← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§27.18-28.22

通过线段分割论证利益与损失的中间

米海尔发挥亚里士多德的论证,借助一段十二肘线段的分割(将8与4调整至法官所代表的中间值6),从几何与算术角度阐释矫正的公正如何依照算术比例处于利益与损失的中间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27

" Ὥστε τοῦ μὲν πλείονος καὶ τοῦ ἐλάττονος τὸ ἴσον μέσον." Δείξας καὶ τὴν κατὰ τὴν ὕβριν ζημίαν εἰς κέρδος καὶ ζημίαν διαιρουμένην συλλογίζεται πάλιν καὶ τὸ ἐν ταύτῃ δίκαιον ἴσον καὶ μέσον ζημίας καὶ κέρδους, λέγων τὸ δίκαιον ἴσον, τὸ ἴσον μέσον τοῦ πλείονος καὶ ἐλάττονος, τὸ πλέον καὶ ἔλαττον κέρδος καὶ ζημία, τὸ δίκαιον ἄρα καὶ ἴσον μέσον κέρδους καὶ ζημίας. ἐπεὶ δὲ πολλάκις καὶ ὁ τοῦ κακοῦ τὸ ἔλαττον λαβὼν ἀδικεῖ τε καὶ κερδαίνει, διορίζει καὶ περὶ τούτου μεταξὺ καὶ φησὶν ἐναντίως τὸ κέρδος καὶ τὴν ζημίαν τὸ πλέον καὶ τὸ ἔλαττον ἔχειν.1 ἔστι γὰρ τὸ μὲν κέρδος ἐπὶ ἀγαθοῦ μὲν πλεονεξίας κακοῦ δὲ μειονεξίας. ὡς γὰρ ὁ ἔχων τὸ πλέον μὲν ἀγαθὸν ἔλαττον δὲ κακὸν κερδαίνει, οὕτω καὶ ὁ ἔχων τὸ μεῖζον κακὸν ἔλαττον δ’ ἀγαθὸν ζημιοῦται. καὶ ἔστι τὸ δίκαιον καὶ ἴσον, ὡς εἴρηται, μέσον ζημίας καὶ κέρδους, δίκαιον δὲ τὸ ἐπανορθωτικὸν ἀλλ’ οὐ τὸ διανεμητικόν· οὐ γὰρ ἦν ἐκεῖνο μέσον ζημίας καὶ κέρδους. καὶ διὰ τὸ εἶναι, φησί, τὸ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους, ὅταν ἀμφισβητῶσί τινες πρὸς ἀλλήλους ὡς οὐκ ἔχοντες τὸ ἴσον ἀλλὰ ζημιούμενοι, ἐπὶ τὸν δικαστὴν καταφεύγουσι, τουτέστιν ἐπὶ τὸ δίκαιον καὶ ἴσον, καὶ καλοῦσι τὸν δικαστὴν μεσίδιον οἱ δοκοῦντες ἀδικεῖσθαι ὡς τὸ οἰκεῖον μέσον καὶ δίκαιον παρέχοντα τούτοις.

“因此,均等物即是较多者与较少者的中间。” 在指明了侮辱所致的损害亦被分割为利益与损失之后,他又推论出在此情形中的公正亦是均等的,并且是损失与利益的中间,他说公正是均等的,均等的是较多者与较少者的中间,较多者与较少者是利益与损失,因此公正且均等的是利益与损失的中间。而由于往往取得较少之恶者亦是不公正地行事且获益,他在这期间亦对此作了界定,并说利益与损失以相反的方式拥有“较多”与“较少”。因为利益关乎善的过多与恶的过少。因为正如拥有较多之善而较少之恶者获益,同样拥有较大之恶而较少之善者蒙受损失。正如已经说过的,公正且均等的是损失与利益的中间,但[这公正]是矫正的公正,而非分配的公正;因为后者并非损失与利益的中间。他说,由于矫正的公正乃是损失与利益的中间,当人们彼此争执、认为自己未获得均等物反在蒙受损失时,他们便求助于法官,也就是求助于公正与均等,那些自认为受害的人便将法官称为居中者,因为法官向他们提供了贴切的中间与公正。

