- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:25.1-26.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔重申分配正义是依据缴纳额的几何比例,进而解释交往中的矫正正义遵循算术比例,即不考虑当事人的身份与德性,仅依损害程度将其恢复至单纯的平等,并结合法律条文与苏格拉底的言论进行了阐发。
" Τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον τῶν κοινῶν." Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν εἰρημένων περὶ τοῦ διανεμητικοῦ δικαίου καὶ φησὶν ὅτι τὸ διανεμητικὸν δίκαιόν ἐστι περὶ τὴν διανομὴν τῶν κοινῶν τοῖς πολίταις, γινόμενον κατὰ τὴν γεωμετρικήν, ὡς δέδεικται, ἀναλογίαν. κἂν γὰρ χρήματα ᾖ κἂν γῆ κἂν ἄλλο τι τὸ διανεμόμενον, πάντως κατὰ τὸν αὐτὸν λόγον διαιρεθήσεται, καθ’ ὃν καὶ προσπεπόρισται· τῷ μὲν γὰρ πλεῖον εἰς ταῦτα συντελέσαντι πλεῖον δοθήσεται, τῷ δὲ ἔλαττον ἔλαττον, εἰ μέλλει ἡ διανομὴ δικαία ἔσεσθαι. καὶ κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέλειαν ἰσότητος ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις τῶν νεμομένων.1 ὡς γὰρ ἔχει τὰ εἰσενεχθέντα πρὸς τὸ κοινόν, οὕτως ἔσται καὶ τὰ διδόμενα πρὸς τοὺς εἰσενεγκαμένους.
“因为公有物的分配性公正。” 他再次提醒我们关于分配性公正所说过的那些话,并说分配性公正关涉向公民们对公有物所作的分配,正如已被指出的那样,它是按照几何比例生成的。因为被分配之物无论是钱财、土地还是其他任何东西,都必定按照它们被筹集时的同一比率而被划分;因为向这些事物缴纳更多者,将被给予更多,而较少者将被给予更少,如果这分配将要是公正的话。而且所分配之物的超越与不足,是按照依据缴纳的平等之比率而定的。因为所带入之物相对于公有物具有怎样的关系,所给予之物相对于带入者们亦将是如此。
"Τὸ δ’ ἐν τοῖς συναλλάγμασι δίκαιον ἔστι μὲν ἴσον τι." Τὸ δὲ τὶ προσκείμενον δηλωτικόν ἐστι τοῦ ἄλλο τι παρὰ τὸ ἐν διανομῇ δίκαιον καὶ ἴσον, καὶ ἔστι τὸ τοιοῦτον δίκαιον κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν. ἔστι δὲ ἡ ἀριθμητικὴ ἀναλογία, ὥς μοι εἴρηται πρότερον, ἐν ἰσότητι κατ’ ἀριθμὸν ἢ ποσόν, ἀλλ’ οὐ τῇ κατὰ ἀναλογίαν ἰσότητι. ἥτις ἡ ἀριθμητικὴ ἀναλογία ὅπως γίνεται, ἐπάγει λέγων ὅτι2 ὁ νομοθέτης ἢ ὁ δικαστὴς οὐ τὴν ἀναλογίαν, ἣν ἔχει ὁ ἀδικήσας πρὸς τὸν ἀδικηθέντα ἐξετάζων τὴν ἐπανόρθωσιν τῶν ἀδικημάτων ἐπάγει· οὐ γὰρ ἐξετάζει, εἰ εὐγενὴς ἢ σοφὸς ἢ σπουδαῖος ἢ φαῦλος ὁ ἀδικήσας, ἢ πάλιν ὁ ἀδικηθεὶς πότερον φαῦλος ἢ σπουδαῖός ἐστιν ἤ τι τοιοῦτον· οὐδὲν οὖν τοιοῦτον ἐπιζητεῖ, ἀλλ’ ὡς ἴσους λαβὼν σκοπεῖ, εἰ ὁ μὲν ἠδίκησεν ὁ δ’ ἠδικήθη, καὶ τίς καὶ ποία ἡ κατὰ τὴν βλάβην διαφορά, καὶ τὴν ἀνισότητα τὴν γενομένην κατὰ τὴν τῆς βλάβης διαφορὰν ἐπανορθοῦν πειρᾶται καὶ εἰς ἰσότητα ἁπλῶς ἐπανάγειν σπουδάζει, καὶ οὐ κατὰ τὴν ἀναλογίαν τῶν ὑποκειμένων εἰς κρίσιν προσώπων. χρῆται δὴ οὖν ὡς ἴσοις τῷ ἀδικήσαντι καὶ ἀδικηθέντι ἢ τῷ βλάψαντι καὶ βλαβέντι. ἰστέον δὲ ὅτι τὴν ἀδικίαν καὶ βλάβην ὁ Ἀριστοτέλης λέγει, κἂν οἱ Πλατωνικοὶ ἀδικεῖσθαι μὲν λέγωσι τὸν τὴν ψυχὴν κακυνόμενον, βλάπτεσθαι δὲ τὸν εἰς σῶμα ἢ χρήματα. διὰ τοῦτο καὶ Σωκράτης κατηγορηθεὶς ἔλεγε “Σωκράτην Ἀθηναῖοι βλάψαι μὲν δύνανται, ἀδικῆσαι δὲ οὐ δύνανται”, τουτέστι φονεῦσαι μὲν δύνανται, κακῦναι δέ μου τὴν ψυχὴν οὐ δύνανται. ὅτι δὲ ὁ νομοθέτης οὐ πρὸς ποιότητα προσώπων βλέπων ἢ ὁ δικαστὴς ὁ μὲν νομοθετεῖ ὁ δὲ δικάζει,3 δῆλον ἐκ τοῦ μὴ γεγράφθαι τέως τῷ νομοθέτῃ ὅτι ὁ ὑβρίσας εὐγενῆ ἢ σπουδαῖον ἄρχοντα ζημιούσθω πλείω ζημίαν ἢ τυπτέσθω πλείους πληγάς, ὁ δὲ φαῦλον ἄρχοντα ἢ οὐκ εὐγενῆ ὑβρίσας ἐλάττω ζημιούσθω ἢ μετρίως κολαζέσθω, ἀλλὰ ἁπλῶς καὶ καθόλου γέγραφεν ὅτι ὁ τὸν ἄρχοντα ὑβρίσας ζημιούσθω μνᾶς δέκα ἢ τῆς πόλεως διωκέσθω. ἐπεὶ οὖν οὐκ ἄλλο μὲν πρόστιμον οἷον πλέον μὲν ὥρισεν ἐπὶ τοῦ εὐγενοῦς ἢ σπουδαίου ἄρχοντος, ἕτερον δὲ οἷον ἔλαττον ἐπὶ τοῦ ἀγενοῦς ἢ οὐ σπουδαίου, δῆλον ὡς ἴσους πάντας τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδικουμένους λαμβάνει, βλέπει δὲ πρὸς μόνην τὴν τοῦ βλάβους διαφοράν· εἰ μὲν γάρ ἐστι τὸ βλάβος μέγα, καὶ εὐθύνη καὶ πρόστιμον γίνεται μέγα, εἰ δὲ σμικρά, καὶ ἡ εὐθύνη καὶ τὸ πρόστιμον κατ’ ἐκεῖνα ἐνεργεῖται.
“然而在交往中的公正乃是某种平等之物。” 附加的“某种”一词表明了有别于分配中的公正与平等之物的另一种事物,而这样的公正乃是依据算术比例的。而且正如我此前所说,算术比例存在于依数或量的平等之中,而非在依比例的平等之中。至于这一算术比例是如何生成的,他接着说,立法者或法官并不是通过审查施害者对受害者所具有的比例来引入不公正行为的矫正;因为他并不审查施害者是高贵、智慧、优秀还是低劣,或者受害者究竟是低劣、优秀还是诸如此类的某种人;因此他绝不追问此类事情,而是把他们当作平等的对待,审视是否一人行了不公而另一人遭受了不公,以及依损害而来的差异是什么、是怎样的,并试图矫正依损害的差异而生成的不均等,致力于将其纯粹地引回至平等,而不是依据受审当事人的比例。因此他确实将施害者与受害者,或者施损者与受损者当作平等的人来对待。应当知晓的是,亚里士多德把不公与损害视作同一回事而谈论,即使柏拉图学派的人说,心灵变坏者是被行了不公,而身体或财产受损者则是遭受了损害。亦因此,苏格拉底在被控告时曾说:“雅典人能够损害苏格拉底,但不能对他行不公”,亦即他们能够杀死我,却不能使我的心灵变坏。至于立法者在立法或法官在裁判时并不着眼于当事人的品级,这一点显明于:立法者绝未曾写下,侮辱高贵或优秀的执政官者当受更大的罚款或受更多的鞭笞,而侮辱低劣或不高贵的执政官者当受较少的罚款或受轻微的惩罚;相反,他纯粹且普遍地写下,侮辱执政官者当罚十明那,或者被逐出城邦。既然他并未在面对高贵或优秀的执政官时规定一种例如更大的罚金,而在面对出身卑微或不优秀者时规定另一种例如较小的罚金,那么显然,他将所有施害者与受害者都视作平等的人,并且仅仅着眼于损害的差异;因为如果损害巨大,审查与罚金亦变得巨大;如果微小,审查与罚金亦依据那些情况而施行。
- 1.23καὶ κατὰ τὸν λόγον τῆς κατὰ τὴν συντέλειαν ἰσότητος ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις τῶν νεμομένων
省略系动词 ἐστί 的名词谓语句。“所分配之物的超越与不足(主语)是按照依据缴纳的平等之比率而定的(谓语)”。前置词 κατά 出现两次:第一个支配 τὸν λόγον(“按照……的比率”),第二个支配 τὴν συντέλειαν 并修饰 ἰσότητος(“依据缴纳的平等”)。
- 1.24ἥτις ἡ ἀριθμητικὴ ἀναλογία ὅπως γίνεται, ἐπάγει λέγων ὅτι
提前句(prolepsis)结构:关系代词主语 ἥτις ἡ ἀριθμητικὴ ἀναλογία 被置于间接疑问从句 ὅπως γίνεται 之前,整体作为主句动词短语 ἐπάγει λέγων ὅτι(“他接着说……”)的话题宾语成分。
- 1.24ὅτι δὲ ὁ νομοθέτης οὐ πρὸς ποιότητα προσώπων βλέπων ἢ ὁ δικαστὴς ὁ μὲν νομοθετεῖ ὁ δὲ δικάζει
交错与分配式结构:分词短语 οὐ πρὸς ποιότητα προσώπων βλέπων 同时修饰两个主语(ὁ νομοθέτης ἢ ὁ δικαστής),随后由 ὁ μὲν νομοθετεῖ ὁ δὲ δικάζει(“前者立法,后者裁判”)进行对应分配。整个 ὅτι 从句充当下文 δῆλον ἐκ τοῦ...(“从……显明”)的真正主语从句。
