- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:20.25-22.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔阐明了比例不仅适用于抽象的单位数,亦适用于被计数的具体事物,并依据比的定义说明无论分离比例还是连续比例均至少需要四个项。随后,他将亚里士多德的论述重构为表明分配正义乃是几何比例的三段论,并结合受分配者(阿喀琉斯与埃阿斯)和分配物阐释了诸比的均等性。
" Τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ ἴδιον, ἀλλ’ ὅλως ἀριθμοῦ." Μοναδικὸν ἀριθμὸν λέγει ᾧ ἀριθμοῦμεν, οἷον τὴν δεκάδα, ᾗ ἀριθμοῦμεν τοὺς δέκα ἵππους ἢ τοὺς δέκα ἄνδρας, ὃς καὶ κυρίως ἀριθμὸς λέγεται, ὁμοίως καὶ τὴν πεντάδα καὶ εἰκοσάδα καὶ τοὺς ἄλλους ἀριθμούς. ὅλως δὲ ἀριθμοὺς λέγει τὰ ἀριθμητά, οἷον τοὺς δέκα βόας ἢ ἀνθρώπους ἢ τοὺς πέντε ἵππους ἢ ὄνους. ἀναλογία γάρ, φησίν, οὐ μόνον ἐστὶ τῶν ἐκ μονάδων συγκειμένων καὶ ὡς μέτρων λαμβανομένων ἀριθμῶν, ἀλλὰ καὶ τῶν ἀριθμητῶν ἢ καὶ ἠριθμημένων. ὡς γὰρ ἐπὶ τῶν ὡς μέτρων ἀριθμῶν ἔστι τις ἀναλογία, ὡς ὁ η̅ πρὸς τὸν δ̅, ὡς ὁ ϛ̅ πρὸς τὸν γ̅, οὕτως ἔστι καὶ ἐπὶ τῶν ἀριθμητῶν, ἵππων, κυνῶν, γραμμῶν, ἐπιπέδων καὶ ἁπλῶς ὧν ἐστιν ἀριθμός. καὶ γὰρ καὶ ἐν τούτοις ἀναλογία ἐστίν· ἔχουσι γὰρ ἀριθμόν· δεῖ γὰρ ἵνα ἀναλογία τις ᾖ, ἀριθμόν τινα εἶναι. καὶ ὅρα πῶς· φαμὲν γάρ, ὡς ὁ οἰκοδόμος πρὸς τὸν σκυτέα, τὸ ἔργον τοῦ οἰκοδόμου πρὸς τὸ τοῦ σκυτέως. ἔστι δὲ ὁ οἰκοδόμος δεκαπλασίων τοῦ σκυτέως· καὶ ἡ οἰκία ἄρα τοῦ ὑποδήματος, οἷον δέκα νομισμάτων ἡ οἰκία εἰ τύχοι ἀξία, τοιούτου ἑνὸς ἄξιον τὸ ὑπόδημα. ὁρᾷς ὅπως δεόμεθα ἀριθμοῦ εἰς τὸ γενέσθαι ἀναλογίαν. ἥ τε γὰρ ἀναλογία λόγων ἰσότης ἐστὶ καὶ ἐν τέτρασιν ἐλαχίστοις. τὸ ἰσότης ἀντὶ τοῦ ὁμοιότης· ἀναλογία γάρ ἐστι λόγων ὁμοιότης. καὶ ἐπεὶ ἀναλογία ἐστὶ λόγων ὁμοιότης, τὸ δὲ ὅμοιον τινὶ ὅμοιον, ἀνάγκη τὰ ὅμοια β̄ τοὐλάχιστον εἶναι· ὥστε καὶ τοὺς ἀνάλογον λόγους ἀνάγκη β̄ εἶναι τοὐλάχιστον. πάλιν ἐπεὶ λόγος ἐστὶ δύο μεγεθῶν ἢ δύο ἀριθμῶν πρὸς ἄλληλα ποιὰ σχέσις, ἀνάγκη τὸν λόγον ἐκ δύο εἶναι. ἐπεὶ οὖν ἡ ἀναλογία β̄ λόγων τοὐλάχιστον ὁμοιότης ἐστίν, ἕκαστος δὲ τῶν