- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:22.9-23.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据几何学惯例解释了《尼各马可伦理学》第5卷(1131b5)中几何比例之更替比(ἐναλλάξ)的数学定义,并运用具体数值(阿喀琉斯=8、大埃阿斯=4、配给财物=6与3)论证了更替后的比以及相加后的全体对全体之比(合比)均保持比例的恒定。
" Ἔσται ἄρα ὡς ὁ ᾱ̄ ὅρος πρὸς τὸν β̄, οὕτως ὁ γ̄ πρὸς τὸν δ̄, καὶ ἐναλλάξ." Ἔστωσαν πρῶτος ὅρος ὁ Ἀχιλλεύς, δεύτερος ὁ Αἴας, καὶ κείσθω ὁ Ἀχιλλεὺς διπλασίων τοῦ Αἴαντος, ἔστω δὲ καὶ τρίτος ὅρος νομίσματα η̄, τέταρτος δὲ νομίσματα δ̄· ἔστιν ἄρα ὡς ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα (διπλασίων δέ) οὕτω τὰ η̄ νομίσματα πρὸς τὰ δ̄, καὶ ἐναλλάξ, ὡς ὁ Ἀχιλλεὺς πρὸς τὰ δοθέντα αὐτῷ η̄ νομίσματα, οὕτως ὁ Αἴας πρὸς τὰ δ̄ ἃ δέδοται αὐτῷ. ἐναλλὰξ γὰρ κατὰ τοὺς γεωμέτρας ἐστὶ λῆψις τοῦ ἡγουμένου πρὸς τὸ ἡγούμενον ὡς ἑπομένου, καὶ τοῦ ἑπομένου ὡς ἡγουμένου πρὸς τὸ ἑπόμενον.1 λέγουσι δὲ ἡγούμενον τὸν πρῶτον ὅρον, οἷον τὸν Ἀχιλλέα, ἑπόμενον δὲ τὸν Αἴαντα τὸν δεύτερον, καὶ πάλιν ἡγούμενον τὸν τρίτον ὅρον, οἷον τὰ η̄ νομίσματα, καὶ ἑπόμενον τὰ δ̄ νομίσματα. ὅταν οὖν λέγῃ τις, ὡς ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα, οὕτως τὰ η̄ πρὸς τὰ δ̄, λαμβάνει ἡγούμενον τὸν Ἀχιλλέα, ὁμοίως ἡγούμενον καὶ τὰ η̄ νομίσματα, ἑπόμενα δὲ τὸν Αἴαντα καὶ τὰ δ̄ νομίσματα. ὅταν δὲ λέγῃ καὶ ὡς ὁ Ἀχιλλεὺς ἄρα πρὸς τὰ η̄, ὁ Αἴας πρὸς τὰ δ̄, ἐναλλὰξ λέγει· ἐνήλλαξε γὰρ καὶ πεποίηκε τὸ μὲν ἡγούμενον τὰ η̄ ἑπόμενον, τὸ δὲ ἑπόμενον τὸν Αἴαντα ἡγούμενον. καὶ τοῦτό ἐστι τῆς δικαίας διανομῆς καὶ τῆς κατὰ λόγον γεωμετρικῆς ἀναλογίας, τὸ συνδυάσαι καὶ συζεῦξαι2 τὸ πρέπον καὶ ἁρμόζον ἑκάστῳ τῶν ἀνθρώπων δῶρον, καὶ γενέσθαι ὡς ἔχει ὁ ἄνθρωπος πρὸς