← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§26.11-27.17

数字加减的比喻与暴力和侮辱中的均等化

米海尔注解了亚里士多德《尼各马可伦理学》第5卷第4章(1132a6–10),以数字的加减(8与8变为10与6)为例阐明了算术比例下的矫正性公正,并解释了在肉体暴力与侮辱等利益和损失并不自明的案件中,如何通过对损害进行金钱估价来恢复均等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Ὥστε τὸ ἄδικον τοῦτο ἄνισον ὂν ἰσάζειν πειρᾶται ὁ δικαστής." Ὡς ἐπὶ β̅ ἴσων ἀριθμῶν, οἷον τοῦ η̅ καὶ η̅, ἄν τις ἀπὸ τοῦ ἑνὸς ἀφέλῃ μίαν δυάδα καὶ προσθῇ τῷ ἑτέρῳ, ἀνίσους ἀπειργάσατο τοὺς ἀριθμούς (γέγονε γὰρ ὁ μὲν ᾧ προσετέθη ἡ δυὰς ι̅, ὁ δὲ ἀφ’ οὗ ἀφῄρηται ϛ̅), οὕτως συμβαίνει γίνεσθαι καὶ ἐπὶ τοῦ ὑβρίσαντος καὶ ὑβρισθέντος· ὁ μὲν γὰρ ὑβρίσας οἷον ἐκέρδανε καὶ μείζων γέγονεν, ὁ δὲ ὑβρισθεὶς οἷον ἐζημιώθη καὶ ἠλάττωται, καὶ πρὸ τῆς ὕβρεως ἴσοι ὄντες γεγόνασιν ἄνισοι μετὰ τὴν ὕβριν. τοῦτο τὸ ἄνισον πειρᾶται ὁ δικαστὴς ἰσάζειν· λαμβάνει γὰρ ἀπὸ τοῦ ὑβρίσαντος πρᾶγμά τι καὶ δίδωσι τῷ ὑβρισθέντι, ἢ ἀντὶ τῆς ζημίας πληγὰς ἐπιτίθησι τῷ ὑβριστῇ. καὶ γὰρ ὅταν ὁ μὲν πληγῇ ὁ δὲ πατάξῃ ἢ κτείνῃ ὁ δὲ ἀποθάνῃ, διῄρηται τὸ πάθος.1 ἐπειδὴ ἡ ἐπὶ ζημίᾳ χρημάτων ἀνισότης φανερά ἐστι καὶ ἡ πλεονεξία ἡ ἐπὶ τούτοις δήλη, καὶ ῥᾷόν ἐστι γνῶναι πόσον ὑπερέχει ὁ ἀδικήσας τοῦ ἠδικημένου, ἐπὶ δὲ τῶν εἰς ὕβριν καὶ βίαν οὐ πάνυ τί ἐστιν ἡ πλεονεξία διάδηλος, δείκνυσι, πῶς καὶ ἐπὶ τούτων τὸ κατὰ διόρθωσιν ἴσον γίνεται. ἂν γὰρ ὁ μέν, φησί, πλήξῃ ὁ δὲ πληγῇ, καὶ κατὰ τοῦτο ἡ ἀδικία καὶ ἡ ἀνισότης γένηται, διῄρηται καὶ ἐν τούτοις τὸ τοῦ παθόντος πάθος καὶ ἡ πρᾶξις καὶ τὸ ἔργον τοῦ ποιήσαντος, τουτέστι τοῦ πλήξαντος, εἰς ἄνισα, καὶ ἔχει ὁ μὲν πλήξας πλέον, ὁ δὲ πληγεὶς ἔλαττον, ἢ ὁ μὲν πλήξας γέγονεν οἷον μείζων, ὁ δὲ πληγεὶς οἷον ἐλάττων. ταύτην δὴ τὴν ἀνισότητα πειρᾶται ἰσάζειν ὁ δικαστὴς τῇ ζημίᾳ, ἣν ἐπιτίθησι τῷ ἀδικήσαντι. γίνεται δὲ τοῦτο οὕτως· τιμᾶται τὰς πληγὰς ὁ δικαστὴς νομισμάτων εἰ ἔτυχε δ2, εἶτα λέγει πρὸς τὸν πλήξαντα καὶ κατὰ τοῦτο πλεονεκτήσαντα ὧδε· ἴσοι ὄντες πρότερον σὺ καὶ ὃν ἐπάταξας, νῦν δὲ μετὰ τὴν πληγὴν ἄνισοι εὑρίσκεσθε, σὺ μὲν κερδήσας νομίσματα δ̄, αὐτὸς δὲ ζημιωθεὶς τοσαῦτα· καὶ δεῖ με δικαστὴν ὄντα ἀφελεῖν τὰ τοσαῦτα νομίσματα ἀπὸ σοῦ, προσθεῖναι δὲ τῷ πληγέντι καὶ ζημιωθέντι. καὶ τοῦτο εἰπὼν καὶ ποιήσας ἰσάζει καὶ ποιεῖ οἷοι ἦσαν πρότερον.