λόγων ἐκ δύο τινῶν ἐστιν, ἀνάγκη τὴν ἀναλογίαν ἐν τέτρασιν ἐλαχίστοις εἶναι. ἀναλογία δὲ ἐκ β̄ λόγων ἐστὶν ἥδε· ὡς ὁ η̄ πρὸς τὸν δ̄, ὁ ἓξ πρὸς τὸν γ̄, † καὶ αὕτη ἢ οὗτος ὁ λόγος ἐκ τοῦ ϛ̄ πρὸς γ̄. εἰσὶν οὖν λόγοι μὲν β̄, τέσσαρα δὲ μόρια, τὰ η̄ τὰ δ̄ τὰ ϛ̄ καὶ τὰ γ̄. ἔστι δὲ [καὶ] διῃρημένη ἡ ἀναλογία αὕτη. καὶ οὐ μόνον ἡ διῃρημένη ἐν τέτρασι θεωρεῖται, ἀλλὰ καὶ ἡ συνεχής, ὡς ὁ η̄ πρὸς τὸν δ̄, ὁ δ̄ πρὸς τὸν β̄. δὶς οὖν εἴρηται ὁ δ̄· ὥστε εἰ τεθῇ δὶς ὁ δ̄, τέσσαρες ἔσονται οἱ ὅροι, ὀκτώ, τέσσαρες καὶ πάλιν τέσσαρες, δύο. ἃ μὲν οὖν λέγει, ταῦτά ἐστιν. τὸ δὲ τῆς λέξεως τῆς οἷον ὡς ἡ τοῦ πρώτου πρὸς τὴν τοῦ δευτέρου τοιοῦτόν ἐστιν·1 ὡς ἡ τοῦ πρώτου ὅρου σχέσις τοῦ ὀκτὼ πρὸς τὸν δεύτερον τὸν δ̄, οὕτως ἡ τοῦ δευτέρου τοῦ δ̄ πρὸς τὴν τοῦ τρίτου τοῦ β̄.
“因为比例不仅为单位数所特有,而且普遍地为数所特有。” 他所谓的单位数,是指我们用以计数的数,例如十,我们用它来数十匹马或十个人,它也是严格意义上被称为数者,同样还有五、二十以及其他诸数。而他所谓普遍意义的数,则是指被计数之物,例如十头牛或人,或者五匹马或驴。因为他说,比例不仅属于由单位构成并被当作度量来取的数,而且亦属于可计数的或已被计数的事物。因为正如在作为度量的数之中存在某种比例(如8对4,正如6对3),在被计数的事物(马、狗、线、平面以及统而言之具有数的一切事物)之中亦同样存在比例。因为实则在这些事物中亦有比例;因为它们具有数;因为为了产生比例,必然存在某种数。请看如何如此:因为我们说,正如建筑师对于鞋匠,建筑师的作品亦对于鞋匠的作品。而建筑师是鞋匠的十倍;因而房屋对于便鞋亦是[十倍],例如若房屋恰好值十个钱币,便鞋则值这样的一个[钱币]。你看到我们为了形成比例是多么需要数。“因为比例是诸比的均等,并且至少存在于四个项之中。”“均等”是代替“相似”而言的;因为比例乃是诸比的相似。既然比例是诸比的相似,而相似之物必定对某物相似,那么相似之物至少必然有两个;从而成比例的诸比亦至少必然有两个。再者,既然比是两个量或两个数彼此之间的某种关系,那么比由两项构成亦是必然的。因此,既然比例至少是两个比的相似,而每个比又各由两项构成,那么比例至少存在于四个项之中便是必然的。由两个比构成的比例即是如下:正如8对4,6对3,并且这个比由6对3构成。因此比是两个,而组成部分是四个,即8、4、6与3。而这种比例也是分离比例。并且不仅分离比例在四个项中被考量,连续比例亦然,如8对4,4对2。因此4被说了两次;所以若将4置放两次,各项便将是四个:八、四,以及再次为四、二。因此他所说的即是这些。而“例如,正如第一个之于第二个那样”这一文句的意思乃是如此:正如第一项8对第二项4的关系那样,第二项4对第三项2的关系亦然。
