- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:18.1-19.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》第五卷(1131a9),注解者运用对立论题阐明公正即是中间与均等,确立了均等与分配正义所涉及的项数(四项:两个接受者与两份被分配之物),并结合几何比例解释了依配当进行分配的内涵。
" Ἐπεὶ δ’ ὅ τε ἄδικος ἄνισος καὶ τὸ ἄδικον ἄνισον, δῆλον ὅτι καὶ μέσον τί ἐστι τοῦ ἀνίσου." Διὰ τούτων δείκνυσιν ὅτι τὸ δίκαιον μέσον καὶ ἡ δικαιοσύνη μεσότης, ὅπερ ἐστὶν ἴδιον τῆς ἀρετῆς. εἴρηται πολλάκις καὶ δέδεικται ὅτι αἱ ἀρεταὶ μεσότητές εἰσιν. εἰ γὰρ τὸ ἄδικον ἄνισον, δῆλον ὅτι τὸ δίκαιον ἴσον διὰ τοῦ λέγοντος τόπου, εἰ τὸ ἐναντίον ὑπάρξει τῷ ἐναντίῳ, καὶ τὸ λοιπὸν τῷ λοιπῷ.1 ἐπεὶ γὰρ ἀντίκειται τὸ ἴσον τῷ ἀνίσῳ καὶ τὸ δίκαιον τῷ ἀδίκῳ, ὑπάρχει δὲ τὸ ἄνισον τῷ ἀδίκῳ, τὸ ἴσον ὑπάρξει τῷ δικαίῳ, καὶ ἔσται ἐξ ἀνάγκης τὸ δίκαιον ἴσον. ἔσται οὖν τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος. ὃ καὶ ἄνευ λόγου δοκεῖ πᾶσι, λέγων λόγον τὸν λέγοντα τόπον δύο ἀντιθέσεων οὐσῶν, εἰ τὸ ἓν τῶν ἀντικειμένων ἐν τῷ ἑνὶ τῶν ἀντικειμένων ἐστί, καὶ τὸ λοιπὸν ὑπὸ τὸ λοιπὸν ἔσται· καὶ εἴρηται πῶς. ἔστι δὲ τὸ ἴσον ἐν ἐλαχίστοις δυσίν. ἐπεὶ τὸ ἴσον τῶν πρός τι, τῶν πρός τι δὲ τὸ εἶναί ἐστιν ἐν τῷ πρός τί πως ἔχειν, καὶ τῷ ἴσῳ ἄρα τὸ εἶναί ἐστιν ἐν τῷ πρός τί πως ἔχειν, ἤτοι πρὸς ἴσον· τὸ γὰρ ἴσον ἴσῳ ἴσον. συλλογιστέον δὴ οὕτως· τὸ ἴσον πρός τι, τὸ πρός τι ἐν δυσί, τὸ ἴσον ἐν δυσίν. ὅτι δὲ τὸ πρός τι ἐν δυσί, δῆλον· τὸ γὰρ διπλάσιον ἡμίσεος καὶ ὁ πατὴρ υἱοῦ. καὶ τὸ ἴσον ἄρα ἐκείνῳ ἴσον, πρὸς ὃ λέγεται ἴσον. καὶ ἐπεὶ τὸ δίκαιον ἴσον, τὸ δ’ ἴσον ἐν δυσί, καὶ τὸ δίκαιον ἐν δυσί, τῷ νεμομένῳ πράγματι καὶ τῷ πρὸς ὃν ἡ νομή· καὶ ἔσται ὡς μὲν ἁπλῶς ἴσον