“因此,这不公正之物既然是不均等的,法官便试图使其均等。” 正如在两个相等的数上,例如8与8,如果有人从其中一个数减去一个2并加到另一个数上,他就使得这些数变得不均等(因为加上2的那一个变成了10,而被减去的那一个变成了6),同样的事情也发生在施加侮辱者与遭受侮辱者身上;因为施加侮辱者仿佛获得了利益并变得更大,而遭受侮辱者仿佛蒙受了损失并被缩减,在侮辱之前原本平等的双方在侮辱之后变得不均等了。法官便试图使这一不均等均等化;因为他从施加侮辱者那里取走某种财物并给予遭受侮辱者,或者以鞭笞代替罚款施加于施辱者。因为事实上,当一人挨打而另一人击打,或者一人杀人而另一人死亡时,所受的情状便已被分割了。由于在钱财损失上的不均等是显而易见的,而且在这些事情上的过度利益是清楚的,知道施害者超过受害者多少相对较为容易,但在关涉侮辱与暴力的事情上,过度利益则完全不明显,因此他指明,在这些事情上依矫正而来的平等又是如何生成的。因为他说,如果一人击打而另一人挨打,且不公正与不均等依此而生成,那么在这些事情中,受害者的受难与行动者(即击打者)的作为和行为亦被分割成了不均等的部分,击打者拥有更多,而挨打者拥有更少,或者击打者仿佛变得更大,而挨打者仿佛变得更小。法官正是试图通过他施加给施害者的惩罚来使这种不均等均等化。而这是如此生成的:法官将这些鞭笞例如估价为4枚钱币;然后对击打并在这一方面获取了过度利益的人这样说道:“你与被你击打的人先前是平等的,但现在在击打之后被发现是不均等的,你获得了4枚钱币的利益,而他蒙受了同样多的损失;而作为法官的我必须从你那里减去这许多钱币,并将其加给挨打并蒙受损失的人。”在说了并做了这些之后,他便使其均等,并使他们恢复到原先的模样。