"Ὥστε ἂν ἡ τοῦ β̄ τεθῇ δίς.2" Ἤτοι ὥστε ἂν ὁ δεύτερος τεθῇ δίς, τέσσαρες ἔσονται. ἔστι δὲ καὶ τὸ δίκαιον ἐν τέτρασιν ἐλαχίστοις. ὃ συνάγει διὰ τούτων ἐστίν, ὅτι τὸ διανεμητικὸν δίκαιον καὶ ἡ τοιαύτη δικαιοσύνη ἀνάλογόν ἐστιν, καὶ ἀναλογία γεωμετρική. εἴη δ’ ἂν ὁ συλλογισμὸς τοιοῦτος· τὸ διανεμητικὸν δίκαιον ἐν τέτρασίν ἐστι, β̄ ἡγουμένοις καὶ β̄ ἑπομένοις· τὸ ἐν τέτρασι τοιούτοις γεωμετρικὴ ἀναλογία ἐστί· τὸ διανεμητικὸν ἄρα δίκαιον ἐν γεωμετρικῇ ἀναλογίᾳ ἐστίν, ἢ εἰ βούλῃ γεωμετρικὴ ἀναλογία ἐστίν. ἀλλὰ τὸν μὲν τοιοῦτον συλλογισμὸν αὐτὸς οὐ τέθεικεν· ᾐνίξατο δὲ τὴν ἐλάττονα πρότασιν τὴν τὸ διανεμητικὸν δίκαιον ἐν τέτρασίν ἐστι, β̄ ἡγουμένοις καὶ β̄ ἑπομένοις, διὰ τοῦ ἔστι δὲ καὶ τὸ δίκαιον ἐν τέτρασιν ἐλαχίστοις, καὶ ὁ λόγος ὁ αὐτός· διῄρηται γὰρ ὁμοίως. τὸ γὰρ διῄρηται ὁμοίως ταὐτόν ἐστι τῷ ὡς γὰρ ἐν τοῖς ἀνθρώποις πρὸς οὓς γίνεται ἡ διανομή, ἔστιν ἡγούμενον καὶ ἑπόμενον, οἷον ὁ μὲν Ἀχιλλεὺς ἡγούμενον ὁ δ’ Αἴας ἑπόμενον, οὕτω καὶ ἐν τοῖς χρήμασιν, ὧν ἡ διανομή, ἔστιν ἡγούμενον καὶ ἑπόμενον, καὶ ὁ λόγος ὁ αὐτός, ἤτοι καὶ ὃν λόγον ἔχει ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα, τὸν αὐτὸν καὶ τὸ τῷ Ἀχιλλεῖ δοθὲν πρὸς τὸ τῷ Αἴαντι. τὸ δὲ οἷς τε καὶ ἅ, οἷς μὲν λέγει τὸν Ἀχιλλέα καὶ Αἴαντα, ἃ δὲ τὰ χρήματα.
“因此,如果将β的项置放两次。” 即,如果将第二项置放两次,便将有四个项。“并且公正之物亦至少存在于四个项之中”。他通过这些所推论出的结论是:分配的公正及此类正义乃是成比例的,且是几何比例。其三段论将是如下:“分配的公正存在于四个项之中,即两个前项与两个后项;存在于此类四项之中的是几何比例;因此分配的公正存在于几何比例之中,或者若你愿意,即是几何比例”。但他本人并未形式上提出这样的三段论;而是通过“公正之物亦至少存在于四个项之中,且其比是相同的;因为它是同样划分的”这句话,暗指了小前提,即“分配的公正存在于四个项之中,即两个前项与两个后项”。因为“同样划分”等同于说:正如在作为分配对象的众人之中有前项与后项(例如阿喀琉斯为前项而大埃阿斯为后项),在作为被分配之物的财物之中亦有前项与后项,且其比是相同的,即阿喀琉斯对大埃阿斯所具有的比,阿喀琉斯所得之物对大埃阿斯所得之物亦具有相同的比。至于“对之以及哪些”,以“对之”他意指阿喀琉斯与大埃阿斯,以“哪些”则指财物。
- 1.17τὸ δὲ τῆς λέξεως τῆς οἷον ὡς ἡ τοῦ πρώτου πρὸς τὴν τοῦ δευτέρου τοιοῦτόν ἐστιν
中性冠词 τὸ 将整句引文名词化作为主语。τῆς λέξεως 为所有格或同格属格,修饰引文(意即“该文句的[含义]”),其后省略了表示“含义”的被修饰词(如 νοούμενον 或 σημαινόμενον),整句意为“这一文句的含义乃是如此”。
- 1.18Ὥστε ἂν ἡ τοῦ β̄ τεθῇ δίς
在引文(lemma)中,亚里士多德原文中的 ἡ τοῦ β̄ 指代以字母表示的项 β(即项 β 或项 β 的关系),但注解者米海尔在紧随其后的意译中(Ἤτοι ὥστε ἂν ὁ δεύτερος τεθῇ δίς)将其转解为序数词“第二项”(ὁ δεύτερος)。因此在引文中保留原文字母 β̄,而在米海尔的释义中则依其构文判定译为序数“第二项”。
