← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§23.17-24.33

比例分配的完成与矫正正义的引入

米海尔阐释了分配正义中项的结合与离散几何比例的结构,随后引入涉及自愿与非自愿交往的矫正正义,并阐明了“交往”一词的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Ἡ ἄρα τοῦ α̅ ὅρου τῷ τρίτῳ." Πρῶτον ὅρον καὶ τρίτον τοὺς β̅ ἡγουμένους λέγει, τὸν Ἀχιλλέα καὶ τὰ δοθέντα αὐτῷ ϛ̅ νομίσματα, δεύτερον δὲ καὶ τέταρτον τοὺς β̅ ἑπομένους, τὸν Αἴαντα καὶ τὰ γ̅ ἃ ἐδόθη αὐτῷ νομίσματα. καὶ ἔστιν ἡ τοιαύτη σύζευξις τὸ ἐν διανομῇ δίκαιον καὶ τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος, ὃ πλεῖον καὶ ἔλαττον παρὰ τὸ ἀνάλογόν ἐστιν.1 εἰ γὰρ τὸ δίκαιον ἀνάλογον, τὸ πλέον δηλονότι καὶ ἔλαττον ἄδικον ὂν παρὰ τὸ ἀνάλογόν ἐστιν, ἤτοι ἕτερον τοῦ ἀνάλογον καὶ τοῦ δικαίου ἐστίν. εἰπὼν δὲ ὅτι τὸ δίκαιον μέσον, συνάγει τοῦτο διὰ συλλογισμοῦ λέγων τὸ μὲν γὰρ ἀνάλογον μέσον, τὸ δὲ δίκαιον ἀνάλογον· τὸ δίκαιον ἄρα μέσον. ἀλλὰ πόθεν δῆλον ὅτι τὸ ἀνάλογον μέσον; ἢ ὅτι τὸ μὲν ἀνάλογον ἴσον, τὸ δ’ ἴσον μέσον· τὸ ἀνάλογον ἄρα μέσον. καλοῦσι δέ, φησί, τὴν τοιαύτην ἀναλογίαν οἱ μαθηματικοὶ γεωμετρικήν, ὅτι ὅπερ συμβαίνει ἐπ’ ἐκείνης, τοῦτο καὶ ἐπὶ τῆς τοιαύτης ἀναλογίας· συμβαίνει δὲ ἐπ’ ἐκείνης τὸ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἑπόμενον, καὶ τὸ ὅλον πρὸς τὸ ὅλον.

“因此第一项与第三项的[结合]。” 他所说的第一项与第三项是指两个前项,即阿喀琉斯与给予他的6个钱币;第二项与第四项是指两个后项,即大埃阿斯与给予他的3个钱币。而这样的结合正是分配中的公正,以及更多与更少之间的中道,而这更多与更少是违背比例的。因为如果公正是成比例的,则显然更多与更少作为不公正之物是违背比例的,亦即不同于成比例之物与公正之物。在说了公正是中道之后,他通过三段论推导出此点,说道:因为成比例之物是中道,而公正是成比例的;因此公正是中道。但成比例之物是中道从何而显明呢?或是因为成比例之物是平等的,而平等的是中道;因此成比例之物是中道。他说,数学家们称这种比例为几何比例,因为在那种比例上所出现的,在这样一种比例上亦同样出现;而在那种比例上所出现的就是:正如前项对后项,全体亦对全体。

