δὲ ἐσχάτη ὁ πλεονεκτηθησόμενος καὶ ἀδικηθησόμενος, ἡ δὲ μέση ἑξὰς πρὸς ὃν μέλλουσιν ἀφικέσθαι τῆς ἀδικίας γινομένης, ὁ δικαστής· καὶ δὴ λαβέτω ἡ πρώτη ἑξὰς εἰς ἑαυτὴν ἀπὸ τῆς τρίτης ἑξάδος τριάδα· γεγόνασι τοίνυν θ̄ ϛ̄ γ̄· ἂν γὰρ ἀπὸ τοῦ ἑνὸς ἓξ ἀφαιρεθῇ γ καὶ προστεθῇ τῷ λοιπῷ ἕξ, ᾧ μὲν ἓξ προσετέθη ὁ γ, ἔσται θ, ἀφ’ οὗ δὲ ἀφῄρηται, λειφθήσεται γ. τούτων οὕτως ἐχόντων, δῆλον ὡς ὁ μὲν πλεονεκτήσας καὶ ἓξ μὲν πρὸ τῆς πλεονεξίας ὤν, μετὰ δὲ τὴν πλεονεξίαν γενόμενος θ, οὗτος δὴ ὁ θ τοῦ μὲν δικαστοῦ τοῦ ϛ ὑπερέχει μιᾷ τριάδι, τοῦ δὲ ἀδικηθέντος γεγονότος γ ὑπερέχει δυσὶ τριάσιν. εἰ μὲν οὖν ἀφαιρεθεῖσα ἡ τριὰς ἀπὸ τῆς τρίτης ἑξάδος μὴ προσετέθη τῇ πρώτῃ ἑξάδι, ἑνὶ ἂν ἤτοι μιᾷ τριάδι ὑπερεῖχεν1 ἡ πρώτη ἑξὰς τῆς μετὰ τὴν ἀφαίρεσιν λειφθείσης τριάδος, προστεθείσης δὲ δυσὶν ὑπερέχει τριάσι. τοῦτο θεὶς ἐπήγαγε τοῦ μέσου ἄρα ἑνί,2 τουτέστιν ὁ πλεονεκτήσας θ τοῦ μὲν μέσου τοῦ δικαστοῦ ἑνὶ ἤτοι μιᾷ τριάδι ὑπερέχει, καὶ τὸ μέσον ἤτοι ὁ δικαστὴς ἑνί, ἤτοι καὶ οὗτος μιᾷ τριάδι ὑπερέχει τοῦ γ. ὑπερέχει οὖν ὁ μὲν πρῶτος ὅρος τοῦ μέσου μιᾷ τριάδι, καὶ ὁ μέσος τοῦ ἐσχάτου, ἀφ’ οὗ γέγονεν ἡ ἀφαίρεσις, ἑνί. τούτῳ δὴ τῷ μέσῳ γνωριοῦμεν τί μὲν ἀφελεῖν δεῖ ἀπὸ τοῦ πρώτου ὅρου, καὶ τί δεῖ προσθεῖναι τῷ τρίτῳ. ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει, τοῦτο προσθεῖναι δεῖ τῷ τὸ ἔλαττον ἔχοντι. ὃ λέγει τοιοῦτόν ἐστιν· ἡλίκον ὑπερέχει ὁ μέσος ὅρος ὁ ϛ τοῦ ἐσχάτου τοῦ γ, τοσοῦτον προστεθῆναι δεῖ τῷ ἐσχάτῳ, ἵνα γένηται ὁ ἔσχατος ἴσος τῷ μέσῳ. ὑπερέχει δέ, ὡς εἴρηται, ὁ μέσος τοῦ ἐσχάτου τοῦ γ τρισί. ταῦτα τὰ τρία εἰ προσθῶμεν τῷ γ, γενήσεται ὁ ϛ ἴσος τῷ μέσῳ, ἓξ ὄντι καὶ αὐτῷ. ὅσον οὖν ὑπερέχει ὁ μέσος τοῦ ἐσχάτου, τοσοῦτον προστεθῆναι δεῖ τῷ ἐσχάτῳ, εἰ μέλλουσι γενέσθαι ἴσοι· ὅσον δὲ αὖ πάλιν ὑπερέχει ὁ πρῶτος τοῦ μέσου (ὑπερέχει δὲ τρισί) ταῦτα ἀφελεῖν δεῖ αὐτοῦ τοῦ πρώτου, καὶ ἔσται ἴσος τῷ μέσῳ· ἂν γὰρ ἀπὸ τοῦ θ ἀφαιρεθῇ τὰ γ, λείπεται ϛ. ἀφαιρεθέντων οὖν ἀπὸ τοῦ πρώτου ὅρου τοῦ θ τριῶν καὶ προστεθέντων τῷ ἐσχάτῳ ὅρῳ τῷ γ γεγόνασιν ἀμφότεροι ἀνὰ ϛ, ἴσος ἑκάτερος τῷ μέσῳ ὄντι ἕξ. δῆλον τοίνυν ὅτι τὸ δίκαιον τὸ ἐπανορθωτικὸν καὶ τὸ ἴσον τὴν τοῦ μέσου χώραν ἔχει καὶ κανών ἐστι καὶ μέτρον τοῦ πόσον δεῖ ἀφελεῖν ἀπὸ τοῦ ἀδικήσαντος καὶ προσθεῖναι τῷ ἠδικημένῳ, ἵνα ἴσοι γίνωνται.