ἐν δυσί (τὸ γὰρ ἴσον, ὡς εἴρηται, ἴσῳ ἴσον), ὡς δὲ δίκαιον ἐν τέτρασι, τοῖς τε λαμβάνουσι καὶ τοῖς διανεμομένοις χρήμασιν ἢ τιμαῖς. κἂν γὰρ πλείους ὦσιν οἱ λαμβάνοντες οἷον ν ἢ ρ, ὡς β θεωροῦνται·2 ἢ γὰρ ὡς ἴσοι, τὸ δὲ ἴσον ἐν δυσίν, ἢ ὡς ἄνισοι, καὶ τοῦτο ὡς β· καθ’ ὑπεροχὴν γὰρ καὶ ἔλλειψιν. εἰπὼν δὲ τὸ ἴσον ἐν ἐλαχίστοις ἐστὶ δυσίν, ἐπάγει ἀνάγκη δὴ τὸ δίκαιον καὶ μέσον εἶναι καὶ ἴσον καὶ τισὶ καὶ πρός τινας. καὶ διὰ τί τούτων ἕκαστόν ἐστι τὸ δίκαιον λέγει. μέσον μὲν γάρ ἐστι διὰ τὸ τὸ πλέον καὶ τὸ ἔλαττον παρ’ ἑκάτερα αὐτοῦ κεῖσθαι, καὶ ᾗ μὲν μέσον, δύο τινῶν ἐστι μέσον· ᾗ δὲ ἴσον, ἐν δυσὶ τῷ νεμομένῳ καὶ μεριζομένῳ πράγματι καὶ τῷ πρὸς ὃν νέμεται ἀνθρώπῳ· ᾗ δὲ δίκαιον, τισὶ καὶ πρός τινας. τὸ δὲ τισὶ καὶ πρός τινας ἐκ παραλλήλου κεῖται ταὐτὸν σημαῖνον·3 πρὸς ἄλλους γὰρ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη, ὡς εἴρηται, δύναται. τὸ δὲ ᾗ δὲ ἴσον, ἐν δυσὶ δύο λέγει τά τε διανεμόμενα πράγματα καὶ πάλιν τοὺς πρὸς οὓς διανέμονται. ἢ γὰρ ὅδε καὶ ὅδε πρὸς οὓς δίδονται * * οἷον εἰ τύχοι τὰ νομίσματα ἢ τὰ οἰκόπεδα ἢ γῆ, οἷον ε καὶ ε νομίσματα ἢ πενταμέδιμνος καὶ πενταμέδιμνος γῆ. λέγει γὰρ ἐν ταῖς Πολιτείαις καὶ τοιαύτην ἰσότητα, λέγει καὶ τὴν εἰρημένην· τὸ γὰρ κατ’ ἀξίαν διδόμενόν τινι ἴσον ἐκείνῳ ἐστίν. ἐπεὶ γὰρ ἴσα ἐστὶ κατὰ τοὺς γεωμέτρας τὰ προσαρμόζοντα καὶ μήθ’ ὑπερέχοντα μήτ’ ἐλλείποντα, εἰ ἔστιν ὁ Ἀχιλλεὺς διπλασίων τοῦ Αἴαντος, δοθῇ δὲ τῷ μὲν Ἀχιλλεῖ νομίσματα η̅, τῷ δ’ Αἴαντι δ̅, τὰ κατ’ ἀξίαν λαβὼν ἕκαστος τὸ ἴσον ἑαυτῷ ἔλαβε· κείσθω γὰρ τὸν Ἀχιλλέα μήτε πλείω τῶν η̅ μήτε ἐλάττω λαβεῖν ἄξιον εἶναι, ὁμοίως καὶ τὸν Αἴαντα.