§1.21

"Ἔστι δ’ οὐ συνεχὴς ἡ τοιαύτη ἀναλογία· οὐ γὰρ γίνεται εἷς ἀριθμῷ ὅρος ᾧ καὶ ὅ." Διὰ μὲν τοῦ μακροῦ ἢ διχρόνου ἢ ὡς ἄν τις ἐθέλῃ λέγειν φωνήεντος ἐδήλωσε τὸν ἄνθρωπον, ᾧ δίδοται τὰ νομίσματα ἢ ὃ ἂν εἴη τὸ διδόμενον, διὰ δὲ τοῦ βραχέος φωνήεντος ἐδήλωσε τὸ διδόμενον πρᾶγμα. λέγει οὖν ὅτι ἡ τοιαύτη ἀναλογία οὐκ ἔστι συνεχὴς ἀλλὰ διῃρημένη. ἐπεὶ γὰρ β̅ εἰσὶν οἱ ἄνθρωποι, οἷς ἡ διανομὴ γίνεται τῶν πραγμάτων, καὶ β̅ τὰ νεμόμενα καὶ μεριζόμενα πράγματα, καὶ ἀδύνατον ἓν κατ’ ἀριθμὸν εἶναι καὶ ταὐτὸν τὸν ἄνθρωπον καὶ τὸ πρᾶγμα τὸ νεμόμενον αὐτῷ, ἀνάγκη διῃρῆσθαι τοὺς ὅρους ἀπ’ ἀλλήλων καὶ γίνεσθαι β̅ μὲν ἀνθρώπους, β̅ δὲ πράγματα. πῶς γὰρ δυνατὸν τὸν ἄνθρωπον, ᾧ τὸ πρᾶγμα νέμεται, ἄνθρωπον ὄντα πρᾶγμα γεγονέναι, ἢ ἴσον ἢ ἄνισον τῷ πράγματι εἰλῆφθαι κατ’ ἀλήθειαν.2 τὸ μὲν οὖν δίκαιον τοῦτό ἐστι τὸ ἀνάλογον, τὸ δ’ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον, ὃ γίνεται ὅταν μὴ τηρῆται ἡ προειρημένη ἰσότης, ἀλλ’ ὁ μὲν ὑπερέχων τῇ ἀξίᾳ ἔλαττον, ὁ δ’ ἐλλείπων πλέον ἔχωσι. καὶ ἔστι τὸ ἄδικον καὶ τὸ παρὰ τὸ ἴσον· εἰ γὰρ ἰσότης ἡ ἀναλογία, τὸ ἔξω τῆς ἀναλογίας καὶ τῆς ἰσότητος ἄνισον. ἄνισον δὲ ἐν ᾧ τὸ μέν ἐστι πλέον τῆς ἀξίας, τὸ δ’ ἔλαττον. καὶ τοῦτο δῆλον καὶ ἐπὶ τῶν ἔργων· ἄδικον γὰρ λέγομεν τὸν τὸ πλέον τῆς ἀξίας ἔχοντα, ἠδικημένον δὲ τὸν τὸ ἔλαττον. οὐκ ἀεὶ δὲ ὁ ἄδικος, ὡς καὶ πρότερον εἴρηται, τὸ πλέον αἱρεῖται, ἀλλ’ ἐπὶ τῶν ἀγαθῶν ἀεὶ τὸ πλέον σπεύδει λαμβάνειν, ἐπὶ δὲ τῶν κακῶν τὸ ἔλαττον. ἐπεὶ γὰρ τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακὸν συγκρινόμενον ἀγαθόν πως δοκεῖ, αἱρεῖται τὸ ἔλαττον κακὸν ὡς ἀγαθοῦ ὑπεροχήν. τὰ μὲν οὖν λεγόμενα ταῦτα· ἐν δὲ τῇ λέξει τῇ καὶ τὸ μᾶλλον μεῖζον τὸ λεγόμενόν ἐστιν ὅτι καὶ τὸ μᾶλλον αἱρετὸν μεῖζον ἀγαθόν ἐστι.

“而这样一种比例并非连续的;因为给予其人与所给之物并不会在数上成为单一的项。” 通过长元音或双时元音(或无论人愿意怎样称呼它),他表明了获得钱币的人(或无论所给予之物是什么),而通过短元音,他表明了所给予的事物。因此他说,这样的比例不是连续的,而是分离的。因为既然向其进行事物分配的人是两个,被分配和分给的事物亦是两个,并且人与分配给他自身的事物在数上为一且同一乃是不可能的,所以诸项必须彼此分离,成为两个人与两件事物。因为事物分配于其的人,在作为人的同时,如何可能成为事物,或者真正地被当作与事物相等或不相等呢?因此,公正乃是这种成比例之物,而不公正则是违背比例之物,这发生在上述平等未被遵守,反倒是依配得居于优越者所得更少,而不足者所得更多的时候。而且不公正亦是违背平等的;因为如果比例即是平等,那么在比例与平等之外的便是不平等(不均等)。而不平等即是在其中一者多于配得,另一者少于配得。这在实际行动中亦是显明的;因为我们称拥有多于配得的人为不公者,而称拥有较少的人为受亏待者。但不公者并不总是(正如前面所说)选择更多,而是在善的事物上总是力求获取更多,在恶的事物上则力求更少。因为较小的恶与较大的恶相比,在某种意义上显得是善,所以他选择较小的恶,视其为善的超越。所论述的即是这些内容;而在“且越发如此者乃是更大”这句话中,所说的是越发值得选择之物乃是更大的善。