“因为当在两个相等之物中,从其一减去,”他借由这些话亦指明,这样的分割是按照算术比例进行的。而由于通过线段所指明的亦能够通过数指明,且通过数的论证甚至更为清晰,故必须取数来对所提出的课题进行论证。设依序排列着三个六,即6、6、6;在这三个六中,设第一个是将要获取过度利益并不公正行事者,最后一个是将要蒙受不当损失并受害者,而居中的六则是当不公正发生时他们将要求助的法官;并且,设第一个六从第三个六那里将一个三取入自身;于是它们变成了9、6、3。因为若从一个六中减去3并加到剩下的六上,那么加上了3的那个六将是9,而从中减去3的那个则将剩下3。在此情形下,显而易见的是,获取过度利益者在获利前是6,获利后变成了9,这9超过作为法官的6一个三,而超过受害后变成3者两个三。因此,若从第三个六中减去的三未被加到第一个六上,那么第一个六本将超过减去之后剩下的那个三一[单位],即一个三,但既然已被加上,它便超过了两个三。在设定了这点之后,他接着写道:“因此超过中间一[单位]”;也就是说,获取过度利益的9超过作为中间的法官一[单位],即一个三,而中间即法官亦超过3一[单位],即他自己亦超过一个三。因此,第一项超过中间项一个三,而中间项亦超过从中进行了减去的那最后一项一[单位]。借由这个中间项,我们便将认识到应当从第一项中减去什么,以及应当给第三项加上什么。“因为中间项超过多少,就必须给拥有较少者加上多少。”他所说的乃是如此意思:中间项6超过最后一项3多少,就必须给最后一项加上多少,以便最后一项变得与中间项相等。正如已经说过的,中间项超过最后一项3三。若我们将这三个加到3上,它便将变成6,与中间项相等,因为中间项自身亦是六。因此,中间项超过最后一项多少,就必须给最后一项加上多少,若它们将要变得相等;而反过来,第一项超过中间项多少(它超过三),就必须从第一项自身中减去这些,这样它便将与中间项相等;因为若从9中减去3,便剩下6。因此,当从第一项9中减去三并加到最后一项3上时,两者便各变成了6,每一者都与作为六的中间项相等。由此显而易见,矫正的公正与均等占据着中间的地位,并且是应当从施害者那里减去多少并给受害者加上多少的准则与尺度,以便他们变得均等。

语法注2 条
  1. 1.30εἰ μὲν οὖν ἀφαιρεθεῖσα ἡ τριὰς ἀπὸ τῆς τρίτης ἑξάδος μὴ προσετέθη τῇ πρώτῃ ἑξάδι, ἑνὶ ἂν ἤτοι μιᾷ τριάδι ὑπερεῖχεν

    非真实条件句(条件从句用 εἰ 搭配不定过去式 μὴ προσετέθη,结论从句用 ἄν 搭配未完成过去式 ὑπερεῖχεν)。条件从句设定了一个与过去事实相反的假设(即减去的3未被加到第一个六上),结论从句则陈述其所导致的状态。与格 ἑνί 是表度量或差额的与格,指明超过的量,紧随其后的 ἤτοι μιᾷ τριάδι 作同位语,说明这里的“一”指代“一个三”。

  2. 1.30τοῦ μέσου ἄρα ἑνί

    直接引自亚里士多德《尼各马可伦理学》1132b1的省略句。属格 τοῦ μέσου 是比较属格,依赖于隐含的动词 ὑπερέχει,而与格 ἑνί 则是表差额的与格。米海尔在随后的 τουτέστιν 之后补充了主语(ὁ πλεονεκτήσας θ)与谓语动词(ὑπερέχει),并进一步补足了“中间项亦超过最后一项一单位”这一对偶命题以阐明其完整构词句法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:28.23-29.29