τὸν ἄνθρωπον, οὕτω καὶ τὸ ὅλον πρὸς τὸ ὅλον, τουτέστιν οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τοῦ δοθέντος αὐτῷ πρὸς τὸν ἄνθρωπον μετὰ τοῦ δοθέντος ἐκείνῳ. οἷον εἰ ἦν ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων, δεῖ μετὰ τὴν διανομὴν καὶ τὸν Ἀχιλλέα μετὰ τῶν δοθέντων αὐτῷ νομισμάτων διπλασίονα εἶναι τοῦ Αἴαντος σὺν τοῖς νομίσμασι τοῦ Αἴαντος. τοῦτο δὲ δῆλον ἔσται ἐπ’ ἀριθμῶν. ἔστω ὁ Ἀχιλλεὺς ὁ η̄ ἀριθμός, ὁ δ’ Αἴας ὁ δ̄, τὰ δοθέντα τῷ Ἀχιλλεῖ νομίσματα ϛ, τὰ δὲ τῷ Αἴαντι γ. ἔστιν οὖν, ὡς ὁ η̅ ὁ Ἀχιλλεὺς πρὸς τὰ δ̅ τὸν Αἴαντα, οὕτω τὰ ϛ̅ νομίσματα πρὸς τὰ γ̅· ἐν διπλασίονι γὰρ λόγῳ καὶ τὰ ὀκτὼ πρὸς τὰ δ̅ καὶ τὰ ϛ̅ πρὸς τὰ γ̅. καὶ ἐναλλὰξ ὡς ὁ Ἀχιλλεὺς ὁ η̅ πρὸς τὰ ϛ̅ νομίσματα, οὕτως ὁ Αἴας ὁ δ̅ πρὸς τὰ γ̅ νομίσματα. ἐν ἐπιτρίτῳ γὰρ λόγῳ· καὶ γὰρ καὶ ὁ η̅ τοῦ ϛ̅ ἐπίτριτος καὶ ὁ δ̅ τοῦ γ̅. καὶ ὡς ἄρα ἓν πρὸς ἕν, ἤτοι Ἀχιλλεὺς πρὸς Αἴαντα, οὕτω καὶ τὸ ὅλον, ἤτοι ὁμοῦ τὰ β̅ ὁ Ἀχιλλεὺς καὶ τὰ ϛ̅ νομίσματα, πρὸς τὸ ὅλον, ἤτοι τὸν Αἴαντα καὶ τὰ γ̅ νομίσματα. ἔστι δὲ ὁ Ἀχιλλεὺς η̅ καὶ τὰ νομίσματα αὐτοῦ ϛ̅, ϛ̅ δὲ καὶ η̅ ιδ̅· ἀλλὰ καὶ ὁ Αἴας δ̅, καὶ τὰ νομίσματα τοῦ Αἴαντος γ̅, τρία δὲ καὶ δ̅ ζ̅. ὡς ἄρα ὁ Ἀχιλλεὺς ὁ η̅ πρὸς τὸν Αἴαντα τὸν δ̅, οὕτω τὸ ὅλον ὁ Ἀχιλλεὺς καὶ τὰ νομίσματα αὐτοῦ, ἅπερ εἰσὶ ιδ̅ πρὸς τὸν Αἴαντα καὶ τὰ αὐτοῦ, ἅ εἰσιν ζ̅· ἐν διπλασίονι γὰρ λόγῳ καὶ ὁ η̅ τοῦ δ̅ καὶ τὰ η̅ καὶ ϛ̅ τῶν δ̅ καὶ γ̅. ἂν οὖν οὕτω συζευχθῇ καὶ συντεθῇ, ὡς εἶναι ὡς τὸν ἡγούμενον πρὸς τὸν ἑπόμενον, οὕτω καὶ τὸ ὅλον ἤτοι τοὺς β̅ ἡγουμένους πρὸς τοὺς β̅ ἑπομένους, δικαία ἔσται ἡ διανομή· γέγονε γὰρ κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν.
