- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:1.3-2.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔在《尼各马可伦理学》卷五的引言中区分了整体正义与特殊正义,并注解了第1章开头(1129a3)关于正义与不正义的考察对象、方法以及基于通见给出的初步轮廓描述。
Ἐν τῷ παρόντι βιβλίῳ πέμπτῳ ὄντι τῶν τῆς Ἀριστοτέλους Ἠθικῶν Νικομαχείων πραγματείας πρόθεσίς ἐστιν εἰπεῖν περὶ τῆς μερικωτέρας δικαιοσύνης καὶ τοῦ συστοίχου ταύτῃ δικαίου, τῶν ἀντικειμένων τε τούτοις ἀδικίας καὶ ἀδίκου. διττὴ γὰρ ἡ δικαιοσύνη λέγεται, ἥ τε ὅλη ἀρετὴ καὶ ἡ προκειμένη, ἥτις καὶ ἀντιδιῄρηται τῇ φρονήσει, τῇ ἀνδρίᾳ, τῇ σωφροσύνῃ, ὧν ἑκάστη πρὸς τῷ δικαιοσύνη λέγεσθαι καὶ ἰδίως ἡ μὲν φρόνησις ἡ δ’ ἀνδρία, ἡ δὲ σωφροσύνη ὀνομάζεται.1 ἡ δὲ προκειμένη ἀρετὴ δικαιοσύνη μὲν λέγεται καὶ ὀνομάζεται τῷ τῆς ὅλης δικαιοσύνης ὀνόματι, ὄνομα δ’ ἴδιον οὐκ ἐκληρώσατο, ἀλλ’ ὥσπερ ἐκεῖνος ὁ ὀλυμπιονίκης οὐ Σωκράτης, οὐ Πλάτων, οὐκ Ἀριστείδης, ἀλλὰ τῷ κοινῷ πάντων ἀνθρώπων ὀνόματι ἄνθρωπος ὠνομάζετο, οὕτω καὶ ἡ παροῦσα ἀρετὴ δικαιοσύνη καλεῖται τῷ κοινῷ τῆς ὅλης δικαιοσύνης ὀνόματι. εἰσὶ δὲ αὐτῆς μέρη δύο, τό τε διανεμητικὸν δίκαιον καὶ τὸ διορθωτικόν. τί δὲ τούτων ἑκάτερόν ἐστιν, ἐροῦμεν ὅταν ὁ δαιμόνιος Ἀριστοτέλης περὶ τούτων λέγῃ.
在当前这一卷——即亚里士多德《尼各马可伦理学》著作的第五卷中,其意图是论述部分的正义及与之相对应的正义之物,以及与它们相对立的不公正和不公正之物。因为正义有两种称谓:整体的德性,以及此处所讨论的正义,后者与实践智慧、勇敢、节制并列划分,后三者除被称为正义之外,各自还特有地被称为实践智慧、勇敢和节制。但此处所讨论的德性虽然被称为正义,并以整体正义之名命名,却并未分得自身特有的名称,正如那位奥林匹克优胜者既不叫苏格拉底,也不叫柏拉图,也不叫阿里斯泰德,而是用一切人类的共同名称被称为“人”一样,当前的德性也用整体正义的共同名称被称为正义。它有两个部分:分配的正义和矫正的正义。这两者各自是什么,我们将在神圣的亚里士多德谈及它们时予以说明。
"Περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας τε τυγχάνουσιν οὖσαι πράξεις.2" Ἐπειδὴ τῆς αὐτῆς καὶ μιᾶς ἐστιν ἐπιστήμης θεωρεῖν τἀναντία, οἷον μουσικῆς τὸ ἡρμοσμένον καὶ ἀνάρμοστον, ἀριθμητικῆς τὸ περιττὸν καὶ ἄρτιον, καὶ τῶν ἄλλων ὁμοίως, ἔστι δὲ καὶ ἡ δικαιοσύνη τῇ ἀδικίᾳ καὶ τὸ δίκαιον τῷ ἀδίκῳ ἐναντία, εὔλογόν ἐστιν, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, περὶ ἀμφοῖν ἰδεῖν, περὶ ποίας πράξεις οὖσαι τυγχάνουσιν. ὡς γὰρ ἡ δειλία καὶ ἡ ἀνδρία περὶ φόβους ἦσαν καὶ θάρση τὰ περὶ τοὺς πολέμους, καὶ ἡ σωφροσύνη καὶ ἡ ἀκολασία περὶ ἡδονὰς καὶ λύπας τὰς περὶ μῖξιν ἄρρενος καὶ θήλεος, οὕτω καὶ ἡ προκειμένη δικαιοσύνη καὶ ἀδικία περὶ τὸ ἴσον καὶ ἄνισον, ὡς δείξει προϊών. σκεπτέον, φησί, περὶ ποίας τυγχάνουσιν οὖσαι πράξεις. λέγει δὲ πρᾶξιν τὴν δικαίαν διανομήν, οὖσαν κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, καὶ τὴν τῶν ἀδικημάτων ἐπανόρθωσιν, οὖσαν καὶ αὐτὴν κατὰ ἀναλογίαν, οὐ τὴν γεωμετρικὴν ἀλλὰ τὴν ἀριθμητικήν, ὧν τὴν διαφορὰν ἐροῦμεν, ὅταν λέγῃ περὶ αὐτῶν ἐν τῷ παρόντι βιβλίῳ. τὸ δὲ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη, ἐπεὶ αἱ ἀρεταὶ μεσότητες