← 艾菲索斯的米海尔

亚里士多德《尼各马可伦理学》第五卷评注

§19.8-20.24

分配的四项与不同政制下的配当标准

米海尔论证了分配正义必然包含至少四个项——两人与两物,并解释了亚里士多德文句中的倒装结构。随后,他依据“按照配当”说明正义是一种几何比例,并阐释了在民主制、寡头制与贵族制等不同政制下对配当衡量标准的分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Ἀνάγκη ἄρα τὸ δίκαιον ἐν ἐλαχίστοις εἶναι τέτρασιν." Ἐπεὶ γὰρ ἡ διανομὴ πρὸς τοὺς κοινωνοῦντας τῆς αὐτῆς πολιτείας γίνεται, ἀνάγκη τὸ δίκαιον ἐν ἐλαχίστοις τέτρασιν εἶναι. ἢ γὰρ ἴσοι εἰσὶν οἱ γεωργοὶ τοῖς στρατιώταις καὶ πάλιν ἡ βουλὴ τῷ δήμῳ, καὶ εἰσὶ κἀκεῖνοι δύο1 καὶ οὗτοι δύο, ἢ κρείττους οἱ γεωργοὶ ὡς πλείω ὠφελοῦντες τὴν πόλιν, χείρους δὲ οἱ στρατιῶται ὡς ἥττω, καὶ πάλιν δύο εἰσὶν ὡς κρείττονες καὶ χείρονες· ὁμοίως καὶ ἐπὶ τῆς βουλῆς καὶ τοῦ δήμου. ὁμοίως καὶ τὰ διδόμενα τοῖς γεωργοῖς ἢ ἴσα ἐστὶ τοῖς διδομένοις πρὸς τοὺς στρατιώτας, καί εἰσι δύο, ἢ τὰ μὲν πλείω τὰ δ’ ἐλάττω, καὶ οὕτως πάλιν δύο εἰσίν. ἐπεὶ οὖν οἷς ἀνθρώποις δίκαιον τυγχάνει τὰ χρήματα δοθῆναι δύο εἰσὶ καὶ τὰ διδόμενα δύο, ἀνάγκη τὸ δίκαιον ἐν τέτρασιν εἶναι, ἀνθρώποις μὲν δυσὶν ἢ τῷ ἀριθμῷ ἢ τῷ εἴδει καὶ πράγμασιν ὡσαύτως δυσίν. τὰ μὲν οὖν λεγόμενα ταῦτ’ ἐστί· τὴν δὲ λέξιν τὴν καὶ ἐν οἷς τὰ πράγματα, δύο, ὑπερβατῶς ἀναγνωστέον· καὶ τὰ πράγματα ἐν οἷς, δύο. ἦν δ’ ἂν σαφεστέρα, εἰ ἀντὶ δοτικῆς πτώσεως τῶν πληθυντικῶν κατὰ γενικὴν τῶν πληθυντικῶν ἦν γεγραμμένη. ἔστι δὲ ὃ λέγει· καὶ τὰ πράγματα οἷς τουτέστιν ὧν ἡ διανομή, δύο ἐστί, καὶ τὴν αὐτὴν ἰσότητα καὶ τὸ αὐτὸ πρέπον ἔχουσι καὶ οἱ ἄνθρωποι καὶ τὰ πράγματα. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οἷς καὶ ἐν οἷς, λέγων οἷς τοὺς ἀνθρώπους, ἐν οἷς δὲ τὰ πράγματα. ὡς γὰρ οἱ ἄνθρωποι ἔχουσι πρὸς ἀλλήλους, καὶ τὰ σφίσι διδόμενα ἕξει, καὶ ὡς αὐτά, οὕτω κἀκεῖνοι. ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς, ἤτοι ὡς γὰρ οἱ ἄνθρωποι ἔχουσι πρὸς ἀλλήλους, οὕτω κἀκεῖνα ἕξουσι, τὰ χρήματα δηλονότι. δύναται τὸ ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς εἰρῆσθαι περὶ τῶν πραγμάτων, τὸ δὲ κἀκεῖνα ἔχει περὶ τῶν πολιτῶν.2 ὅταν μὲν οὖν οὕτω γίνηται ἡ διανομή, καὶ ἕκαστοι τὰ ἴσα καὶ ἁρμόζοντα αὐτοῖς ἔχωσιν, εἰρηνεύει ἡ πόλις· ὅταν δὲ οἱ ἄνισοι ἴσα ἔχωσιν ἢ οἱ κρείττους ἐλάττω οἱ δὲ χείρους πλείω ἔχωσι καὶ νέμωνται, τότε μάχαι καὶ ἐγκλήματα καὶ στάσεις κατ’ ἀλλήλων.