§1.26

"Λέγεται γὰρ ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τοῖς τοιούτοις, κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα δοκῇ.3" Ἐπεὶ τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ χρημάτων μόνων δοκεῖ λέγεσθαι καὶ ἐπὶ κτημάτων, καὶ ὁ μὲν πλέον ἐπὶ τούτοις προσκτησάμενος κερδαίνειν, ὁ δὲ ἔλαττον ἔχων ζημιοῦσθαι λέγεται, ἐπισημαίνεται τοῦτο λέγων ὅτι κυρίως καὶ ἁπλῶς καὶ ἐπὶ τούτων, ἤτοι τῆς ὕβρεως καὶ τῶν πληγῶν καὶ τοῦ φόνου, τὸ κέρδος καὶ ἡ ζημία λέγεται, καὶ οὐκ ἐπὶ μόνης τῆς εἰς χρήματα ὑπεροχῆς καὶ ἐλλείψεως, κἂν μὴ δοκῇ τισιν οἰκεῖα ὀνόματα κεῖσθαι τὸ κέρδος καὶ ἡ ζημία ἐπὶ τῆς ὕβρεως καὶ τοῦ φόνου· οἰκείως γὰρ καὶ ἐπὶ τούτων τὸ κερδαίνειν καὶ τὸ ζημιοῦσθαι λέγεται· διὸ ἐπιφέρει λέγων ἀλλ’ ὅταν γε μετρηθῇ τὸ πάθος. ἔστι δὲ τὸ μετρηθῇ ταὐτὸν τῷ τιμηθῇ· τῷ γὰρ μετρεῖσθαι τὸ πάθος καὶ τῷ τιμᾶσθαι ζημία καὶ κέρδος λέγεται·4 τιμηθέντος γὰρ τοῦ πάθους ὅσου ἐστὶν ἄξιον, τοσοῦτον ζημιοῦται ὁ ποιήσας ὡς καὶ τοσοῦτον δηλαδὴ κερδήσας.

“因为简单地说,在这些情形中也是这样说的,即使在某些人看来这似乎不是贴切的名称。” 既然利益与损失似乎仅仅就钱财和财产而言,且在这些事情上获得更多者被称为获益,拥有更少者被称为受损,因此他指明这一点,说严格且纯粹地,在这些事情上——即侮辱、击打与谋杀——利益与损失亦被言说,而不仅仅在钱财上的过度与不足中言说,即使在某些人看来,在侮辱与谋杀的情形中利益与损失似乎并未被确立为贴切的名称;因为在这些事情上,获益与受损亦被恰切地言说。因此他接着说:“但是当所受的情状被衡量时。”而“被衡量”与“被估价”是同一回事;因为借由所受的情状被衡量与被估价,损失与利益才被言说;因为当所受的情状按照其相应的价值被估价时,施害者蒙受同等程度的损失,显然正如他亦获得了同等程度的利益。

语法注4 条
  1. 1.25διῄρηται τὸ πάθος

    此处引述并概述了亚里士多德的原句(1132a7–8: διῄρηται τὸ πάθος καὶ ἡ πρᾶξις),被动完成时 διῄρηται 意为“已被分割[为不均等的部分]”。米海尔在下文中将其释为 διῄρηται ... εἰς ἄνισα,说明受害者所承受的情状(πάθος)与施动者的行为(πρᾶξις)在双方之间被不均等地划分。

  2. 1.25τιμᾶται τὰς πληγὰς ὁ δικαστὴς νομισμάτων εἰ ἔτυχε δ̅

    动词 τιμᾶται(估价)支配受估对象的宾格(τὰς πληγάς)以及表示价格/价值的属格(νομισμάτων ... δ̅)。短语 εἰ ἔτυχε(“恰好是”、“例如”)在此作插入语。

  3. 1.26κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα δοκῇ

    在让步从句(κἂν εἰ...)中,语法上 ὄνομα(单数)是 δοκῇ 的主语,οἰκεῖον 为表语形容词(“即使对某些人而言[这]似乎不是贴切的名称”)。米海尔随后的释义(κἂν μὴ δοκῇ τισιν οἰκεῖα ὀνόματα κεῖσθαι τὸ κέρδος καὶ ἡ ζημία)表明其语义所指即“利益与损失”这两个词项被用作专有名称。

  4. 1.26τῷ γὰρ μετρεῖσθαι τὸ πάθος καὶ τῷ τιμᾶσθαι ζημία καὶ κέρδος λέγεται

    带冠词不定词的与格(τῷ μετρεῖσθαι ... καὶ τῷ τιμᾶσθαι)表示手段或原因(“借由所受的情状被衡量与被估价”)。主语为 ζημία καὶ κέρδος,动词 λέγεται 为被动态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:26.11-27.17