ἐδείχθησαν οὖσαι, καὶ τίνων μέσον ἐστίν.3 ἔστι δὲ ὡς δείξει μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως, καὶ τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος. ἡ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τὴν αὐτὴν μέθοδον τοῖς προειρημένοις. εἴρηκε γὰρ καὶ κατ’ ἀρχὰς ἐν τῷ πρώτῳ τῆς παρούσης πραγματείας ὅτι οὐ πάντα τὴν ἀποδεικτικὴν ἀκρίβειαν ἐπιδέχεται τὴν ἐκ τῶν καθ’ αὑτὰ ἢ αὐτὰ τοῖς πράγμασιν ὑπαρχόντων γινομένην, καὶ νῦν πάλιν τὸ αὐτὸ διὰ τούτου λέγει, δυνάμει λέγων ὡς καὶ περὶ δικαιοσύνης ἐκ τῶν πολλαχῶς, ὡς εἶπεν ἐκεῖ, καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ δεῖ τοὺς λόγους συμπεραίνειν, καὶ ἐκ τῶν δοκούντων τοῖς πᾶσιν ἢ τοῖς σοφοῖς. διὸ καὶ τὴν ἀρχὴν ἐκ τῶν δοκούντων ποιεῖται λέγων ὁρῶμεν δὲ πάντας τὴν τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν. ἔστι δὲ ὁ λόγος οὗτος ὁ λέγων ὅτι δικαιοσύνη ἐστὶν ἕξις ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν οὐχ ὁρισμὸς ἀλλ’ ὑπογραφή· οὐ γὰρ οἷόν τε ἕνα λόγον καὶ ὁρισμὸν τῶν πολλαχῶς λεγομένων ἀποδοῦναι, ἡ δὲ δικαιοσύνη, ὡς προϊὼν δείξει, τῶν πολλαχῶς λεγομένων ἐστί. καὶ διὰ τοῦτο ἐπήνεγκε διὸ καὶ ἡμῖν ὡς ἐν τύπῳ ἤτοι ὡς ἐν ὑπογραφῇ τοῦτο ἔστω δικαιοσύνη. οὐ γὰρ τὸν αὐτὸν ἔχει τρόπον ἐπί τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ τῶν ἕξεων.
“关于正义与不正义,我们必须考察它们究竟关涉何种行为。” 既然考察对立面属于同一门知识,例如音乐考察协调与不协调,算术考察奇数与偶数,其余亦然,并且正义与不正义、正义之物与不正义之物是对立的,那么考察这两者究竟关涉何种行为,便是在理的,姑且不说是必然的。因为正如懦弱与勇敢关涉战争中的恐惧与自信,节制与放荡关涉男女交合中的快乐与痛苦一样,此处所讨论的正义与不正义也关涉平等与不平等,正如他随后将表明的那样。他说,必须考察它们究竟关涉何种行为。而他把按照几何比例的公正分配,以及对不公正行为的矫正(这本身也是按照比例的,不是几何比例而是算术比例)称为“行为”,两者的区别我们将在当前这一卷他谈及它们时予以说明。并且[还必须考察]“正义是何种中道” ——因为诸德性已被表明是中道——“以及它处于哪些事物之间”。而正如他将表明的那样,它是过度与不足之间的中道,正义之物是较多与较少之间的中间。“愿我们的考察依照与前述事物相同的方法进行。”因为他在本著作的第一卷开篇处也曾说过,并非所有事物都接受由事物自身固有的属性所产生的证明性精确度;现在他又通过这话重申同样的意思,实质上是说,关于正义,正如他在那里所言,也必须从多重含义的事物出发、从多半如此的事物出发,以及从所有人或智者所认可的意见出发来得出论证结论。因此,他也从广受认可的意见出发,说“我们看到人人都希望把人们依之想要行公正之事的那种品质称为正义”。而这个说正义是人们依之想要行公正之事的那种品质的说法,并非定义,而是一个素描轮廓;因为对于多重含义的词,不可能给出单一的说明和定义,而正如他随后将表明的,正义属于有多重含义的事物。正因如此,他补充道:“因此,对我们而言,就让这作为大略的轮廓、即作为素描轮廓而成为正义吧。因为对于科学与能力而言,其情况并不与品质相同。”
- 1.0ὧν ἑκάστη πρὸς τῷ δικαιοσύνη λέγεσθαι καὶ ἰδίως ἡ μὲν φρόνησις ἡ δ’ ἀνδρία, ἡ δὲ σωφροσύνη ὀνομάζεται
介词短语 πρὸς τῷ 搭配不定式(δικαιοσύνη λέγεσθαι)表示递进或附加,意为“除被称为正义之外”。关系代词 ὧν 是前面提到的三种具体德性(实践智慧、勇敢、节制)的属格,在此作 ἑκάστη 的部分属格。
- 1.1περὶ ποίας τε τυγχάνουσιν οὖσαι πράξεις
由 σκεπτέον 引领的间接疑问句。句中使用了 τυγχάνω 搭配分词(οὖσαι)的迂回表达,意为“它们究竟/恰巧关涉何种行为”,作为解释考察对象的宾语从句。
- 1.1τὸ δὲ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη ... καὶ τίνων μέσον ἐστίν
中性定冠词 τό 将接下来的亚里士多德原文句(相当于 1129a4-5)实质名词化引出。从结构上看,承接开头的 σκεπτέον,此处省略了主谓动词,需补出“亦须考察……”。