“因此公正之物必然至少存在于四个项之中。” 因为既然分配是在共有同一城邦政制的人们之间进行的,那么公正之物必然至少存在于四个项之中。因为要么农夫与士兵均等,而议事会又与民众均等,前者是两个,后者亦是两个;要么农夫作为对城邦贡献更大者而更为优越,士兵作为贡献更小者而较为劣弱,并且作为优者与劣者而言同样是两个;在议事会与民众的情况中亦同。同样地,给予农夫之物要么与给予士兵之物均等,而它们是两项,要么一者较多而另一者较少,并且按这种方式它们亦是两项。因此,既然公正地获得财物的当事人是两个,所给予的财物亦是两个,那么公正之物必然存在于四个项之中:即在数目上或种属上为两个的人之中,以及同样为两项的物之中。因此所言之意即是这些;但“以及在其中事物所在的那些,亦是两个”这句话,应当按语序倒装(hyperbaton)读作“而在它们之中的事物,亦是两个”。倘若它是用复数属格代替复数与格来写,本会更为明晰。他的意思是:属于它们的事物,即被分配的事物,亦是两项,并且人与事物都具有相同的均等与相同的适宜性。因为他通过“相对于哪些”与“在哪些之中”表明了这一点,用“相对于哪些”指人,用“在哪些之中”指事物。因为正如人们彼此相对的关系那样,给予他们的事物亦将具有相应的关系,正如这些事物那样,那些人亦然。因为“正如在其中的那些事物那样”,即正如人们彼此相对的关系那样,那些事物,显然即财物,亦将具有相应的关系。或者亦可将“正如在其中的那些事物那样”解作关于事物而言,而将“那些人亦然”解作关于公民而言。因此,当分配如此进行,并且每个人都拥有对他们而言均等且适宜之物时,城邦便处于和平;但当不均等者拥有均等之物,或者优越者拥有较少,而劣弱者拥有并被分配较多时,那时便会发生彼此之间的争斗、控诉与内讧。

§1.16

"Ἔτι ἐκ τοῦ κατ’ ἀξίαν τοῦτο δῆλον." Εἰπὼν ὅτι δικαία διανομή ἐστιν, ὅταν γένηται τὰ διδόμενα ὡς ἐκεῖνοι πρὸς οὓς δίδονται (τοῦτο δ’ ἐστὶν ἀναλογία γεωμετρική) ὅτι, φησίν, ἀναλογία ἐστὶ τοῦτο, δῆλον ἐκ τοῦ κατ’ ἀξίαν. εἰ γὰρ δίκαιον τὸ κατ’ ἀξίαν, τὸ δὲ κατ’ ἀξίαν ἀνάλογον, τὸ δίκαιον ἄρα ἀνάλογον. καὶ τὴν μὲν ἐλάττω πρότασιν τὴν λέγουσαν δίκαιόν ἐστι τὸ κατ’ ἀξίαν ἐδήλωσε διὰ τοῦ τὸ γὰρ δίκαιον ἐν ταῖς διανομαῖς ὁμολογοῦσι πάντες κατ’ ἀξίαν τινὰ δεῖν εἶναι· τὴν δὲ μείζω τὴν λέγουσαν τὸ κατ’ ἀξίαν ἀνάλογον καὶ τὸ συμπέρασμα παρῆκεν.3 ἔθος δὲ αὐτῷ σχεδὸν πανταχοῦ τοῦτο ποιεῖν. τὴν μέντοι ἀξίαν οὐ τὴν αὐτὴν λέγουσι πάντες. μέτρον, φησί, καὶ ὅρον τῆς ἀξίας καὶ τῆς ἰσότητος οὐ τὸ αὐτὸ πάντες τίθενται, ἀλλ’ οἱ μὲν δημοκρατικοὶ τῇ ἐλευθερίᾳ μετροῦσι τὴν ἀξίαν καὶ τὸ ἴσον, καὶ ἴσους φασὶ πάντας τοὺς ἐλευθέρους, κἂν ὁ μέν, εἰ τύχοι, Θεμιστοκλῆς ἢ Περικλῆς τυγχάνῃ ὤν, ὁ δὲ σκυτεὺς ἢ βυρσοδέψης, καὶ δεῖν φασιν ἐν τῇ διανομῇ τὸν στρατηγικώτατον Περικλέα μὴ πλέον τι λαβεῖν τοῦ σκυτέως, ἀλλὰ τὸ ἴσον· οἷον εἰ νόμισμα ἓν ἐδόθη τῷ σκυτεῖ, καὶ τῷ Θεμιστοκλεῖ ἓν δοθῆναι δεῖ, ὅτι ἀμφότεροι ἐλεύθεροι καὶ ἴσοι· τῆς γὰρ αὐτῆς ἀξίας μετέχουσι τῆς ἐλευθεριότητος. οἱ μὲν οὖν δημοκρατικοὶ ἐλευθερίᾳ, ὡς εἴρηται, κρίνουσι τὴν ἰσότητα, οἱ δὲ ὀλιγαρχικοὶ πλούτῳ, κἀκείνους λέγουσιν ἴσους καὶ ἴσα δεῖν ἔχειν καὶ νέμεσθαι, ὅσων ἡ οὐσία ἴση, ὧν δὲ ἐλάττων, ἀνίσους καὶ ἐλάττονας ἐκείνων, ὥστε καὶ τὰ διδόμενα αὐτοῖς ἐλάττονα δεῖν εἶναι. οἱ δ’ ἀριστοκρατικοὶ ἀρετῇ κρίνουσι τὸ ἴσον καὶ φασὶ πάντας τοὺς σπουδαίους ἴσους εἶναι, κἂν οἱ μὲν αὐτῶν ὦσι πλουσιώτεροι, οἱ δ’ ἐνδεέστεροι. οἱ δὲ κρίνουσι τὴν ἰσότητα τῇ εὐγενείᾳ καὶ τοὺς τοιούτους πάντας ἴσους φασίν. εἰ δὴ τοῦθ’ οὕτως ἔχει, οὐ τὸ αὐτὸ ἴσον τε καὶ δίκαιον ἐν πάσαις ταῖς πολιτείαις ἔσται. ἐρεῖ δὲ περὶ τούτων ὁ Ἀριστοτέλης ἐν ταῖς Πολιτείαις καὶ πολλὰ καὶ καλά.