§1.22

"Τὸ δὲ λοιπὸν εἶδος τὸ διορθωτικὸν ὃ γίνεται ἐν τοῖς συναλλάγμασι καὶ τοῖς ἀκουσίοις καὶ ἑκουσίοις." Πληρώσας τὸν περὶ τοῦ ἐν διανομαῖς δικαίου λόγον λέγει καὶ περὶ τοῦ διορθωτικοῦ δικαίου. ἰστέον δὲ ὅτι συναλλάγματα οἱ παλαιοὶ ἐκάλουν οὐ μόνον ἃ ἑκόντες συνετίθεντο πρὸς ἀλλήλους ποιεῖν, ἀλλὰ καὶ τὰ ὑπὸ τῶν νόμων διηγορευμένα καὶ κελευόμενα, καθ’ ἃ χρὴ ζῆν τε καὶ συναλλάσσειν· καὶ τάχα κατὰ τοῦτο συναλλάγματα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν, οὐ κατὰ τὸ ἑκούσιον.3 οὐδεὶς γὰρ μοιχεύει κατὰ συνάλλαγμα τοῦ τῆς μοιχευομένης ἀνδρός, οὐδ’ ὁ ἱεροσυλῶν ἱεροσυλεῖ κατὰ συνάλλαγμα ἢ ὁ ὑβρίζων ὑβρίζει. καὶ εἴρηταί μοι πρότερον ἐπὶ πλέον περὶ τούτων, καὶ οὐ δεῖ πάλιν μηκύνειν.

“余下的一个种则是矫正性的,它产生于非自愿与自愿的交往之中。” 在结束了关于分配中的公正的论述之后,他亦论及矫正性的公正。应当知晓的是,古人不仅将人们出于自愿相约对彼此所做的事情称为交往,而且亦将法律所明文规定和吩咐的事情(依据它们人们应当生活并交往)称为交往;或许正因为这一点它们被称为交往,乃是因为它们朝向他者而具有存在,而非根据自愿性。因为没有人会依照与被通奸妇人之丈夫的交往而去通奸,神庙洗劫者亦非依照交往去洗劫神庙,凌辱者亦非[依照交往]施加凌辱。关于这些,我此前已有更详细的论述,无需再次冗长重叙。

语法注3 条
  1. 1.20ὃ πλεῖον καὶ ἔλαττον παρὰ τὸ ἀνάλογόν ἐστιν

    关系代名词 ὃ 承接先行词短语中的 τοῦ πλείονος καὶ ἐλάττονος,而在关系从句内部名词 πλεῖον καὶ ἔλαττον 作为主语被再次重复。介词 παρά 支配宾格 τὸ ἀνάλογον,表示“违背”或“偏离”。

  2. 1.21πῶς γὰρ δυνατὸν τὸν ἄνθρωπον, ᾧ τὸ πρᾶγμα νέμεται, ἄνθρωπον ὄντα πρᾶγμα γεγονέναι, ἢ ἴσον ἢ ἄνισον τῷ πράγματι εἰλῆφθαι κατ’ ἀλήθειαν.

    由 πῶς γὰρ δυνατόν 引出的修辞反问句,带宾格主语 τὸν ἄνθρωπον,不定词 γεγονέναι 与 εἰλῆφθαι 由 ἤ 并列连接。分词短语 ἄνθρωπον ὄντα 表让步的附带状况(“在作为人的同时”),强化了人不可能实变为物或与物直接等同的反问语气。

  3. 1.22καὶ τάχα κατὰ τοῦτο συναλλάγματα λέγεται, καθὸ πρὸς ἕτερον ἔχει τὴν ὕπαρξιν, οὐ κατὰ τὸ ἑκούσιον.

    中性复数主语 συναλλάγματα 搭配单数动词 λέγεται。连接词 καθό(“就……而言”)在内容上具体阐明了前面的 κατὰ τοῦτο,指出“交往/契约”(συνάλλαγμα)的得名不是基于自愿性(οὐ κατὰ τὸ ἑκούσιον),而是基于它朝向他者而具有存立(πρὸς ἕτερον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:23.17-24.33