§1.28

"Καὶ ὥσπερ γραμμῆς εἰς ἄνισα τεμνομένης." Εἰπὼν ὅτι τὸ δίκαιον μέσον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, πῶς μέσος καὶ ἴσος ὁ δικαστής, διὰ τούτων δείκνυσιν. ἔστω δὴ ἡ γραμμὴ ἣν λαμβάνει, πήχεων δώδεκα, καὶ τετμήσθω εἰς ἴσα ἓξ καὶ ἕξ, εἰς δὲ ἄνισα η̅ καὶ δ̅, καὶ κείσθω ὁ μὲν δικαστὴς ὁ ϛ̅, ὁ δὲ πλεονεκτήσας ὁ η̅, ὁ δὲ ἀδικηθεὶς ὁ δ̅. ᾧ δὴ οὖν ὑπερέχει ὁ ἀδικήσας ὁ η̅ τῆς ἡμισείας, τοῦ ϛ̅, ὅπερ ϛ̅ ἐστὶν ὁ δικαστής, τοῦτο ἀφαιρεῖ2 ὁ δικαστὴς ὁ ϛ̅ ἀπὸ τοῦ η̅ τοῦ ἀδικήσαντος καὶ προστίθησι τῷ δ̅ τῷ ἠδικημένῳ καὶ ποιεῖ ἴσους. πίπτει οὖν ὁ δικαστὴς ὁ ϛ̅ 〈εἰς〉 μέσον τοῦ η̅ καὶ δ̅, τοῦ ἠδικηκότος καὶ ἠδικημένου καὶ ἀφαιρεῖ ἀπὸ τοῦ η̅ τὰ β̅ (τούτοις γὰρ ὑπερέχει ὁ η̅ τοῦ ϛ̅) καὶ προστίθησι τοῖς τέσσαρσι, καὶ γίνονται οἱ τρεῖς ἀνὰ ϛ̅. εἰ γὰρ ἀφαιρεθῇ ἀπὸ τοῦ η̅ β̅, λείπεται ϛ̅, καὶ εἰ προστεθῇ τὰ β̅ τοῖς τέσσαρσι, γίνεται ϛ̅. μέσος ἄρα ὁ δικαστὴς τοῦ η̅ καὶ δ̅, ἀλλὰ καὶ ἴσος τοῖς πρὸς αὐτὸν ἐκ τῆς ἀφαιρέσεως καὶ προσθέσεως γεγονόσι·3 καὶ γεγονότες ὁ η̅ καὶ ὁ δ̅ κατὰ τὸν δικαστὴν τὸν ϛ̅, ἤτοι γεγονότες καὶ αὐτοὶ ἀνὰ ἕξ, ἔχει τὸ οἰκεῖον ὁ ἠδικημένος.

“正如一条线段被分割为不均等的部分时那样。” 在说明了公正是中间、既然法官亦是居中者法官又如何既是居中者又是均等者之后,他借由这些话指明了这一点。那么,设他所取的线段为十二肘长,并被分割为均等的六与六,又被分割为不均等的8与4,设法官为6,获取过度利益者为8,受害者为4。因此,施害者8超过半数6——这个6即是法官——多少,作为法官的6便从施害者8那里减去多少,并加给受害者4,从而使他们均等。因此作为法官的6落入8与4(即施害者与受害者)的中间,并从8中减去2(因为8以此数超过6),加给四,这三者便各变成了6。因为若从8中减去2,便剩下6,若将2加到四上,便变成了6。因此,法官不仅是8与4的中间,而且与那些经由减去和加上而变得与他相等者是均等的;当8与4变得依从于作为法官的6时,也就是它们自身亦各变成了六时,受害者便拥有了属于他自己的东西。

§1.29

"Τὸ δ’ ἴσον μέσον ἐστὶ τῆς μείζονος καὶ ἐλάττονος κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν." Εἴρηται πολλάκις ὅτι ἡ ἀριθμητικὴ ἀναλογία ἐν ἴσῃ ὑπεροχῇ ἐστι τοῦ μείζονος καὶ ἐλάττονος. ᾧ γὰρ ὑπερέχει ὁ ϛ̅ τοῦ ἐλάττονος τοῦ δ̅, τούτῳ ὑπερέχεται ὁ ϛ̅ ὑπὸ τοῦ μείζονος τοῦ η̅· δυσὶ γὰρ ὑπερέχων τοῦ δ̅ δυσὶν ὑπερέχεται ὑπὸ τοῦ η̅. καὶ διὰ τοῦτο, φησίν, ὀνομάζεται δίκαιον, διότι δίχα ἐστίν.

“而按照算术比例,均等者乃是较大者与较小者的中间。” 屡次有人说过,算术比例在于较大者与较小者的等量超过。因为6超过较小者4多少,6就被较大者8超过多少;因为它以二超过4,且被8以二超过。他说,正因如此,它被称为公正(dikaion),乃因其被分为二半(dicha)。

语法注3 条
  1. 1.27ἐναντίως τὸ κέρδος καὶ τὴν ζημίαν τὸ πλέον καὶ τὸ ἔλαττον ἔχειν

    在此带不定式的宾格结构中,τὸ κέρδος καὶ τὴν ζημίαν 是主语,τὸ πλέον καὶ τὸ ἔλαττον 是动词 ἔχειν 的宾语。副词 ἐναντίως(相反地)修饰该从句,表明利益与损失在善与恶的情形中各自与“多”和“少”呈相反对应的关系。

  2. 1.28ᾧ δὴ οὖν ὑπερέχει ὁ ἀδικήσας ὁ η̅ τῆς ἡμισείας, τοῦ ϛ̅, ὅπερ ϛ̅ ἐστὶν ὁ δικαστής, τοῦτο ἀφαιρεῖ

    相关构式 ᾧ... τοῦτο(以此差额……此物[被减去])。关系代词 ᾧ 为表程度差别的与格,与主句中动词 ἀφαιρεῖ 的宾语 τοῦτο 相呼应。在关系从句内部,τῆς ἡμισείας 与 τοῦ ϛ̅ 作 ὑπερέχει 所支配的比较属格,其后插入的 ὅπερ ϛ̅ ἐστὶν ὁ δικαστής 进一步拉长了与主句动词的跨度。

  3. 1.28ἀλλὰ καὶ ἴσος τοῖς πρὸς αὐτὸν ἐκ τῆς ἀφαιρέσεως καὶ προσθέσεως γεγονόσι

    与格短语 τοῖς... γεγονόσι 依附于表示相等的形容词 ἴσος。介词短语 πρὸς αὐτόν 在此表示与法官(即数值6)相符合或相等的方向状态,指“经由减去和加上而达到与他相等状态的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:27.18-28.22