“此外,这一点从‘按照配当’中亦是显而易见的。” 在说了当所给予之物与那些接受分配者之间的关系相符时即为公正的分配之后(而这乃是几何比例),他说,这是比例,从“按照配当”中是显而易见的。因为如果公正之物是按照配当之物,而按照配当之物是成比例的,那么公正之物便是成比例的。他通过“因为所有人都同意,分配中的公正之物必然是按照某种配当的”这句话表明了小前提,即声称“公正之物是按照配当之物”的前提;但声称“按照配当之物是成比例的”大前提以及结论,他则省略了。他几乎在所有地方都习惯于这样做。然而,并非所有人所说的配当都是相同的。他说,并非所有人都将相同的标准和界限定为配当与均等,而是民主派以自由来衡量配当与均等,并主张所有自由人都是均等的,即便一人恰好是地米斯托克利或伯里克利,而另一人是鞋匠或皮革匠;并且他们主张在分配中,最具将才的伯里克利不应当比鞋匠多得任何东西,而应得均等之物;例如,若给鞋匠一枚钱币,给地米斯托克利亦必须给一枚,因为两人皆是自由人且均等;因为他们分享着自由这一相同的配当。因此,正如所言,民主派以自由判定均等,而寡头派则以财富判定,并声称凡财产均等者皆是均等的,且应当拥有并被分配均等的份额,而财产较少者则是不均等的且劣于前者,从而给予他们的东西亦必然较少。贵族派则以德性判定均等,并主张所有贤达者皆是均等的,即便他们之中有些人较为富裕,有些人较为贫乏。另有些人则以出身高贵来判定均等,并主张所有这类人皆是均等的。因此,如果事情确实如此,那么在所有政制中均等与公正之物便不会是相同的。关于这些事,亚里士多德在《政治学》中将有许多精彩的论述。

语法注3 条
  1. 1.15καὶ ἐν οἷς τὰ πράγματα, δύο, ὑπερβατῶς ἀναγνωστέον· καὶ τὰ πράγματα ἐν οἷς, δύο

    针对亚里士多德原文(1131a19-20)中的“καὶ ἐν οἷς τὰ πράγματα, δύο”(其中介词短语ἐν οἷς位于名词短语τὰ πράγματα之前),注疏者将其视作语序倒装(hyperbaton),并指出应理解为“καὶ τὰ πράγματα ἐν οἷς, δύο”。关系代词οἷς指接受分配的人,κατὰ πράγματα指被分配的财物。

  2. 1.15δύναται τὸ ὡς γὰρ ἐκεῖνα ἔχει τὰ ἐν οἷς εἰρῆσθαι περὶ τῶν πραγμάτων, τὸ δὲ κἀκεῖνα ἔχει περὶ τῶν πολιτῶν

    注疏者对前句关于人与财物的比例对应关系提出了另一种句法解释。第一种解释将前分句中的“ἐκεῖνα τὰ ἐν οἷς”理解为人,将“κἀκεῖνα”理解为财物;而第二种解释则允许将“ἐκεῖνα τὰ ἐν οἷς”理解为关于事物(财物),将“κἀκεῖνα”理解为关于公民(人)。

  3. 1.16τὴν μὲν ἐλάττω πρότασιν... τὴν δὲ μείζω... καὶ τὸ συμπέρασμα παρῆκεν

    此处梳理了亚里士多德论证作为省略三段论的骨架。注疏者指出,小前提(“分配中的公正依据配当”)在亚里士多德原文中被明示,而大前提(“依据配当之物是成比例的”)与结论(“公正之物是成比例的”)则被省略了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:19.8-20.24