“既然不公正的人是不均等的,且不公正的事物也是不均等的,那么显而易见,在不均等之中亦有某种中间。” 通过这些话,他表明正义是一种中间,而正义之德是一种中道,这正是德性所固有的属性;因为早已屡次言及并论证过,诸德性乃是中道。因为如果不公正的事物是不均等的,那么根据那条论题显而易见,公正的事物是均等的,该论题称:“若相反者属于相反者,则剩余者亦属于剩余者。”因为既然均等与不均等相对立,公正与不公正相对立,而不均等属于不公正,那么均等便将属于公正,并且必然地,公正的事物将是均等的。因此,公正的事物将是多与少之间的中间。即便没有论证,这也是所有人所认为的,但他将那条论题称为论证,该论题称:在存在两对对立时,如果对立项之一存在于另一对立项之一中,那么剩余的一项亦将在剩余的另一项之下;并且其具体情况已被说明。然而,均等之物至少存在于两者之中。因为既然均等属于关系词,而关系词的本质在于以某种方式相对于某物,那么对于均等之物而言,其本质亦在于以某种方式相对于某物,即相对于某个均等者;因为均等者乃是相对于均等者的均等。故当如此作三段论推导:“均等属于关系词;关系词存在于两者之中;[因此]均等存在于两者之中。”至于关系词存在于两者之中,则是显而易见的;因为两倍是相对于一半而言,父亲是相对于儿子而言。因此,均等之物亦是相对于那被称为与其均等之物而言是均等的。既然公正之物是均等的,而均等存在于两者之中,那么公正之物亦存在于两者之中:即在所配给的物与配给所指向的人之中。作为单纯的均等,它将存在于两者之中(因为如前所述,均等者相对于均等者而言是均等的),但作为公正之物,它将存在于四个项之中:即在接受者与被分配的财物或荣耀之中。因为纵使接受者人数众多,例如ν[五十]或ρ[一百],他们亦被视为β[两个];因为他们要么被视为均等者,而均等存在于两者之中,要么被视为不均等者,而这亦由于过度与不及而被视为β[两个]。在说了“均等之物至少存在于两者之中”之后,他接着说:“因此公正之物必然既是中间又是均等,且是对于某些人并相对于某些人而言的。”并且他说明了公正之物为何是这其中的每一项。因为它是中间,乃因多与少位于它的两侧,且就其作为中间而言,它是两物之间的中间;就其作为均等而言,它存在于两物之中,即在被分配与剖分的物以及被分配与之的人之中;而就其作为公正而言,它是对于某些人并相对于某些人而言的。“对于某些人并相对于某些人而言”这句表述是并列放置的,表示相同的含义;因为正如所言,公正与正义的力量乃在于相对于他人。而“就其作为均等而言,存在于两者之中”,他所说的“两者”乃是指被分配的诸物与它们所被分配至的诸人两方面。因为要么是这人与那人,物被给予他们 * * 例如恰好是钱币、房产或土地,诸如ε[五]与ε[五]枚钱币,或产五斗与五斗的土地。事实上,他在《政治学》中亦谈到了这样的均等,并且亦谈到了刚才所说的均等;因为按照配当给予某人的东西,相对于那人而言便是均等的。因为按照几何学家的说法,均等之物乃是完全重合、既无超过亦无不及之物,故而如果阿喀琉斯是埃阿斯的两倍,且给予阿喀琉斯η̅[八]枚钱币,给予埃阿斯δ̅[四]枚,则每人因获得了符合其配当之物,便获得了相对于自身而言均等之物;因为假定阿喀琉斯配当获得不多于亦不少于η̅[八]枚,埃阿斯亦同。
- 1.14διὰ τοῦ λέγοντος τόπου, εἰ τὸ ἐναντίον ὑπάρξει τῷ ἐναντίῳ, καὶ τὸ λοιπὸν τῷ λοιπῷ
条件从句 εἰ τὸ ἐναντίον... 作为同位成分接在 τοῦ λέγοντος τόπου(“那条陈述……的论题”)之后,引出对立论题的标准表述。λέγοντος 是修饰 τόπου 的定语分词。
- 1.14κἂν γὰρ πλείους ὦσιν οἱ λαμβάνοντες οἷον ν ἢ ρ, ὡς β θεωροῦνται
κἂν(καὶ ἐάν)引导让步从句。字母数码 ν(50)与 ρ(100)用以举例众多接受者,而 β(2)则指在配分关系中所归纳出的两个理论项(两个均等者,或依过度与不及划分的两个极端项)。
- 1.14τὸ δὲ τισὶ καὶ πρός τινας ἐκ παραλλήλου κεῖται ταὐτὸν σημαῖνον
τὸ τισὶ καὶ πρός τινας 是由中性冠词 τὸ 引导的引用短语作主语。副词短语 ἐκ παραλλήλου(“并列地/并排地”)表明注解者认为亚里士多德原文中的这两个短语在此处意义重合,属于同义并提。