“因此,正如第一项对第二项,第三项亦将对第四项,且更替亦然。” 设第一项为阿喀琉斯,第二项为大埃阿斯,并设阿喀琉斯为大埃阿斯的两倍;又设第三项为8个钱币,第四项为4个钱币。因此,正如阿喀琉斯对大埃阿斯(且他是两倍),8个钱币亦对4个钱币;且更替地,正如阿喀琉斯对给予他的8个钱币,大埃阿斯亦对给予他的4个钱币。因为根据几何学家们的说法,更替即是将前项对前项(作为后项)来取,并将后项(作为前项)对后项来取。他们将第一项(例如阿喀琉斯)称为前项,第二项(大埃阿斯)称为后项;再次将第三项(例如8个钱币)称为前项,4个钱币称为后项。因此,当有人说“正如阿喀琉斯对大埃阿斯,8亦对4”时,他将阿喀琉斯作为前项,同样将8个钱币亦作为前项,而将大埃阿斯与4个钱币作为后项来取。但当他又说“因此正如阿喀琉斯对8,大埃阿斯亦对4”时,他乃是更替地在说;因为他作了更替,把原本是前项的8变为了后项,而把原本是后项的大埃阿斯变为了前项。而使适合并相称于每个人类的礼物相结合与相联结,并且使得正如人对人所具有的关系,全体对全体亦如此(即伴随着给予他之物的人,对伴随着给予那人之物的人亦如此),这乃是公正分配与合于比的几何比例的特征。例如,若阿喀琉斯曾是大埃阿斯的两倍,在分配之后,伴随着给予他的钱币的阿喀琉斯,亦必须是伴随着大埃阿斯之钱币的大埃阿斯的两倍。而这一点在数上将是明了的。设阿喀琉斯为数8,大埃阿斯为4,给予阿喀琉斯的钱币为6,给予大埃阿斯的为3。因此,正如作为8的阿喀琉斯对作为4的大埃阿斯,6个钱币亦对3个;因为8对4与6对3皆处于两倍比中。且更替地,正如作为8的阿喀琉斯对6个钱币,作为4的大埃阿斯亦对3个钱币。因为它们处于三分之一又一比中;因为确实8对6是三分之一又一,4对3亦然。因此,正如一物对另一物(即阿喀琉斯对大埃阿斯),全体(即阿喀琉斯与6个钱币这两者合在一起)对全体(即大埃阿斯与3个钱币)亦如此。阿喀琉斯是8而他的钱币是6,6与8是14;大埃阿斯亦是4,大埃阿斯的钱币是3,3与4是7。因此,正如作为8的阿喀琉斯对作为4的大埃阿斯,全体即阿喀琉斯与他的钱币(它们是14)对大埃阿斯与他的钱币(它们是7)亦如此;因为8对4与8加6对4加3皆处于两倍比中。因此,若如此联结并合成,以致正如前项对后项,全体(即两个前项)对两个后项亦如此,则分配将是公正的;因为它是按照几何比例生成的。
- 1.19ἐναλλὰξ γὰρ κατὰ τοὺς γεωμέτρας ἐστὶ λῆψις τοῦ ἡγουμένου πρὸς τὸ ἡγούμενον ὡς ἑπομένου, καὶ τοῦ ἑπομένου ὡς ἡγουμένου πρὸς τὸ ἑπόμενον.
数学(欧几里得《几何原本》卷五定义12)中更替比(alternando)的定义。指将第一比的前项(A)对应于第二比的前项(C,作为后项,即 A : C),并将第一比的后项(B,作为前项)对应于第二比的后项(D,即 B : D)。句法上以 λῆψις 为表语,修饰语包含互为交错的前置介词短语与以 ὡς 引导的状语性从属结构(ὡς ἑπομένου, ὡς ἡγουμένου)。
- 1.19καὶ τοῦτό ἐστι τῆς δικαίας διανομῆς καὶ τῆς κατὰ λόγον γεωμετρικῆς ἀναλογίας, τὸ συνδυάσαι καὶ συζεῦξαι
属格 τῆς δικαίας διανομῆς καὶ τῆς... ἀναλογίας 为表示属性与特征的表语属格(“属于……的特征”)。句子的真正主语为后置的带冠词不定词 τὸ συνδυάσαι καὶ συζεῦξαι(结合与联结),随后的 καὶ γενέσθαι 作为同格成分并列。
